Ἥδε οὖν αὖθις ἀρχὴ γιγνέσθω τῷ λόγῳ. τοῖς μὲν τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι μορίων καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις, ἀναγκαία μέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας ἀποβλέπων, μάλιστα μὲν εἰς τοὺς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνάμεως ῥώμην ἢ ἀῤῥωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου τοῦ σώματος, ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενημένον βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων καὶ μάλιστα πολυτρόφων ὁ οὕτως ἔχων προσηνέγκατο τὸ ἔθος τε καὶ παρὰ τὸ ἔθος, κινήσεις τε τίνας ἐκινήθη, ἐκκρίσεις τε τίνας ἔσχεν ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος, ἐπὶ δὲ τούτοις ἅπασι πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ μὲν δὴ τοῦ πλήθους ἑκατέρου ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων ὀρισθήσεται σημείων. εἰς ὅσον γὰρ ἑαυτῷ βαρύτερος ὁ ἄνθρωπος εἶναι δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς τοσοῦτον ηὔξηται. κατὰ δὲ τὸν αὐτὸν λόγον εἰς ὅσον ἡ τονώδης αἴσθησις ηὔξεται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος διαγνώσῃ, μεμνημένος ὅτι τὸ χρῶμα χυμῶν ἐστιν, ἐπειδὰν μετρίως ἔχει θερμότητος λείπων σῶμα φύσει. τοῖς μὲν γὰρ ψυχροτέροις ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας ἠθροισμένοις χυμοῖς ὄγκος καὶ διάθεσις τῶν ἀγγείων, τοῖς δ’ ἐν τῇ σαρκὶ, κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ θερμότητος. αἱ δὲ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀῤῥωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνεργείαις ἐδείχθησαν κρινό μεναι, προαιρετικαῖς μὲν κατὰ τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγμοὺς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, τῇ δὲ κατ’ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναμις ἡ θρεπτικὴ, ἣν ἐξ ἥπατος ὁρμᾶσθαι ἐδείκνυεν τὴν διάγνωσιν ἐλάμβανεν. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σημείοις αἱ δυνάμεις ἐῤῥωμέναι τυγχάνουσιν οὖσαι, φλεβοτομήσεις δηλονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἐπιδιοριζόμενος, ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη. τοῦ δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος οὐ πάντως αἵματος ἀφαιρετέον. ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα χυμὸν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρὴ μέχρι πόσου μὲν ἡ δύναμις ἔῤῥωται, μέχρι δὲ πόσου αὐτὸς ὁ χυμὸς ἔφυ. προκαταλυθεῖσα γὰρ ὑπὸ τῶν τοιούτων διαθέσεων ἡ δύναμις ἐν ταῖς φλεβοτομίας εἴωθε καταπίπτειν ἐς ἔσχατον, ὡς μηκέτ’ αὐτὴν ἀνακτήσασθαι δυνηθῆναι. τούτου δὲ γενομένου κίνδυνος οὐ σμικρὸς ἕπεται, μάλισθ’ ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ στομάχου μοχθηρῶς ἔχοντος, ἢ τοῦ σώματος ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος.  διαφοροῦνται γὰρ οἱ τοιοῦτοι συγκόπτονταί τε τάχιστα, κᾂν μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός. εἰ δὲ μηδὲν εἴη τούτων, ἀλλ’ ὁ χειμὼν ἢ τὸ χωρίον ὑπάρχει φύσει ψυχρὸν, ἥ τε φύσις τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν ἑπομένων συμπτωμάτων. τοὺς οὕτω διακειμένους οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσμασι μετρίως θερμαίνουσι καὶ πόμασι τέμνουσι τὸ πάχος τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως. ὅσα γὰρ σφοδρῶς θερμαίνει καταλύει τὴν δύναμιν ἀθροότερον, ὡς