Οὕτω τοίνυν καὶ σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράμεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρὸς, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμνῃς τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένωσις αἵματος ἐξ ἀριστερᾶς χειρὸς, ἄμεινον δὲ μὴ ἅπαξ ἐκκενοῦν τὸ σύμμετρον, ἀλλ’ εἰς δύο μερίζοντας ἡμέρας. οὐ μὴν οἶδα κατὰ τί τοῖς ἰατροῖς ἠμέληται τοῦ φλεβοτομεῖν τοὺς σπληνώδεις. ἐγὼ γὰρ ἀεὶ μεγάλην ὠφέλειαν ἔγνων γινομένην, εἰ καὶ λίτραν τις ἐκκενώσειεν μίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώσεως ἐκ τῶν προειρημένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ μέν γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευροῦ φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις, ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢ μετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλμὸν ἰσχυροτάτας ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτομία, τῆς ὠμιαίας καλουμένης φλεβὸς τεμνομένης. πειρᾶσθαι δ’ ἐπὶ πάντων παθῶν ἄμεινον ἦν ἐπὶ ταῖς φλεβοτομίαις μετρίαις γινομέναις τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ μὲν ἐπὶ μιᾶς ἡμέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔμπροσθεν εἴρηται, μέχρι λειποθυμίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖμεν. ἐπὶ μὲν οὖν τῶν ὀφθαλμῶν ἥ τ’ ὠμιαία καλουμένη φλὲψ ἥ τ’ ἐπ’ αὐτῆς κατασχιζομένη κατ’ ἀγκῶνα τμηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας, ἢ πνεύμονος, ἢ διαφράγματος, ἢ σπληνὸς, ἢ ἥπατός τε καὶ γαστρὸς, ἢ διὰ μασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένη. τέμνειν δὲ καὶ ταύτην, μάλιστα μὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ μὴ, τὴν ἀπ’ αὐτῆς ἀποσχιζομένην εἰς τὴν καμπὴν τῆς διαρθρώσεως. ἴστε δή που μικρὸν ἔμπροσθεν ἀπὸ τῆς ὠμιαίας φλεβὸς ἀποσχίζεσθαι τὴν προειρημένην συνάπτουσαν αὐτήν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’ ἀγκῶνα φλεβοτομίας εἰσὶν, ὅ τ’ ἔνδον καὶ ὁ ἐκτὸς καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος, ὁ δὲ ἐκτὸς ἐπὶ τῶν ὑπὲρ τούτων ἢ προσώπου ἢ κεφαλῆς. ὁ μέσος δὲ τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς ἀπεσχισμένας φλέβας, εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινομένας, εἶτ’ ἐνταῦθα συναπτομένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταυτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν καμπὴν τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ μὲν τὴν ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν ἀσαφεστέρας οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρας τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ὅσαι κατὰ τὸν πῆχύν εἰσι, διαιρεῖν οὐδὲν κωλύει μὴ φαινομένων τῶν κατ’ ἀγκῶνα. καὶ τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν, οὕτω δ’ ἐναργῆ διὰ ταχέων ἐνίοτε τὴν ὠφέλειαν αἱ κατ’ εὐθὺ τῶν πασχόντων μορίων φλεβοτομίαι φέρουσιν, ὥστε καὶ τοὺς πάσχοντας αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν ἐκπλήττεσθαι πολλάκις. Ἐγὼ γοῦν οἶδα ποτὲ παρακληθεὶς ὑπό τινος οἰκοῦντος ἐν προαστείῳ τῆς Ῥωμαίων πόλεως ἀνδρὸς πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγματα, κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν, ὀδυνώμενόν τε μεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡμερῶν κ΄. ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάμενος ἰατρὸς Ἐρασιστράτειος, ἔργον πεποιημένος ἀπέχεσθαι φλεβοτομίας ἀεί. θεασάμενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πο λύαιμον, ἀνελκώτους μὲν ἔτι τοὺς ὀφθαλμοὺς ἔχοντα,  φλεγμονὴν δὲ μεγίστην ἔχοντα καὶ ῥεῦμα καὶ δασύτητα ἐν ἀμφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη τινὰς, ὑφ’ ὧν ἐπισκοτούμενος ἔτι καὶ μᾶλλον ὠδυνᾶτό τε καὶ παρωξύνετο τὴν φλεγμονὴν καὶ τὸ ῥεῦμα, ταῦτα θεασάμενος ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν μὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν τριῶν ἡμερῶν τοὐλάχιστον οὐκ ἐκ μακρῶν διαλειμμάτων ὑπ’ ἐμοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡμέρας ἐμοί. καὶ μὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσομαι καὶ ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που ὥρας ε΄ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵματος λίτρας γ΄, εἶτα ἄλλην μίαν ὥρας θ΄. ἐν αἷς ἀνακαλύψας μεγάλως ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων μιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαμεν ἐπὶ τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς μίλης τοῦ πυρῆνος ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνομένης. ἐπράχθη δὲ τοῦτο πρῶτον μὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ΄. ἐφ’ αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσμὰς ἡλίου, κἄπειτα κατὰ τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς ἐπιμιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’ οἴνου, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς ἡμέραν ἕωθεν ἁπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον ἔνθα τῶν ὀχημάτων ἀποβαίνειν εἰσὶν εἰθισμένοι, προσηγόρευσεν αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγμάντοις καὶ ἀρευματίστοις τοῖς ὀφθαλμοῖς, ὁ πρὸ δύο ἡμερῶν οὐδὲ διανοῖξαι τὰ βλέφαρα δυνάμενος ὑπὸ τοῦ ῥεύματός τε καὶ τῆς ὀδύνης. ἔδοξεν οὖν τὸ πρᾶγμα μαγείᾳ τινὶ γεγονέναι παραπλήσιον, ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυμάζοντά τε τὸ τάχος τῆς θεραπείας, ἅπαντάς τε τοὺς μετ’ αὐτοῦ παραπλησίως βοᾷν, οὐχ ἡμῶν μέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς μέγιστα κακὰ ὁρῶντα διὰ τὸ τῆς φλεβοτομίας δέος. ἔχρῃζε μὲν γὰρ ὁ κάμνων ἀποσμηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦ το γενέσθαι χωρὶς φαρμάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται πολλάκις ἡμῖν ὡς ἅπαντα τὰ δριμέα φάρμακα προσφερόμενα μορίοις τισὶν, ἐὰν μὴ κενὸν ᾖ τὸ σῶμα πᾶν καὶ ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦμα καὶ φλεγμονὴν ἐργάζεται. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν μαγεία τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα, ἀπ’ ἐκείνου τὸν Ἐρασιστράτειον ἰατρὸν αἱμοφόβον ὠνόμαζεν. αὕτη μὲν οὖν ἡ διήγησις ἀμφοῖν ἔνδειξιν ἔχει, τοῦ τε χρῆναι φλεβοτομεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡμῖν προκείμενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτομεῖν χρῆναι κατ’ εὐθὺ τῶν πασχόντων μορίων καὶ τὰς ὠμιαίας ἐντέμνειν φλέβας ἐπὶ τῶν ἀνωτέρων μερῶν τοῦ θώρακος πασχόντων. Ὥσπερ δὲ τὰ προειρημένα πάντα μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίας, ὡς εἴρηται, γιγνομέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρημένων κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ μήτραν. νεφροὶ δὲ ἐπαμφοτερίζουσι κάτω μὲν ὄντες ἤδη τῶν πρότερον εἰρημένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος ἐνίοτε φλεβοτομίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ πρόσφατος εἴη καὶ πλῆθος αἵματος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου χρὴ τέμνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δέ τῆς μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν τεμνομένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν. ἐπέχουσι γὰρ ἐμμήνους καθάρσεις, ἀντισπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ μόνον ἀντισπάσαι, ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. καὶ ὅταν γε τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ γυναικὶ περιόδου, προλαβὼν ἡμέρας ὡσεὶ γ΄, ἢ δ΄, ἤτοι φλέβα τεμῶν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀποκένωσον ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ θατέρου σκέλους, αὖθις ὁμοίως κένωσον ἅμα τῷ καὶ προνοεῖσθαι τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡμέραις, ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ πέντε. γέγραπται δέ μοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης ἱκανὰ προτρέψαι καταμήνια καὶ καλαμίνθην καὶ γλήχωνα. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν μελικράτῳ καὶ ξηρὰ κόπτων καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ ποιῆσαι χνοῶδες, ἐπίπαττε τῷ μελικράτῳ. καιρὸς δὲ τῆς πόσεως ἄριστός ἐστι μετὰ τὸ βαλανεῖον, περιβεβλημέναις ταῖς σίνδοσι. ταῦτα μὲν οὖν ἐπιεικῆ φάρμακα, σφοδρότερα δὲ βράθυ καὶ δίκταμον. ἡ δὲ χρῆσις ὁμοία τοῖς προειρημένοις. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως ὀνομαζόμενον φάρμακον, ὅ τὰς ρ΄ ἔχει (Λ) τῆς ἀλόης μιγνυμένας ταῖς τῶν ἄλλων φαρμάκων ἓξ ἑκάστου. κάλλιστον δ’ ἐστὶν ὅταν λάβῃ κινάμωμον. ταῦτα μὲν ἐν παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ αἵματος ἐκ μήτρας φορᾷ συνεργεῖ, μετὰ τῆς ἀπὸ τῶν σκελῶν κενώσεως, ἤτοι τῶν σφυρῶν ἀμυττομένων ἢ φλεβὸς τεμνομένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ καὶ ἰσχιάδας ἐν ἡμέρᾳ μιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωμένων  αἵματος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συμφορώτερον τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτομίας ἢ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειμένοις. ἀποχάραξις δ’ αὐτοὺς οὐδὲν ὀνίνησι σαφὲς. Συνελόντι γε μὴν εἰπεῖν τὰς μὲν ἀρχομένας φλεγμονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρονισμένας ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ μὴ, τῶν ἐγγυτάτω τούτων. ἐπὶ μὲν γὰρ τῶν ἀρχομένων ἀποστρέψαι χρὴ τὸ ἐπιῤῥέον, ἐπὶ δὲ τῶν κεχρονισμένων αὐτὸ μόνον ἐκκενῶσαι τὸ εὐφηνωμένον ἐν τῷ πεπονθότι μορίῳ. κενωθήσεται δ’ ἄριστα τοῦτο διὰ τῶν συνημμένων φλεβῶν τοῖς κατ’ αὐτά. τούτῳ τῷ λογισμῷ καὶ ἡ πεῖρα μαρτυρεῖ. καὶ διὰ ταῦθ’ ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγμαίνει μεγάλως, ἐν ἀρχῇ μὲν ἡ κατ’ ἀγκῶνα, μετ’ ἐκείνην δὲ ἡ ἐπ’ αὐτῆς τῆς γλώττης βοηθεῖ μεγάλως, ἐντεμνομένων ἀμφοτέρων τῶν ἐπ’ αὐτῆς φλεβῶν. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς σκιῤῥώδη λείψανα τῶν φλεγμονῶν ἡ παρὰ τὸν μέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουμένη, καθάπερ γε τὰ τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν τῷ μετώπῳ φλὲψ τμηθεῖσα, τὰς δ’ ἀρχομένας τε καὶ τὰς ἀκμαζούσας ἢ ἐπ’ ἰνίου ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μό νης, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν γιγνομένης. προκεκενῶσθαι δὲ χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ὄπισθεν τῆς κεφαλῆς ὀδύνας ἀρχομένας καὶ ἀκμαζούσας ἡ ἐν μετώπῳ φλὲψ ὠφελεῖ διαιρουμένη. τὰς μὲν γὰρ ἀντισπάσεις ἅμα τῇ κενώσει ποιεῖσθαι χρὴ μᾶλλον ἐπὶ τῶν ἀρχομένων ῥευμάτων. τὰς δὲ ἀπ’ αὐτῶν τῶν πεπονθότων μορίων ἢ τῶν πλησίον αὐτοῖς, ἐπὶ τῶν οἷον ἐσκιῤῥωμένων φλεγμονῶν. ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων ἐπὶ μὲν εἰθισμένου τοῦ ἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρετώδεσιν ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέμεθα, πᾶν μέρος εἰς ἀφαίρεσιν αἵματος ὁμότιμον ἐστίν· ὥσπερ γε καὶ εἰ ἀρθριτικὸς εἴη πᾶσι τοῖς ἄρθροις πεπονθώς. οἷς δέ τι μέρος ἐξαιρέτως ἐνοχλεῖται μὴ προκενωθεῖσιν, οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁμότιμον ἐξ ἁπάντων, ἀλλ’ ὡς ἐπὶ τῶν ἀρχομένων ἤδη πάσχειν. διὸ τοὺς μὲν ποδαγρικοὺς ἐπ’ ἀγκῶνος χρὴ κενοῦν, ἐπιληπτικοὺς δὲ καὶ σκοτωματικοὺς ἀπὸ τῶν σκελῶν μᾶλλον. εἰ δὲ δι’ αἱμοῤῥοΐδος· ἐπίσχεσιν ἐπὶ φλεβοτομίαν ἥκοις, εἰ μὲν ἐπέχειν αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσὶν, εἰ δὲ προτρέψαι, τὰς ἐν τοῖς σκέλεσι χρὴ τέμνειν φλέβας. ἀλλ’ ἐπί γε τῶν ἐπεσχημένων καταμήνια, τὰς ἐν σκέλει διαπαντός. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν αἱμοῤῥοΐδων, ἔνιοι μὲν ἀπηλλάχθαι τῆς τοιαύτης κενώσεως ἐθέλουσιν, ἔνιοι δὲ ἔχειν ἀγαπῶσιν, οὕτω κᾀπὶ τῆς ἐμμήνου καθάρσεως. ἡ μὲν γὰρ ἐκ τῶν αἱμοῤῥοΐδων κένωσις ὕποπτός ἐστιν ἀμετρίαν τοσαύτην ἐλθεῖν, ὡς ἤτοι παραχρῆμα τὸν ἄνθρωπον ἀνελεῖν, ἢ ὑδερώδη γε πάντως, ἢ καχεκτικὸν ἀπεργάσασθαι. ταῖς δ’ ἐκ τῶν μητρῶν κενώσεσιν ὡς ἂν κατὰ φύσιν οὔσαις οὐδὲν τοιοῦτον συμπίπτει. συμβαίνει μέντοι ἐνίοτε καὶ τὰς μήτρας ἐξ ἀναβρώσεως αἱμοῤῥαγεῖν, ἐφ’ ὧν οὐκέθ’ ὁ αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν. οὐ γὰρ φέρεσθαι τὸ αἷμα καθάπερ ἐκ τῶν καταμηνίων, ἀλλὰ παντάπασι στῆναι βουλόμεθα. κοινὸς οὖν ἐπὶ τούτων ἁπάντων ἦρος εἰσβάλλοντος ἐπὶ φλεβοτομίαν ἡκόντων ὅδε ὁ λόγος ἐστὶν, εἰ μὲν ἐξαιρέτως ἀσθενές τι μόριον ἔχοιεν, ἐφ’ ὃ τὸ ἀθροιζόμενον πλῆθος διήκει, ἀντισπαστικῶς κενοῦν. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, ὅθεν ἂν ἑκάστῳ φίλον ᾖ, πλὴν τῶν δι’ αἱμοῤῥοΐδος ἐπίσχεσιν ἢ καταμηνίων, ὡς ὀλίγον ἔμπροσθεν διώρισται. Εἴρηται μὲν οὖν δυνάμει καὶ περὶ τούτου διὰ τῶν ἔμπροσθεν, ἄμεινον δὲ καὶ νῦν ἅπαντα διελθεῖν, ἀθροίζοντα μὲν εἰς ἕνα λόγον τοῦτον ὅσα πρόσθεν εἴρηται, προσεπιδιορίζοντα δὲ τὰ μὴ διωρισμένα. καθόλου μὲν οὖν τοῦτο γνωστέον, ὡς οὐ χρὴ προσέχειν ἡμερῶν ἀριθμὸν πρῶτον ἐπὶ φλεβοτομίας, ὥσπέρ τινες ἔγραψαν καὶ ἔνιοι μὲν πάνυ γελοίως μετὰ τὸν τῆς τρίτης παροξυσμὸν, ὁπόταν, ὡς φασὶν, ἤδη τινὰ διάγνωσιν ἔχωμεν ὁποία τίς εστι κατά τε τὴν ἰδέαν καὶ τὸ ἦθος, ὅλην τε τὴν ἑαυτῆς φύσιν ᾗ νόσος· ἔνιοι δὲ τὸν μὲν ἐξοχώτατον ὅρον τῆς φλεβοτομίας ὥρισαν εἶναι τὴν τετάρτην ἡμέραν, ἐντὸς δὲ αὐτῆς συγχωροῦσι φλεβοτομεῖν ἐν τοῖς τῶν παροξυσμῶν διαλείμμασι, ὁπότε ἐθελήσαιεν· ἔνιοι δὲ σπεύδουσιν ἀφαιρεῖν ἐφ’ ὧν ἂν ὁρίσωσιν αἵματος ἀφαιρέσεως εἶναι χρείαν, ἔτι μεταῤῥέοντος αὐτοῦ, καὶ μηδέπω κατεχομένου βεβαίως ἔν τινι μέρει δεξαμένῳ τὴν περιουσίαν ἓν μόνον ἐπισκοποῦντες, εἰ μὴ διαφθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, ἢ βραδυπεψία τις, ἢ καὶ σιτία περιεχόμενα κατ’ αὐτὴν. ὅτι μὲν οὖν σπεύδειν προσήκει ἐφ’ ὧν ἐστι χρεία κενώσεως, εἰ μή που προπεφθῆναι δέον τὰ σιτία καὶ τοὺς κατὰ τὰς πρώτας φλέβας ἡμιπέπτους χυμοὺς, κάλλιστα λέγουσι καὶ πιστέον αὐτοῖς. ἀλλ’ ἐπεὶ πολλάκις ἡμέρας πέντε ἤδη ἢ ἓξ ἄγοντός τινος ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν θεραπείαν αὐτοῦ καλούμεθα, καλῶς ἂν ἔχοι φλεβοτομεῖν, εἰ καὶ παρελείφθη τοῦ βοηθήματος ὁ πρῶτος καιρός. ἐν ᾗ γὰρ ἂν ἡμέρᾳ τοὺς σκοποὺς τῆς φλεβοτομίας ἐπὶ τοῦ κάμνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ πράξεις τὸ βοήθημα, κᾂν εἰκοστὴν ἡμέραν ἀπὸ τῆς ἀρχῆς ἔτυχεν εἶναι. τίνες δ’ ἦσαν οἱ σκοποί; μέγα τὸ νοσήμα, ῥώμη τῆς δυνάμεως ὑπεξῃρημένης τῆς ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἱκανῶς θερμοῦ. ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναμις ἐν τοῖς πλείστοις νοσήμασι, διὰ τοῦθ’ ὁ τῆς φλεβοτομίας καιρὸς ἀναιρεῖται τὸ πλῆθος τῶν ἡμερῶν, οὐ πρῶτος τοῦτ’ ἐργαζομένου, ἀλλὰ διὰ μέσου, πρὶν καταλυθῆναι τὴν δύναμιν. ὥστ’ εἰ κατὰ τὴν δευτέραν ἡμέραν μετὰ τὴν ἀρχὴν φαίνεται καταλυομένη ποθ’ ἡ δύναμις, ἀφεξώμεθα τῆς φλεβοτομίας.