Τὸ δὲ μήτε περὶ τοῦ μέτρου φλεβοτομίας μήτε περὶ τῶν τμηθησομένων φλεβῶν ἀκούσαντάς τι τοὺς νέους ἐπὶ βοηθήματος παραγίνεσθαι, μεγίστην οἴσει βλάβην τοῖς κάμνουσιν, ὥσπερ ἔφην εὐθὺς κατ’ ἀρχάς. ἄμεινον οὖν αὐτοῖς μηδ’ ὅλως ἐπιχειρεῖν φλεβοτομεῖν ἢ χωρὶς τοῦ διορισθέντος περὶ τῶν εἰρημένων ἐπὶ βοήθημα παραγίνεσθαι. πλείονες γὰρ οὕτως ἀπώλλοντο τῶν ἔμπροσθεν εἴτ’ ἀπολλυμένων διὰ τοὺς μὴ φλεβοτομοῦντας. οἱ μέν γε τότε πρεσβῦται μηδ’ ὅλως φλεβοτομοῦντες ἄλλοις ἐχρῶντο κενωτικοῖς βοηθήμασι ἐν μακροτέρῳ χρόνῳ ταυτὸν τῇ φλεβοτομίᾳ δυναμένοις ἐργάζεσθαι, πλὴν εἴ που διὰ τὸ κύριον τοῦ πάσχοντος μέρος ἢ τὴν τοῦ πλήθους ὑπερβολὴν ἔφθασεν ἀποθανεῖν ὁ κάμνων. οἱ δὲ νῦν οἰόμενοι δεῖσθαι πᾶσαν ἀρχὴν πυρετοῦ φλεβοτομίας οὐ σμικρὰ λυμαίνονται τοῖς νοσοῦσιν. οὕτως γὰρ πεπείκασιν ἑαυτοὺς περὶ τοῦ βοηθήματος, ὡς εἰ καὶ πρὸς Ἐρασιστράτου ἐγέγραπτο καθ’ ὃν ἐγὼ μικρὸν ἔμπροσθεν ἐδήλωσα τρόπον, ἐνθεὶς αὐτὰς τῇ ῥήσει τὰς θ’ συλλαβὰς ὡς γενέσθαι τὴν λέξιν τοιαύτην, ἄνωθεν γὰρ αὐτῆς ἄμεινον μνημονεῦσαι. περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων. χρηστέον δὲ φλεβοτομίᾳ. τοιαύτην γὰρ οἱ νῦν εἶναι βούλονται τὴν Ἐρασιστράτου γνώμην οὐκ ἐπ’ ἀγαθῷ τῶν καμνόντων, ἑτέρων μὲν ὑπαρχόντων καιρῶν καὶ σκοπῶν ἀσιτίας, ἑτέρων δὲ φλεβοτομίας, οὓς ἐγὼ κατὰ τήνδε τὴν πραγματείαν ἐρῶ πάντας ἐν τῇ προσήκῃ τάξει. νυνὶ μὲν γὰρ ὥσπερ εἰ τοῖς πρεσβύταις ἔμπροσθεν πεπεισμένοι κενῆς ὑπήρξαντο παλινῳδίας, οὕτω κᾀμοὶ παλινῳδητέον ἐστὶ ἐπενεκτέον τε καὶ τοὺς νῦν ἀλόγως φλεβοτομοῦντας ἐπὶ τὸ μηδ’ ὅλως φλεβοτομεῖν. ὡς γὰρ ὁ Πλάτων ἔλεγεν, ἧττον εἰκός ἐστι σφάλλεσθαι τοὺς μηδ’ ὅλως ἐγχειροῦντας οἷς οὐκ ἴσασιν τῶν πραττόντων ἃ μὴ γινώσκουσιν, ὅπερ οἱ νῦν ποιοῦσιν ἀναπεπεικότες ἑαυτοὺς, οὕτω γὰρ ῥᾷστον εὑρεῖν πρῶτον μὲν οὓς χρὴ φλεβοτομεῖν, εἶθ’ ἕκαστον τῶν ἄλλων. ὧν ἐν ἅπαντι νοσήματι κατὰ τὴν ἀρχὴν ὡς ἀσιτίαν, οὕτω καὶ φλεβοτομίαν παραλαμβάνουσι. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὑπηλλάχασι τὴν Ἐρασιστράτου γνώμην. φλεβοτομοῦσι γὰρ καὶ τρέφουσιν εὐθέως τοὺς φλεβοτομηθέντας, ἐκείνου τὸ φλεβοτομεῖν ἀπαγορεύοντος, τὸ δὲ μὴ τρέφειν συμβουλεύοντος. ἐπεὶ τοίνυν τὴν ἀλήθειαν οὗτοι τιμῶσιν, οὐκ Ἐρασίστρατον, ἐπιδεικτέον αὐτοῖς ἐστὶν ὡς ὁ γεγραμμένος ὑπ’ αὐτοῦ λόγος ἐν τῷ περὶ αἵματος ἀναγωγῆς οὐκ ἔστιν ἴδιος ἐκείνου τοῦ πάθους, ἀλλὰ κοινὸς ἁπάσης φλεγμονῆς. ἔχει γοῦν ἡ ῥῆσις οὕτως· ἐχόμενος γὰρ τούτων περὶ τὴν ἀναγωγὴν ἢ περὶ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. οὕτως ὁ λόγος ἔχει πτύουσιν αἷμα. διὰ τοῦτο κωλύει φλεβοτομεῖσθαι τοὺς κάμνοντας. ἀλλ’ ὅτι φλεγμονὴν ὑπείληφεν αὐτὸς ἀκολουθήσειν, ἐν ᾗ φησὶ προσφέρειν μὲν οὐ ῥᾴδιον, ὅπερ ἐστὶν διδόναι σιτία, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος καταλυθῆναι τὴν δύναμιν. οὐδὲ ἐνταῦθ’ ἴδιον αἵματος ἀναγωγῆς ἐστι, δι’ ὃ φυλάξαιτ’ ἄν τις τὴν φλεβοτομίαν, ἀλλὰ ἄμφω κοινὰ καὶ πρὸς τοὺς πυρετοὺς, τό τε μὴ δοῦναι σιτία διὰ τὰς φλεγμονὰς, τό τε τοῦτο πραττόντων ἐπὶ φλεβοτομίας κίνδυνος καταλυθῆναι τὴν δύναμιν. εἰ δὲ προσέχοις τὸν νοῦν ἐπιμελέστερον, ὁ πρὸς Ἐρασιτράτου λόγος εἰρημένος ἀπαγορεύειν σοι δόξει