μηκέτι ἐξαρκεῖν τῇ θεραπείᾳ. πολλάκις δὲ καὶ τὸν πυρετὸν συνηύξησεν, ὥστε κἀντεῦθεν βλάβην γίνεσθαι τῇ δυνάμει. διὸ δὲ τῶν τεμνόντων τὸ πάχος χυμῶν, ἐδεσμάτων τε καὶ πομάτων ἡ κατὰ τὸ θερμαίνειν δύναμις ἔστω μετρία. Ὅσοι δὲ αἷμα πτύσαντες ἐθεραπεύθησαν μὲν τῷ παραυτίκα, τοιαύτην δὲ ἔχουσι κατασκευὴν, ἐν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονα μορίοις, ὡς εἰ βραχὺ πλέον ἀθροισθῇ θέλοι τὸ αἷμα, πάλιν αὐτοῖς ἤτοι γ’ ἀναστομωθῆναί τι τῶν ἀγγείων ἤ ῥαγῆναι, τούτους εἰ καὶ μηδὲν εἴη κατὰ τὸ σῶμα μηδέπω σύμπτωμα, φλεβοτομεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως ἐμπίπτοντος ἢ ἀποπληκτικούς. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καί τισί τῶν ἄλλων νοσημάτων εὐάλωτον εἰδείημεν εἶναι τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευμονικοῖς ἢ πλευριτικοῖς ἢ συναγχικοῖς, ἄμεινον φθάνειν φλεβοτομοῦντας μὴ περιμένοντας φανῆναί τι σύμπτωμα πλήθους ἐναργές. ὡσαύτως δὲ καὶ οἷς αἱμοῤῥοΐδες ἐπέσχηνται, καὶ μάλιστα εἰ μελαγχολικώτεροι φαίνονται. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσιν νοσήματα πληθωρικὰ, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος. ὡσαύτως καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις, ἔνιοι ὀφθαλμοὺς ἔχοντες ἀσθενεῖς, ἢ τοῖς ὀνομαζομένοις σκοτωματικοῖς πάθεσιν εὐάλωτοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προσδιασκεψαμένων ἡμῶν ὁποῖόν τι τὸ ἀθροιζόμενον αὐτοῖς εἴη. τινὲς μὲν γὰρ τὸν πικρόχολον ἀθροίζουσι χυμὸν πλέονα τῶν ἄλλων, τινὲς τὸν μελαγχολικὸν ἢ φλεγματικὸν, ἔνιοι δὲ ὁμοτίμως ἅπαντας ἐφ’ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους οὖν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθριτικοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρμακεύων ἢ φλεβοτομῶν. ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνοχλουμένους ἐκ διαλειμμάτων ἀλγήμασι ποδῶν ἰασάμην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵματος ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ μέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε καὶ γαστριμάργους οὐδὲν ὀνήσεις μέγα, φαρμακεύων ἢ φλεβοτομῶν. ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν, ἀκολάστως διαιτώμενοι. τούτους μὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θεραπεύειν, ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς μέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας μὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ γυμνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων εἴρηκα, ταῦτά σοι νόμιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπιληπτικοῖς, ἢ ἀποπληκτικοῖς, ἢ σκοτωματικοῖς, ἢ αἱμοπτοϊκοῖς, ἤ μελαγχολικοῖς. Οὐ μόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, φλεβοτομία μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονὴν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν μορίων. ἥ τε γὰρ ὀδύνη πρὸς αὐτὴν ἐπισπᾶται τὸ αἷμα καὶ πολλάκις ἀτονία μορίων ἐργάζεται φλεγμονὴν ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ὅταν ἀσθενὲς ᾖ φύσει μόριον, ἑτοίμως βαρυνόμενον, εἰ καὶ βραχὺ πλεῖον ἀθροισθείη ποτὲ ἐν αὐτῷ περίττωμα. καὶ μέντοι καὶ ὅτι δύναμιν ἔχει πᾶν μόριον ὥσπερ ἑλκτικὴν τῶν οἰκείων, οὕτω καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴν, ὅτι τε διττὸν εἴη τὸ ἀλλότριον, ἕτερον μὲν τῷ ποιῷ, τῷ ποιῷ δ’ ἄλλο. διὸ κἂν μὴ βαρύνοιτό τι μόριον ὑπὸ τῶν καθ’ ἑαυτὸ χυμῶν, ἴσχει δέ τινα περιττώματα κατὰ τὴν ποιότητα παρὰ φύσιν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ὁρμᾶν διὰ τῶν ἐν αὐτῷ φλεβῶν ὥσπερ δι’ ὀχετῶν, ἀλλ’ εἴθ’ αἷμα μοχθηρὸν εἴη τὸ ὠθούμενον, εἴτ’ ἄλλος χυμὸς, ἀνάγκη μὲν εἴς τι τῶν πλησίον ἀφικέσθαι μορίων αὐτόν. ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα ἢ καὶ διαφθαρέντα, μηκέτ’ εἰς ἄλλο μεταρυῆναι τρίτον, ἢ μηδετέρου τῶν εἰρημένων τυχόντα πάλιν ἐκ τοῦ δευτέρου μορίου μεταρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο. καὶ τοῦτο μὴ παύεσθαι γιγνόμενον, ἄχρις ἂν εἴς τι κατασκήψῃ τοιοῦτον, ὃ μηκέτ’ εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον ἐν ἑαυτῷ. συμβαίνει δὲ τοῦτο τῶν μορίων ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναμιν ἀσθενεστέραν ἔχει τῶν πλησιαζόντων ἁπάντων. οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύναται τὰ μὴ παραδεχόμενα, διὰ τὴν ἐν αὐτοῖς ἰσχύν. ἐδείχθη γοῦν καὶ τοῦτο ἡμῖν δι’ ἐκείνων τῶν ὑπομνημάτων, ὡς οὐ μόνον ὠθεῖ τὸ περιττὸν ἕκαστον τῶν μορίων εἰς τὸ πλησιάζον, ἀλλὰ καὶ ὅτι δέχεται μὲν, πολλάκις δ’ ἀντιπέμπει καὶ ἀντωθεῖ μὴ παραδεχόμενον εἰς ἑαυτὰ, κᾀν τούτῳ τὸ ἰσχυρότερον ἐκράτησε. διὸ καὶ τὰ πάντων ἀσθενέστερα μόρια πρῶτα τοῖς περιττωματικοῖς ἁλίσκεται νοσήμασιν. ἐκ τοιούτου δέ τινος τρόπου καὶ τὰς καλουμένας  ῥευματικὰς διαθέσεις ἴσθι γιγνομένας, ἀσθενοῦς μὲν ὅλου τοῦ σώματος ὄντος, ὅπερ ἕν τι τῶν τῆς καχεξίας εἶδός ἐστιν, εἰωθότων τῶν κυρίων αὐτοῦ μορίων βαρύνεσθαι, κᾂν ὀλίγον ἐν αὐτοῖς ἐστὶ τὸ αἷμα, διωθούμενόν τε τοῦτο πρὸς τὰ κατὰ τὸ δέρμα μέρη τὰ σαρκώδη, καὶ μᾶλλόν γε εἰς τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν, διά τε τὸ χαῦνον τῆς οὐσίας καὶ ὅτι τῶν ἄλλων μορίων ἀσθενεστάτας ἔχουσι τὰς φυσικὰς δυνάμεις, ὥσπερ γε καὶ ἡ πιμελή. τεττάρων γὰρ αὐτῶν οὐσῶν, ὡς ἐδείχθη, πρώτης μὲν τῆς ἑλκτικῆς, δευτέρας δὲ καθεκτικῆς καὶ τρίτης τῆς ἀποκριτικῆς, καὶ τετάρτης τῆς ἀλλοιωτικῆς, τὰς μὲν ἄλλας τρεῖς ἀσθενεστάτας ἔχουσιν οἱ ἀδένες καὶ αἱ σάρκες, τὴν ἀλλοιωτικὴν δὲ μόνην οὐ πολλῷ μείω τῶν ἄλλων μορίων. ἐφεξῆς δὲ τοῖς ἀδένεσιν ὁ πνεύμων ἐστὶν ἑτοιμότατος δέξασθαι ῥεῦμα. καὶ γὰρ οὗτος ἀσθενεῖς τε τὰς τρεῖς ἔχει δυνάμεις καὶ τὸ σῶμα χαῦνον. εἶθ’ ἑξῆς ὁ σπλήν. ὁ δ’ ἐγκέφαλος ὅμοιος μὲν τούτοις ἢ καὶ μᾶλλον ἐπιτήδειος δέξασθαι ῥεῦμα. πλεονεκτεῖ δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίμης οὔσης ὧν ὑπεδέξατο. κοιλίας μὲν γὰρ ἔχει μεγάλας κατάντεσι πόροις ἐκκενουμένας. οἷς ἂν οὖν φύσει ῥωμαλεώτερος ᾖ τοῦ σαρκώδους γένους ὁ πνεύμων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ ῥεύματα καὶ τοῦ σώματος ἕξεως ὅλης ἀσθενούσης, ὡς ἐπὶ τῶν ῥευματικῶν ἐστι διαθέσεων. εἰκότως τοιγαροῦν ἡ θεραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπὸν, ἀλλὰ τοῦ παντὸς σώματος τὴν ῥῶσιν. ἥ γε μὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτομίας αὐτοῖς γίγνεται. μοχθηρῶν δὲ τῇ ποιότητι τῶν περιττωμάτων ὄντων καὶ κάθαρσιν παραλαμβάνομεν ἐφ’ ὧν μάλιστα σωμάτων οὐδετέρου πλήθους ἀναμένειν χρὴ τὸ οἰκεῖον σύμπτωμα, βάρος μὲν τοῦ πρὸς τὴν δύναμιν, τάσιν δὲ τοῦ κατὰ τὸ ἔγχυμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ τῶν πληγέντων τι μορίων ἀξιολόγως, ἤτε ἄλλως ὁπωσοῦν ἀρχομένην ἐχόντων φλεγμονὴν, ἐπειδὰν μεγάλην αὐτὴν ἔσεσθαι προσδοκήσωμεν, ἀπὸ κενώσεως ἀρχόμεθα τῆς θεραπείας ἢ καθαίροντες ἢ φλεβοτομοῦντες ὁποτέραν κρίνομεν ἀμείνω κένωσιν ἔσεσθαι. Καλῶς οὖν ἐν τοῖς προκειμένοις τῶν περὶ διαίτης ὀξέων παρῄνηται φλεβοτομεῖν ἡμᾶς, ὅταν ᾖ μέγα τὸ νόσημα καὶ ἀκμάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώμη παρῇ. καὶ κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουμένῃ πληθωρικῇ συνδρομῇ μόνῃ τὰς φλεβοτομίας λέγει τετηρῆσθαι. τοὐναντίον γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτομίας οὐ περιλαμβάνουσι, πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενομένου πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο μέγα, φλεβοτομήσομεν πάντως, κᾂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ χώραν καὶ δύναμιν, ἃ μόνα φαίνεται κᾀν τοῖς προκειμένοις τῶν περὶ διαίτης εἰρημένα. τὸν μὲν γὰρ ἀκμάζοντα διὰ τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορισμὸν παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ τῆς φλεβοτομίας μέγεθος νοσήματος καὶ ῥώμη τοῦ κάμνοντος, καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδρομὴν, οὐ τὴν πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτομία. περιέχεται γὰρ ἐν αὐτῇ κᾀκείνη τὸ μέγεθος αὐξάνουσα τοῦ νοσήματος. οὐ μόνον γὰρ ὅταν ἤδη παρῇ τὸ μέγα νόσημα, φλεβοτομίας καιρὸς, ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις ἣν Ἱπποκράτης εἶπε διδάσκων ἡμᾶς, ὅσα παρόντων ἤδη τῶν νοσημάτων ὀρθῶς ἂν πράξαιμεν, ἄμεινον εἶναι ταῦτα κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ μελλόντων ἄρχεσθαι φθάνειν ποιοῦντας. ὥστε τοὺς εἰρημένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας ἔστι μεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτομήσεις ἐπιδόξους γενομένους ἁλώσεσθαι μεγάλῳ νοσήματι, πρός τε τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώμην. εἰ γὰρ ἐπιτήδειός τις ἐν νοσήματι γενέσθαι μεγάλῳ, κᾂν μηδὲν μηδέπω κατὰ τὸ σῶμα παρῇ σύμπτωμα, φλεβοτομεῖν ἀξιοῦμεν. ἀρκεῖ γὰρ τὴν ἡλικίαν ἐπισκέψασθαι μετὰ τῆς δυνάμεως, ὥστε τρία τὰ συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι παρὸν ἢ προσδοκώμενον, καὶ ἡλικίαν ἀκμάζοντος καὶ ῥώμην δυνάμεως. ἴσως δὲ μόνον ἀμελέστερον ἑρμηνεύεσθαι δόξει τὸ τῆς ἡλικίας ἐν τοῖς προκειμένοις, ἐν τῷ περὶ διαίτης ὀξέων. οὐ γὰρ τὴν τῶν ἀκμαζόντων εἰρῆσθαι μόνον ὀρθῶς ἔχει, ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν, ὡς δύο μόνας ἐξαιρεῖσθαι τοῦ διορισμοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων. ἀλλ’ ἡ μὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάμεως λόγῳ περιέχεσθαι δύναται. ῥώμη γὰρ οὐδενὶ τῶν κατ’ αὐτὴν τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς παισὶν ἔδοξεν ὑπάρχειν ῥώμην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικταί μοι. φλεβοτομήσομεν οὖν, εἰ μέγα τὸ νόσημα προσδοκοίημεν εἶναι, ἢ παρὸν ἤδη θεωροίημεν ἢ ἀρχόμενον, ἐπισκεψάμενοι τὴν ῥώμην τῆς δυνάμεως, ἐξελοῦντες τοῦ λόγου μόνα τὰ παιδία, καὶ φήσομεν ἐλλειπέστερον εἰρῆσθαι τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ προκείμενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι μόνοι σκοποὶ πρὸς φλεβοτομίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν χυμῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτομεῖν, ὁ λόγος ἐλέγχεται. ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισμα τοῦ μὴ δύνασθαι φλεβοτομίαν ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅμα τῷ χρώματι τοῦ παντὸς σώματος ἐμπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν, ὁ σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος ἐπικρατούντων κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ  μικρῶν. ὡρισμένων οὖν τριῶν σκοπῶν φλεβοτομίας, μεγέθους νοσήματος, ἤτοι παρόντος ἢ προσδοκωμένου ἢ ἀρχομένου, ἡλικίας ἀκμάζοντος, ῥώμης δυνάμεως ἔξω τῆς τῶν παίδων ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα γνωρίσματα φλεβοτομίας, ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξομεν, συνενδεικνύμενοι τὸ ποσὸν τῆς ἀφαι ρέσεως, οὐκ αὐτὴν τὴν φλεβοτομίαν, ὥστε ἐκ μὲν τοῦ νοσήματος καὶ τῆς ἡλικίας καὶ τῆς δυνάμεως ὅτι φλεβοτομητέον γνωρίζεσθαι, τὸ ποσὸν δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων λαμβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουμένη συνδρομὴ καὶ ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις, εἰς ὥραν καὶ χώραν τεμνομένη καὶ τὰ κατὰ τὸν προηγούμενον βίον γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσμένων, ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ μή. περὶ μὲν οὖν τῆς ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόμεθα. Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισμάτων ἐν τῷ παρόντι σκεψόμεθα, πότερον ἐπὶ φλεβοτομίαν ἀφιξόμεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι τὰ συνήθη πρατ τόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος. ἥντινα τοίνυν ἔχωμεν γνώμην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες μοι συμβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ μελαγχολικοῖς, ἢ αἷμα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθημα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοματικοῖς, ἢ συνεχῶς ἀλισκομένοις συνάγχῃ ἢ περιπνευμονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλμίαις σφοδραῖς, ἢ καθόλου φάναι μεγάλῳ νοσήματι. φλεβοτομίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φημὶ βοηθήμα παραχρῆμα προσαγόμενον, ἐπιδιωρισμένῃ τῇ δυνάμει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ μὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ μηδὲν τοιοῦτον πεπονθόσιν ἔμπροσθεν ἁπάντων τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσμασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι τὸ πλῆθος, εἰ μὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵματος εἶναι πλεονεξίαν. τοιοῦτον δέ ἐστι μάλιστα τὸ μελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δὲ που καὶ τὸ τῶν ὠμῶν καλουμένων χυμῶν. ἀλλ’ ἐπὶ μὲν τῆς μελαγχολικῆς καλουμένης περιουσίας φλεβοτομεῖν ἄμεινον, ἢ πάντως γε φαρμάκῳ χρῆσθαι μελάνων καθαρτικῷ, τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔμπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισμα τό τε τῆς χροιᾶς μολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε μᾶλλον ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δὲ ἱκανῶς ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώματος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νωθρότης καὶ αἰσθήσεων ἀμαυρότης. ἔμπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱμοῤῥοΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις θαῤῥῶν, κᾂν μὴ πρότερον ὦσι πεπειραμένοι μεγάλου νοσήματος. ἐνδέχεται μὲν γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν αἱμοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ μόρια κατεσκευασμένοι μοχθηρῶς, καὶ μάλιστα τὼ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτομήσεις ἐν τάχει.