τὴν φλεβοτομίαν ἐπὶ τῶν πυρεττόντων μᾶλλον ἢ τῶν αἷμα πτυόντων. ἐν ἀρχῇ μὲν γὰρ τῆς ἀναγωγῆς τοῦ αἵματος οὐδέποτε φλεγμαίνει τὸ ἐῤῥωγὸς ἀγγεῖον. αἱ δὲ ἀρχαὶ τῶν πυρετῶν ἐξ ἀνάγκης ἔχουσι κατὰ τὸν Ἐρασίστρατον ἀρχὴν φλεγμονῆς. εἴπερ οὖν, ὡς αὐτὸς ἐκεῖνος βούλεται, τοῖς ἐναργῶς φαινομένοις χρηστέον ἐστὶ εἰς τὴν τῶν ἀδήλων πίστιν, ὅρα πολλὰ τῶν τραυμάτων κολλησθῆναι φθάνοντα, πρὶν φλεβοτομηθῆναι. δυνατὸν οὖν ἐστὶ καὶ τὴν ἐῤῥωγυῖαν φλέβα μηδ’ ὅλως φλεγμῆναι φθασάντων ἡμῶν, τἄλλα πρᾶξαι προσηκόντως, ἐκκενῶσαί τε τοῦ μέλλοντος ἐργάζεσθαι τὴν φλεγμονὴν αἵματος, ὁπόσον ἂν βουληθῶμεν. εἴπερ οὖν ἐν ᾧ χρόνῳ φλεγμαίνει τὰ φλεγμαίνοντά φησιν Ἐρασίστρατος ἀναγκαῖον εἶναι τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ διὰ τοῦτο φοβεῖται προκαταλῦσαι τὴν δύναμιν τῇ φλεβοτομίᾳ, πολὺ μᾶλλον αὐτὴν ἐπὶ τῶν πυρεσσόντων εὐλαβεῖσθαι προσήκει τῶν ἀναγόντων αἷμα. τούτων μὲν γὰρ ἐγχωρεῖ πρὸ τού φλεγμῆναι συμφῦναι τὴν ἐῤῥωγυῖνα φλέβα, καὶ μᾶλλον ὅταν  κενωθῶσι. τοῖς πυρέσσουσι δ’ ἀναγκαῖόν ἐστι φλεγμαίνειν ἤδη τι μόριον. ὅτι δὲ ἐγχωρεῖ συμφῦναι τὸ ἀγγεῖον ἄνευ τοῦ φλεγμῆναι πάρεστι μέν τινι κᾀπὶ τῶν ἄλλων ἁπάντων τραυμάτων πεισθῆναι. πολλάκις οἴδαμεν ἐπὶ τῶν μονομαχούντων ὅλον ἀναπτυγέντα μηρὸν ἢ βραχίονα κολληθέντα πρὶν φλεγμῆναι, καὶ μᾶλλόν γε ὅτε, ὡς Ἱπποκράτης ἔφη, δαψιλὲς αἷμα παραχρῆμα συμβῇ ῥυῆναι. πολλάκις δὲ καὶ σύντρησιν εἰς τὰ κενὰ καλούμενα τοῦ θώρακος ἐντὸς τῆς τρίτης ἡμέρας ἐθεασάμεθα κολληθεῖσαν. ἀλλὰ καὶ πρώην τις ἐν παλαίστρᾳ πληγεὶς σφοδρῶς ἀνέβηξεν αἵματος αὐτίκα κοτύλας ὡς δύο, φλεβοτομηθεὶς δὲ παραχρῆμα καὶ τῶν ἄλλων ὡς ἐχρῆν γενομένων, οὔτε ἔβηξεν ἔτι τελέως καὶ ὑγιής ἐστι, κᾀκ τούτων οἶμαί τινα συνορᾷν ὡς ἐπὶ τῶν ἤδη φλεγμαίνειν ἠργμένων ἀπέχεσθαι χρὴ μᾶλλον, εἴ τις Ἐρασιστράτῳ πείθοιτο φλεβοτομίας, ἤπερ ἐφ’ ὧν οὐδέπω φλεγμαίνει. Δῆλον δ’ οὐδὲν ἧττον τοῦδε καὶ ὅτι τὰς φλεβοτομίας ὁ Ἐρασίστρατος οὔτε σὺν ταῖς ἀσιτίαις οὔτε πρὸς αὐτῶν παραλαμβάνει. ἀλλὰ γὰρ εἰς τοσοῦτον ἥκουσι τινὲς φιλονεικίας ἢ ἀνοίας ὥσθ’ ὅταν ἀκούσωσι τῶν τοιούτων λόγων, λύειν μὲν αὐτοὺς οὐδ’ ὅλως ἐγχωροῦσι. ὥσπερ δὲ μηδενὸς εἰρημένου λόγων ἀρχὴν ἰδίαν ποιοῦνται τὴν λέξιν ἐκείνην μόνην προχειριζόμενοι, καθ’ ἣν ὁ Ἐρασίστρατός φησιν· ἀκόλουθόν ἐστι μηδὲν προσφέρειν κατὰ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὴν ἀρτηρίαν. τούτου δὲ συμβαίνοντος ἧττον φλεγμοναὶ ἔσονται. κᾄπειτ’ ἐπ’ αὐτῇ λέγουσιν αὐτὸ πρόδηλον εἶναι τὴν ἐκ τῆς φλεβοτομίας χρείαν. ὅπου γὰρ καὶ αὐτὴν τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθημα παραλαμβάνει, πολὺ δήπου μᾶλλόν, φασὶν, ἐπὶ τὴν φλεβοτομίαν ἀφίξεται, πρὸς οὓς ἐάν τις εἴπῃ δι’ ὧν λέγουσιν οὐ τομίαν τὸν Ἐρασίστρατον ἐπιδεικνύειν αὐτοὺς, ἀλλὰ τὸ τῆς εἰρημένης ἐπὶ τῆς ἀσιτίας ἀκόλουθον εἶναι τῷ καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι καταγελῶντες, εἶτα σὺ μὲν, φασὶ, γινώσκεις τὸ ἀκόλουθον, Ἐρασίστρατος δ’ οὐκ ἐγίνωσκεν; ἀγύμναστος ἦν δηλαδὴ τὸν λογισμὸν, ὃν γεγύμνασαι σὺ μᾶλλον ἐκείνου, καὶ εἴπερ ἔζη, συνεβουλεύσαμεν ἂν αὐτῷ παρὰ σὲ φοιτᾷν, ἵν’ ἐθισθῇ γινώσκειν ἀκόλουθόν τε καὶ μαχόμενον. ἔπειτ’ ἐντεῦθεν ἐκτραπόμενοι συνείρουσι τοὺς ἀσελγεῖς εἰς ὕβριν τῶν προσδιαλεγομένων, οὕτω πολλοὺς ἐφεξῆς ὡς μηκέτ’ ἂν ἐπιτρέπειν φθέγξασθαι μηδενὶ, καὶ τοῦτ’ αὐτοῖς ἐστὶ τὸ τέλος τῆς συνουσίας. ἀλλ’ ἡμῖν γε νῦν οὐχ ὡς ἄν τις ἀμείψαιτο τὸν ὑπαρξάμενον λοιδορεῖσθαι ζητοῦμεν, ἀλλὰ πρῶτον μὲν εἰ Ἐρασίστρατος ἐχρήσατο φλεβοτομίᾳ, δεύτερον δὲ περὶ τῆς δυνάμεως τοῦ βοηθήματος. ἑκατέρου δ’ αὐτῶν ἀποδείξεις εἰσὶν ἴδιαι· τοῦ μὲν μὴ χρῆσθαι φλεβοτομίᾳ τὸν ἄνδρα τά τε συγγράμματα αὐτοῦ καὶ τῶν μαθητῶν οἱ ἀξιοπιστόταται καὶ τοῦ Χρυσίππου διδασκαλεῖον ἅπαν, τῆς δὲ τῶν βοηθημάτων δυνάμεως οὐκ ἔτι ταῦτα, προτάσεις δέ τινες ἀληθεῖς ἅμα τοῖς οἰκείοις συμπεράσμασι. εἰ δὲ ἐάσας τις ταῦτα πάντα τὴν ἀκολουθίαν μόνην ἐπικελεύεσθαι βούλοιτο, κινδυνεύσει τὰ σαφῶς ὑπ’ Ἐρασιστράτου γεγραμμένα, μηδ’ ὅλως οἴεσθαι γεγράφθαι. πρόσχες γοῦν μοι τὸν νοῦν ἐντεῦθεν ἀρξάμενος, ἐν ᾧ περὶ αἵματος ἀναγωγῆς αὐτὸς ἐπαινῶν Χρύσιππον, ὡς καλῶς ἀντὶ τῆς φλεβοτομίας τοῖς διαδέσμοις τῶν κώλων χρώμενον ἔγραψεν αὐτοῖς ὀνόμασι ταυτί· τὸ δὲ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ φλεβοτομοῦντες τοὺς ἀνάγοντας αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων, ἐχόμενον περὶ τὴν ἀναγωγὴν ὃ περὶ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. οὐκ ἔτι προσέθηκεν ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς ἀσιτίαν ἀξιοῖ. λέλεκτο γὰρ αὐτῷ περὶ τοῦδε κατ’ ἐκείνην τὴν ῥῆσιν ἐν ᾗ φησίν· ἀκόλουθον δὲ καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς· στερνούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται. ὥστε τὴν ἀσιτίαν ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς διὰ τοῦτο ἐπαινεῖ, διότι κενοῖ τὰς φλέβας. ἀλλὰ ἐὰν ἑνώσεις τοὺς εἰρημένους δύο λόγους, εἷς ἔσται τοιοῦτος. ὀρθῶς ὁ Χρύσιππος οὐκ ἐφλεβοτόμει τοὺς ἀνάγοντας αἷμα διὰ τὸ χρῄζειν αὐτοὺς ὀλίγον ὕστερον κενωτικοῦ βοηθήματος τῆς ἀσιτίας. οὕτως δ’ αὐτὸς πάλιν ὁ λόγος, κἂν διὰ συντομωτέρων λεχθῇ, τοιοῦτός τις ἔσται. οὔκουν χρὴ κενοῦν τοὺς ἀνάγοντας αἷμα διὰ τὸ μικρὸν ὕστερον ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς κενώσεως χρῄζειν. ἔτι δὲ σαφέστερον οὕτως ἂν ῥηθείη. πρὸ τοῦ καιροῦ τῆς φλεγμονῆς οὐ δεῖ κενοῦσθαι τὰς φλέβας, ὅτι κενουμένων αὐτῶν αἱ φλεγμοναὶ παύονται. καὶ μὴν πρόδηλός γε ὁ λόγος οὗτος ἐναντιοῦται πρὸς ἑαυτῶν. πλὴν οὖν εἴ τις αὐτῷ  βοηθῶν ἰταμῶς δύο ταῦτα εἰσηγοῖτο, τό τε βέλτιον εἶναι κενοῦν τὸ σῶμα κατὰ τὸν τῆς φλεγμονῆς καιρὸν οὐ πρόσθεν, ἀσιτίαν τε μᾶλλον ἢ φλεβοτομίαν, ἀλλ’ ἐᾷν. ταῦτα λέγοντα οὔτε ἀποδεδεῖχθαι τὸ προκείμενον φήσομεν οὔθ’ ὁμολογούμενον ὑπάρχον ἑαυτῷ. διαφέρεται γοῦν τοὺς. λόγους τὰ μέρη μὴ σώζοντα τὴν ἀκόλουθον. ἐναργῶς γὰρ φαίνεται πᾶσιν ἀνθρώποις. ὅσοι γὰρ ἔχουσιν νοῦν τε καὶ σμικρὸν ὥστε σκοπεῖν ὡς θεμένῳ, τὸ παρεμπεπτωκὸς εἰς τὰς ἀρτηρίας αἷμα διὰ τοῦ κενῶσαι τὰς φλέβας εἰς τὴν οἰκείαν ἐπανάγειν χώραν, ὅτι τάχιστα τοῦτ’ εἶναι πρακτέον. ἐναργὲς δὲ καὶ ὅτι βοηθήματι κενωτικῷ χρηστέον ἐλαχίστῳ τε χρόνῳ τὴν κένωσιν ἣν ποιήσασθαι δυναμένων καὶ χωρὶς τοῦ κακῶσαι τὸ σῶμα. δέδεικται γὰρ ὀλίγον ἔμπροσθεν ὅσα βλάπτουσιν αἱ ἀσιτίαι πολλάκις τοὺς κάμνοντας. ἐξεῖναι γοῦν τινὶ λέγειν οὑτωσὶ, γελοιοτάτους ἐγὼ νομίζω τοὺς ὑπολαμβάνοντας Ἐρασίστρατον ἐπὶ τῶν ἀναγόντων αἷμα χρῆσθαι φλεβοτομίᾳ. ὅπου γὰρ ἀσιτίαν ὡς κενωτικὸν ἐπαινεῖ βοήθημα, πολὺ δήπου μᾶλλον αὐτὴν ἐπαινέσει τὴν φλεβοτομίαν. ὅπου δὲ κατὰ τὸν τῆς φλεγμονῆς καιρὸν ἡγεῖται δεῖν ἔτι κενοῦν, εὔδηλον ὅτι μᾶλλον ἀρχομένης αὐτῆς ἢ μελλούσης ἐπαινέσει τὴν κένωσιν. οὐ γὰρ οὕτω γ’ ἦν ἀμαθὴς Ἐρασίστρατος, ὅτι θᾶττον πολὺ ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας ἐπανάξει τὸ αἷμα κατὰ τὴν ἀρχὴν τῆς παρεμπτώσεως, οὔτε σφηνούμενον ἤδη σφοδρῶς, οὔτ’ ἐξικμασμένον ὑπὸ τῆς πυρετώδους θερμότητος, διὰ τοῦτο παχὺ γεγενημένον. ὁ ταῦτα λέγων ἄρ’ οὐκ εἶναι γελοῖον ἑαυτὸν ἀποφαίνων οὐκ ἐκείνοις οἷς ἐγκαλεῖ. γεγραφότος γὰρ αὐτοῦ τοῦ Ἐρασιστράτου μὴ χρῆσθαι φλεβοτομίᾳ, διότι φυλάττειν ἄμεινον ἐστὶν ἐν τῷ τῆς φλεγμονῆς παραληφθήσεσθαι. Ἴσχειν ἀνίατον ἢ πάντως γε δυσίατον, οἷα καὶ ταῖς αἱμοῤῥοΐσιν ἐπιγίνεται. λεγόντων δ’ ἡμῶν ὡς οἱ τῶν κώλων δεσμοὶ τὸ πλῆθος εἰς ἑαυτοὺς ἀγαγεῖν εἰσὶν ἱκανοὶ χωρὶς τῆς φλεβοτομίας, ἀδύνατον ἔφασκεν εἶναι γενέσθαι τοῦτο κατὰ τὰς πληθώρας, ἐφ’ ὧν αὐτὸς ὁ Ἐρασίστρατος ἔφη παραπίμπρασθαι βραχίονάς τε καὶ χεῖρας καὶ κνήμας, τοῦτο γάρ τοι τὸ παραπίμπρασθαι γίνεσθαι διὰ πλῆθος τοῦ αἵματος τεινομένων τῶν ἀγγείων. πῶς οὖν ἔτι δυνατὸν εἰς αὐτὰς μεταστῆσαι τὸ κατὰ βάθος, ὁπότε φαίνεται καὶ τὸ χωρὶς ἐκείνου κινδυνεύειν ἤδη ῥαγῆναι; καὶ μὴν Ἐρασίστρατον γεγράφαμεν ἐπαινεῖν Χρύσιππον, οὐ μετὰ τοῦ διωρίσθαι τὸν λόγον, ὡς νῦν ποιήσω, γράψας, ἀλλ’ ἁπλῶς ἀποφηνάμενος. ἔχει γὰρ ἡ λέξις ὧδε. ἀποδέσεις δὲ ποιεῖσθαι ἐρίοις παρ’ αὐτὰ τὰς μασχάλας καὶ τοὺς βουβῶνας. ἀποδέσεις ἔφη ποιεῖσθαι, μηδὲν ἔτι προσθεὶς τῷ λόγῳ πότερον ἐπὶ μὲν τῶν πληθωρικῶν οὐδὲν μὲν ἀνήσει τὸ βοήθημα, τοὺς δὲ ἄλλους ὠφελήσει, ἀλλ’ ἁπλῶς ἀποφηνάμενος ἵν’ ἐπὶ πάντων σκοπῶμεν. τί γὰρ, ἔφη, προσέθηκεν ἐπὶ πάντων ἀκούσωμεν οὑτωσί πως γράψας· ἀποδέσεις ποιεῖσθαι, ἐρειδέων ἐπὶ πάντων· ἀλλ’ ἁπλῶς εἶπεν, ἀποδέσεις ποιεῖσθαι ἐρίοις παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας, ὡς ἡμῶν δυναμένων νοεῖν ἐπ’ ἐκείνων εἰρῆσθαι τὸν λόγον, ἐφ’ ὧν ἐστὶ δυνατὸν εἰς τὰ κῶλα μεταχθῆναι τοῦ αἵματος. ὡς ἐφ’ ὧν ἀδύνατον, οὐδὲ ἐπιχειρητέον ἐστὶ τοῖς τῶν κώλων δεσμοῖς. τί δή ποτ’ οὖν, ἔφαμεν, οὐκ αὐτὸ τοῦτο ἔγραψεν ὁ Ἐρασίστρατος ὡς σὺ νῦν εἶπες; ὡς ἐπὶ μὲν τῶν οὕτω πληθωρικῶν, ἐν οἷς παραπίμπρανται βραχίονές τε καὶ κνήμαις καὶ πήχεις, αἵματος ἀφαιρεῖν προσήκει, τῶν δ’ ἄλλων διαδεῖν τὰ κῶλα; ὅτι, ἔφην, ἀνθρώποις ἔγραψεν οὐ κοινοῖς δυναμένοις τὰ ἀκόλουθα γνῶναι καὶ πρᾶξαι ταῦτα, καὶ μηδὲ ἐπιχειρεῖν ὅλως ἀδυνάτοις. μὴ δεῖν κελεύεις οὖν ἡμᾶς, ἔφαμεν, ὅταν μέν ποτε πληθωρικὴ διάθεσις ᾖ κατὰ τὸ σῶμα, κᾂν Ἐρασίστρατος μὴ γράψῃ φλεβοτομίαν. ἐναργὲς γάρ ἐστι τοῦτο καὶ φαίνεσθαι σαφῶς ἅπασι καὶ διὰ τοῦτο μηδ’ ὑπ’ Ἐρασιστράτου γεγράφθαι, τὰς ἄλλας διαθέσεις ὅσαι χωρὶς πληθώρας εἰσὶν Ἐρασίστρατος ἔγραψεν ἰᾶσθαι. τὸν δὲ πνεύσαντα πρὸς ταῦτα πρώτης μὲν ἐπακοῦσαι τῆς ἐκ τοῦ τρίτου περὶ πυρετῶν ἠξίωσα ῥήσεως. ἐφεξῆς δὲ καὶ τῆς ἐκ τοῦ προτέρου τῶν ὑγιεινῶν. ἔστι δὲ ἡμῖν ἐκ τοῦ τρίτου τῶν πυρετῶν ἥδε· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέ σεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων. γίγνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώρας. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ πέψεως καὶ ἀναδόσεως, τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν πληρουμένων ἀγγείων τῆς τροφῆς, ἐπιπλέον τε καὶ ἰσχυροτέρας συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὁ Ἐρασίστρατος ἔγραψέ τε τὸ τῆς πληθώρας ὄνομα καὶ θεραπείαν αὐτῆς διδάσκων ἀσιτίας μὲν ἐμνημόνευσε, φλεβοτομίαν δὲ ἐσιώπησε. ὥστε καὶ τετράκις ἐψεύσω βέλτιστε, πρὸς τὸν Ἐρασιστράτειον ἔφην, ἐπειδὴ φαίνεται καὶ θεραπείας πληθώρας ὁ Ἐρασίστρατος γράψας. οὕτω δὲ κᾀν τῷ προτέρῳ τῶν ὑγιεινῶν μετὰ τοῦ προειπεῖν ὅπερ ἄν τις γνωρίζοι πληθώρας ἐφεξῆς ἰάματα γράφων, πάντων μᾶλλον ἢ φλεβοτομίας ἐμνημόνευσεν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· μεγίστην δὲ ἔχειν τισὶν εἰς ὑγείας φυλακὴν, ὡς ἔμπροσθεν συμβαλλόμενον τὸ γνῶναί τε καὶ φυλάξεσθαι δύνασθαι τὴν κατὰ πληθώραν διάθεσιν. δι’ ὧν μὴ δεῖ μάλιστα μὲν ἀρχομένης αὐτῆς διαλύειν· εἰ δὲ μὴ, προσελθούσης πρὸ τοῦ ἀρχὴν ἀῤῥωστίαν ποιῆσαι. πλείους δὲ τρόποι τοῦ διαλύειν τὴν τοιαύτην διάθεσιν εἰσὶν καὶ οὐχ οἱ αὐτοὶ πᾶσιν ἁρμόζουσιν, περὶ ὧν ἂν ἐφεξῆς εἴη τοῦ λέγειν. τοῖς μὲν οὖν εἰθισμένοις διαπονεῖν τῶν σωμάτων κράτιστον ἂν εἴη, τοὺς συνήθους πόνους μικρῷ πλείους ποιοῦνται διαλύειν πειρᾶσθαι τὴν τοιαύτην διάθεσιν, μετὰ δὲ τὰ γυμνάσια ἱδρῶτάς τε ἐν βαλανείῳ ἐκκρίνειν ἢ διὰ πυριάσεως ἐξηράνθαι σύνηθες καὶ λουτρῷ πλείονι χρῆσθαι, καὶ μετὰ ταῦτα πάντα ἐν ἡσυχίᾳ πλείονι γίνεσθαι πλείω χρόνον μηδὲν προσφερόμενον. οὗτος γὰρ καιρὸς μάλιστα συναιρεῖ τὴν πληθώραν ὁ ἀπὸ τῶν γυμνασίων καὶ τοῦ λουτροῦ, ἐὰν μηδενὸς προσενεγκάμενός τις ἡσυχάζει πλέον χρόνον μετὰ ταῦτα, ἄριστον μὲν ἀφαιρεῖσθαι, τὸ δὲ δεῖπνον ἔλασσον λαμβάνειν καὶ ὄγκους ἀτρόφους εἷναι τοὺς προσφερομένους. εἴη δ’ ἂν τοιαῦτα λαχάνων τε γένη  ὠμῶν καὶ ἑφθῶν καὶ κολοκύνται καὶ συκιοὶ, πέπονές τε οἱ ἁπαλοὶ καὶ σῦκα χλωρὰ καὶ τῶν ὀσπρίων τινὰ μετὰ λαχάνων ἑψόμενα, ἄρτος τε μὴ πεπονημένος. ἅπαντα γὰρ τὰ τοιαῦτα τὴν μὲν κοιλίαν εὐέκκριτον ποιοῦσι, τὰ δὲ ἀναδιδόμενα ἀπ’ αὐτῶν οὐδὲ πολλὰ οὐδὲ ἰσχυρά ἐστι. κρεῶν καὶ ἰχθύων καὶ τῶν ἑψημάτων τῶν μετὰ γάλακτος χόνδρου τε καὶ ἀμύλου καὶ πάντων τῶν τοιούτων, ἀφεκτέον ἐν τῷ εἰρημένῳ καιρῷ ἢ ὀλίγοις παντάπασι. χρῆσθαι δὲ τῇ ἀγωγῇ τῆς ἐπιμελείας ταύτης, ὡς ἂν ἀσφαλῶς καθαιρεθῇ ἡ γενομένη πληθώρα. οἷς δὲ μὴ σύνηθες τὸ μὴ διαπονεῖν τῷ σώματι οὐκ ἐπιτήδειον γυμνάσια πλείω ἐμβάλλειν. ταῦτα γὰρ ὁμοίως τοῖς πλείστοις ἀσφαλεῖς ποιεῖται τὰς κενώσεις. χρήσιμον δὲ πᾶσι κοινὸν ὅσοι τυγχάνουσιν εὐεμεῖς ὄντες, τοὺς ἀπὸ τοῦ δείπνου ἐμέτους ποιεῖσθαι, ἐὰν μὴ πρός τι ἄλλο ἀνάρμοστοι ὦσι, μὴ πολὺν χρόνον διαλείποντας ἀπὸ τῆς προσφορᾶς, ἵνα μετέωρά τε τὰ σιτία λαμβάνονται πρὸς τὸ ἐμεῖν καὶ μὴ πολὺ πρὸ τοῦ ἐμεῖν τὰ ἀναδιδόμενα ἀπ’ αὐτῶν. τῇ δὲ ὑστεραίᾳ ἀριστᾷν τε καὶ ἱδρῶτας καὶ λουτρὰ ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισμένα ἐπαναγαγεῖν. ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν· ἄλλοις μὲν τοῖς βοηθήμασιν ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ χρώμενον, φλεβοτομίᾳ καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ συγγράμματος, ἔνθα φησίν· ἐννοεῖν δὲ χρὴ καὶ τὰ τοιαῦτα διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταῦτα φέρονται πάθη, ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος, λέγω δὲ πληθώρας, οἷς πᾶσιν ἐπὶ τοὺς τόπους εἴθισται ἡ ὁρμὴ γίγνεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ τὴν κοιλίαν, ἄλλοις δὲ εἰς ἐπιληπτικὰ πάθη, τοῖς δὲ ἐπὶ τὰ ἄρθρα. ἕκαστον οὖν δεῖ συνθρωτὰ εἰθισμένα ἑαυτῷ συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῷ εἰθισμένῳ εἰς ἐπιληπτὸν φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικὰ, ἀλλὰ τῷ μὲν εἰς πόνους ἀφειδῶς δοτέον, τῷ δὲ φυλακτέον τὰ ἐπιπονώτερα γυμνάσια. κίνδυνος γὰρ ἂν ἦν ἐν τῷ διαπονεῖν ἀρχὴν ῥήξεως γενέσθαι. ὁμοίως τῷ μὲν εἰς ἐπιληπτικὰ φερομένῳ ἀφειδῶς αὐτὸν διδόναι εἰς ἀσιτίαν τε καὶ ὀλιγοσιτίαν. τὰ δὲ πλείω λουτρὰ καὶ μεταβολὴν ἰσχυρὰν ποιοῦντα φυλακτέον. τῷ δὲ ἐπὶ νεφριτικὰ πάθη φερομένῳ σιτία μὲν ἐλαφρὰ ποιεῖν, λουτροῖς δὲ ἀφειδῶς χρῆσθαι, τό τε πινόμενον οὐκ ἐπιτήδειον συστέλλειν, ἵνα μὴ δριμέων τῶν οὔρων γινομένων, ἀναδάκνονται οἱ τόποι δι’ ὧν φέρεται ἡ ἔκκρισις, ἐργῶδές τε καὶ τὸ διαπονεῖν πλείω τοῖς τοιούτοις. οἷς δὲ ἐπὶ σπλῆνα ἢ τὸ ἧπαρ εἴθισται φέρεσθαι, κόπους τε καὶ ψυχρολουσίαν εὐλαβητέον, ἀσιτίαις τε καὶ ὀλιγοποσίαις καὶ λουτροῖς τὸ ἐπίπαν τὴν φυλακὴν ποιεῖσθαι. Ἐν τούτοις πάλιν ὁ Ἐρασίστρατος ἐναργῶς ἐνεδείξατο τὴν αὐτοῦ γνώμην. ἄγε τοὺς ἐκ πληθώρας ἤτοι γ’ αἷμα πτύσειν μέλλοντας, ἢ τοῖς ἐπιληπτικοῖς ἁλώσεσθαι πάθεσι, οὔτε διὰ τῶν ἰσχυρῶς καθαιρόντων φαρμάκων ἐπεχείρησε κενοῦν, ἀλλ’ οὐδὲ διὰ πλήθους τρίψεως ἀσθενεστέρου μὲν ἢ κατ’ αὐτὰ βοηθήματος, ἰσχυροτέρου δὲ οὐ σμικρῷ μόνης τῆς ἀσιτίας. πλήθει γοῦν τρίψεως ἐνίους τῶν τοιούτων ἐκενώσαμεν ὑπὸ μαλακείας ψυχῆς, οὔτε καθαῖρον φάρμακον ὑπομένοντας λαβεῖν οὔτε ἐπιτρέποντας τέμνειν τὴν φλέβα. καὶ εἴπερ ἦν ἱκανὸν ἐπὶ πάντων τὸ βοήθημα τοῦτο, τάχα ἄν τις ἀντὶ φλεβοτομίας αὐτῷ χρῆσθαι διηνεκῶς ἐδύνατο. νῦν δὲ ἐστὶν ὅτε μικρότερον εὑρίσκεται τῆς κατὰ τὸ σῶμα πληθώρας καὶ μάλιστ’ ἀηθῶν τρίβεσθαι κοπώδεσιν αὐτίκα διαθέσεσιν ἁλισκομένων, ἢν ἐπιπλέον τριφθῶσιν. ἔνιοι δὲ πυκνὸν καὶ σκληρὸν ἔχουσι τὸ δέρμα, κᾂν πλείστη τρίψις προσαχθῇ, κένωσις βραχυτάτη γίνεται. εἰ δέ τις ἰατρὸς ἐπιμελῶς ὁμιλήσει τοῖς ἔργοις τῆς τέχνης αὐτῇ τῇ πείρᾳ διδαχθεὶς, οἶδεν ὅπως ἐπικαλεῖται παροξυσμὸν ἐπιληπτικὸν ἡ τοῦ στομάχου κένωσις. ἔγνω δὲ καὶ τοὺς ἐπὶ κακοπραγίᾳ μόνῃ στομάχου ταῖς ἐπιληψίαις ἁλισκομένους, ὧν ἔνιοι βλάπτονται μεγάλως ὑπὸ τῆς ἀσιτίας, ὥσπερ γε καὶ Διόδωρος ὁ γραμματικός. οὗτος γὰρ εἴ ποτε κατά τινα περίστασιν γραμμάτων ἐπιπλέον ἄσιτος διετέλεσεν, ἐπιληπτικὸς ἐσπᾶτο. καὶ τοίνυν ἐπενοήσαμεν αὐτῷ βοηθήματι περὶ τρίτην ὥραν ἢ τετάρτην ἄρτον προσλαμβάνειν ἐξ οἴνου κεκραμένου. καὶ τούτῳ χρώμενος ἐτῶν ἤδη πολλῶν ὑγίαινε, μόνου φροντίζων ἑνὸς τοῦ πέπτειν ὅτι κάλλιστα τὴν ἐπὶ τῷ δείπνῳ τροφήν. καὶ ποτὲ διά τινα χρείαν πολιτικὴν ἀναγκασθεὶς ἐπὶ τῆς ἀγορᾶς ἕως μεσημβρίας ἄσιτος διατρῖψαι, καταπεσὼν ἐσπάσθη. οὗτος μὲν οὖν, ὡς ἔφην, ἐπὶ τῷ στομάχῳ κακοπραγοῦντι ταῖς ἐπιληψίαις ἡλίσκετο. τοὺς δὲ ἄλλους εἰ καὶ μὴ μόνους, ἀλλ’ ὅταν ἐπιτηδείως ἔχῃ, συμπαροξύνει τε κἀξέλκει διὰ ταχέων ὁ στομαχὸς βλαβεὶς εὔδηλον. ἔστι δ’ ὅτε τὸ στόμα τῆς γαστρὸς ὀνομάζεται στόμαχος ὑπὸ τῶν ἰατρῶν. ἐν ταύταις ταῖς διαθέσεσι καὶ πολλοῖς γε ἤδη πρὸ ἡμῶν ἐγνώσθησαν αἱ τοιαῦται διαθέσεις ὑπὲρ ὧν ἑτέρωθι κάλλιον εἰπεῖν. ἐν δὲ τῷ παρόντι μέχρι τοσούτου λελέχθαι, μετρίως δηλούντων ἡμῶν ὅτι πολλοὶ τῶν ἐπιλήπτων ὑπὸ τῶν μακροτέρων ἀσιτιῶν κακούμενοι τὸν στόμαχον ἐξ αὐτοῦ τούτου παροξύνονται. ὑποκείσθω τοίνυν ὁ μὲν ἄνθρωπος εἶναι πληθωρικὸς οὕτως ὡς παραπεπρῆσθαι βραχίονάς τε καὶ τὰ περὶ μηροὺς καὶ κνήμας, ἡ δ’ ὥρα τοῦ ἔτους ἔαρ εἰσβαλὸν, οὐδὲ γὰρ οὐδὲ αὐτὴ σπάνιος ὑπόθεσις, ἀλλ’ ἡμεῖς μὲν καὶ πάνυ πολλάκις ἐθεασάμεθα διακειμένους οὕτως ἀνθρώπους ἐν ἐκείνῳ τῷ καιρῷ. προσυποκείσθω δὲ καὶ τρίψεων εἶναι καὶ γυμνασίων ἀήθης ὁ τοιοῦτος, ὑπό τε τῆς ἀσιτίας κακούμενος, εἶτα ζητῶμεν ὅπως αὐτὸν κενώσωμεν. ἆρά γε λουτροῖς πλείοσιν ἢ γυμνασίοις ἢ τοῖς ἀπὸ δείπνων ἐμέτοις ἢ ἀσιτίαις; ταῦτα γάρ ἐστιν Ἐρασιστράτῳ πλήθους ἰάματα. γυμνάσια μὲν οὖν οὐδὲ αὐτὸς ἀξιοῖ χρῆσθαι τοὺς ἀήθεις. λουτρῶν δὲ εἴργει πάντας ἁλῶναι πάθεσιν ἐπιληπτικοῖς. εἴρξει δ’, οἶμαι, καὶ τῶν ἐμέτων αὐτοὺς ἐναργῶς πληρούντων κεφαλὴν. ἡ δ’ ἀσιτία μόνη τῶν οὕτω πεπληρωμένων  ὡς τάσεως σφόδρα αἰσθάνεσθαι κατὰ τὰ σκέλη καὶ τὰς χεῖρας οὐχ ἱκανὴ κενοῦν αὐτάρκως μετὰ τοῦ καὶ βλάπτειν ἰσχυρῶς, εἰ τὸν στόμαχον ἔχοιεν εὐπαθῆ. πῶς οὖν αὐτὸν κενώσομεν; ἆρά γε μόναις τρίψεσιν, ὧν οὐδ’ ὅλως ἐμνημόνευσεν Ἐρασίστρατος; ἀλλὰ τοῖς ἀήθεσιν οὐχ οἷόν τε τρίψιν τοσαύτην προσφέρειν ὡς αὐτάρκως κενῶσαι· ἢ διαδήσωμεν αὐτὸν ἐρίοις; ὅπερ οὐδὲ ὅλως εἶπεν ὁ Ἐρασίστρατος ἐνταῦθα, καίτοι γε ἐν τῷ περὶ αἵματος ἀναγωγῆς εἶπεν. ὑποκείσθω δ’, ὡς εἴρηκεν, ἐκ περιουσίας ἡ σκέψις γένηται. ἀλλ’ εἴρηται καὶ πρόσθεν ὡς ἀνιαρόν τε ἀλλὰ καὶ ἀδύνατον εἶναι τὸ βοήθημα τοῦτο, τοὺς εἰς τοσοῦτο πληθώρας ἥκοντας ὡς εἰς τὰ κῶλα πιπρᾶσθαι νομίζειν. οὐδὲ ἐκεῖνο δυνατὸν εἰπεῖν, ὅπερ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς ὁ Ἐρασίστρατος ἔγραψεν, ὡς ἐχόμενός τε περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος ἐστίν. ἐν ᾧ τῶν ἀσιτιῶν ἀναγκάζει, ὡς παραλαμβανομένων οὐ χρὴ τῇ φλεβοτομίᾳ προσκαταλελύσθαι τὴν δύναμιν. οὐδεμία γὰρ ἀνάγκη φλεγμονὴν ἀκολουθῆσαι τῇ πληθώρᾳ φθασάντων αὐτὴν κενῶσαι. ἀλλά τοι καὶ τούτου τοῦ πιθανοῦ μὲν οὐ μὴν ἀληθοῦς κατὰ τὴν τῶν ὑγιεινῶν πραγμάτων ἐκποδῶν ὄντος, ὅμως ὁ Ἐρασίστρατος οὐκ ἐτόλμησεν ἐκκενῶσαι διὰ φλεβοτομίας, τὸ μέλλον ἤτοι γ’ ἐπιληψίαν ἢ αἵματος ἀναγωγὴν ἐργάζεσθαι πλῆθος. οὕτως ἄρα προκείμενόν ἐστιν αὐτὸ διαφυλάττειν ἀεὶ τὸ τοῦ Χρυσίππου καὶ μὴ φλεβοτομίᾳ χρῆσθαι, μήτε τινι τῶν ἰσχυρῶς καθαιρόντων φαρμάκων. ἐνῆν γοῦν καὶ διὰ φλεβοτομίας, ἀλλὰ καὶ διὰ καθάρσεώς γέ τινος ἐκκενῶσαι τὸ πλῆθος. οὐ μήν γε ὁ Ἐρασίστρατος ἔγραψεν ὑπὲρ αὐτῶν, ὥσπερ γε οὐδὲ ἐν τοῖς περὶ παραλύσεως ἢ περὶ ποδάγρας. αἰτιᾶται μὲν γὰρ κἀκεῖ τὴν πληθώραν, οὔτε δὲ φλεβοτομίας οὐδέ τινι τῶν δραστηρίων χρῆται καθαρτικῶν φαρμάκων. ἔτι δὲ ἐναργέστερον ἐδήλωσε τὴν ἑαυτοῦ γνώμην ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν ἐκείνῳ τῷ μέρει τοῦ γράμματος ἔνθα φασὶν ἐνίους τῶν ἀνθρώπων εἰς κίνδυνον ἥκειν αἵματος ἀναγωγῆς ἐπισχεθείσης αὐτοῖς συνήθους ἐκκρίσεως. μεμνημένος γὰρ ἅμα ταῖς ἄλλαις ἐπισχέσεσι καὶ τῆς τῶν ἄλλων αἱμοῤῥοΐδων ἀφαιρέσεως, οὐχ ἁπλῶς εἶπεν ὅτι κενοῦν χρὴ τοὺς τοιούτους, ἀλλὰ κατ’ εἶδος ἔγραψε τὰ κενωτικὰ βοηθήματα, καθάπερ ἐν τοῖς ἄλλοις βιβλίοις, οὕτω κἀνταῦθα τὰ δοκοῦντα αὐτῷ πάντα χωρὶς τῆς φλεβοτομίας. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τοῖς μὲν οὖν νῦν ἐνεστῶσιν οἷς ἔκκλυσις αἵματος πλείων εἴθισται γίγνεσθαι, ἐκκρίσεις ἁρμόττοιεν ἂν οὐρήσεών τε καὶ ἱδρώτων. ἁρμόζει δὲ καὶ συστολὴ τῶν προσφερομένων καὶ περιπάτων πλῆθος ἐπιπέδων μὴ ταχέων. ἐν τούτοις πάλιν ἱδρῶσιν καὶ οὔροις καὶ ἀσιτίαις καὶ περιπάτοις ἐκκενῶν τὸ πλῆθος, οὐ χρῆται φλεβοτομίᾳ. καὶ μὴν εἰ μήτε πρὶν γενέσθαι τὴν φλεγμονὴν μήτε γενομένης ἢ ὑποπτευομένοις ἔσεσθαι παραλαμβάνειν φλεβοτομίαν ὡσαύτως ἐδήλωσε δι’ ἑνὸς τούτου βιβλίου, περιττὸν ἦν κατ’ ἄλλην πραγμάτων αὐτὸν μνημονεύειν φλεβοτομίας, ἐν ᾗ φλεγμονὴν ἤτοι γεγενημένην ἤδη θεραπεύει, καθάπερ ἐν τῇ περὶ τῶν πυρετῶν, ἢ μέλλουσαν, ἢ ὑποπτευομένην, ἢ ἀρχομένην ὡς ἐν ταῖς ἄλλαις. ἀλλ’ οὐδὲν τούτων ὁρῶντες ἔνιοι τῶν Ἐρασιστρατείων εἴπερ φασὶ ὡς κενωτικοῦ τε βοηθήματος χρῆται τῇ φλεβοτομίᾳ. καὶ γὰρ Ἐρασιστράτου σαφῶς εἰρηκότος αὐτὸ τὸ ἐναντιώτατον. ἐπειδὴ γάρ φησι κατὰ τὸν φλεγμονῆς καιρὸν οὐκέτι ῥᾴδιον προσφέρειν σιτία τούτῳ μὴ χρῆσθαι φλεβοτομίᾳ μελλούσης ἔσεσθαι φλεγμονῆς. ὁ τοίνυν λόγος οὗτος ἄντικρυς ἐνδείκνυται φυλάττεσθαι φλεβοτομίαν, ἐφ’ ὧν μέλλομεν ἀσιτίαν συμβουλεύειν. οὐκ οὖν ἐνδέχεται καθ’ ἕνα καὶ τὸν αὐτὸν ἄῤῥωστον ἄμφω παραλαμβάνειν τὰ βοηθήματα, τὴν ἀσιτίαν καὶ τὴν φλεβοτομίαν. ὥστε εὔδηλον εἴποθ’ εὕροι Ἐρασίστρατος συμβουλεύοντος τὴν ἀσιτίαν μὴ χρῆσθαι τηνικαῦτα φλεβοτομίᾳ, διὰ τοῦτο γοῦν οὐδὲ ἐμνημόνευσεν, ὡς ἔφην, ἔτι τοῦ βοηθήματος ἐν ταῖς ἄλλαις πραγματείαις. ἐν ἁπάσαις γὰρ αὐταῖς, ὡς δέδεικται, συμβουλεύων ἀσιτίαν ἀναιρεῖ δηλονότι τὴν φλεβοτομίαν οὐκ ὀρθῶς μὲν πράττων, ὥσπερ καὶ καθ’ ἑκατὸν ἡμῖν πρότερον, ὡς ἔφην, ἐδείχθη γράμμα, μικρότερον ἁμαρτανόντων τῶν οἰομένων ἅπαντας ὅσοι χρῄζουσιν ἀσιτίας, εὐθὺς τούτους δεῖσθαι φλεβοτομίᾳ. ἐγὼ γὰρ ἐπιδείξω κατὰ τὸν ἑξῆς λόγον οὐ μόνον ἅπαντας οὐ δεομένους φλεβοτομίας, ἀλλ’ οὐδὲ τοὺς πληθωρικοὺς αὐτοὺς, ἐὰν μὴ πρότερον αὐτό τε τὸ πλῆθος ὁποῖόν τι τὴν φύσιν ἐστὶ διορίσεται καὶ μετὰ τοῦτο τὴν ἕξιν τοῦ κάμνοντος ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ κατάστασιν, ὅσα τε προηγεῖται καὶ ὅσα πάρεστι τῷ κάμνοντι συμπτώματα. καθ’ ἕκαστον γὰρ τούτων ἐπειδείξω πολλοὺς μὴ φέροντας ἀβλαβῶς τὴν φλεβοτομίαν. ὥσπερ αὖθις πάλιν ἑτέρους ἐπειδείξω χωρὶς πληθώρας δεομένους φλεβοτομίας. ἐπειδὰν δὲ ταῦτα διορίσωμαι, τόν τε καιρὸν ἐρῶ τῆς φλεβοτομίας καὶ τὸ μέτρον, ἔτι τε πρὸ τούτων τὴν ἐν τοῖς τμηθησομένοις φλεψὶ διαφοράν. εἰρήσεται δὲ καὶ περὶ τοῦ πλεονάκις ἢ ἅπαξ ἀφαιρεῖν. ἐπί τε τούτων οὐδὲν ἧττον ὥς τινες ἐν ἦρι φλεβοτομεῖν ἢ καθαίρειν ἔτι ὑγιαίνοντας προσήκει.