Ἀλλὰ κᾂν τοῦτό τις αὐτοῖς συγχωρήσῃ, καίτοι φανερῶς ὂν ἄτοπον, ἄλλα μεγάλα καὶ πολλὰ λείπεται σκέμματα τῷ μέλλοντι χρήσασθαι προσηκόντως τῷ βοηθήματι. πρῶτον μὲν εἰ μηδὲν διαφέρει τέμνειν ἡντινοῦν φλέβα, καθάπερ οἴονταί τινες, ἢ καθ’ ἕκαστον τῶν πεπονθότων μορίων ἰδίαι φλέβες εἰσὶν αἱ ταχέως ἐκκενοῦσαι τὸ πλῆθος αὐτῶν. δεύτερον δ’ ἐπὶ τούτῳ σκέμμα, πότερον ἅπαξ ἢ πλεονάκις ἀφαιρεῖν προσήκει. καὶ τρίτον δ’ ἐπ’ αὐτοῖς σκοποὺς ἐξευρεῖν, οἷς προσέχων τις ἀκριβῶς στοχάσαιτο τοῦ μέτρου τῆς κενώσεως. καὶ τέταρτον ὁ καιρὸς ἐν ᾧ χρὴ μάλιστα ποιεῖσθαι τὰς φλεβοτομίας, εἰ μηδέν ἐστιν ἐξαίρετον, αὐτὸ τοῦτο σὺν ἀποδείξει διδάξεται. τῷ μὲν οὖν ὅλως ἀποστάντι φλεβοτομίας οἴχεταί τε καὶ συνανῄρηται τούτων ἁπάν των ἡ σκέψις, τῷ προθεμένῳ δ’ ἐξ ἀνάγκης ἕπεται. καὶ γάρ τοι κᾀπὶ τῶν ἄλλων βοηθημάτων ἁπάντων ὁ αὐτός ἐστι λόγος, οἷον ἐλλεβόρου, σκαμμωνίας, οἴνου, λουτροῦ, σιτίων. εἰ μὲν γὰρ μηδ’ ὅλως ἐστὶ χρηστέον ἐπὶ τῶν νοσούντων ὁτῳδήποτε τῶν εἰρημένων, οὔτε καιρὸς οὔτε ποσότης οὔτε τρόπος τῆς χρήσεως οὔτ’ ἄλλο οὐδὲν ἔτι καὶ ζητηθήσεται τῷ καθ’ αὑτό. προσιεμένῳ δὲ τὴν χρῆσιν ἀναγκαῖόν ἐστι περὶ τούτων πάντων διελθεῖν, οὐ μόνον ἐπὶ τῶν δραστικῶν βοηθημάτων, ἐν οἷς εἰ παροφθείη τι σμικρὸν, ἡ βλάβη μεγίστη δι’ αὐτὸ γίνεται τοῖς νοσοῦσιν, ἀλλὰ κᾀπὶ τῶν ἐλαττόνων. καὶ φαίνεται τοῦτο οὕτως γινόμενον ἑκάστης ἡμέρας ἐπὶ πάντων τῶν νοσούντων. οὐδεὶς γοῦν εἰπὼν ἰατρὸς, ἄνθρωπος οὗτος τραφήτω, χαρίζεται, μήτε τὸν καιρὸν ἔτι προσθεὶς, ἐν ᾧ κελεύει τραφῆναι τὸν κάμνοντα, μήτε τὸ σιτίον ὁρίσας αὐτὸ, μήτε τὴν ποσότητα μήτε τὴν σκευασίαν, ἢ τὴν τῆς χρήσεως τάξιν, ἀλλ’ ἕκαστον τούτων ἀκριβῶς ἐκδιηγεῖται τοῖς παροῦσιν ὅπως δεῖ πραχθῆναι. καὶ τοίνυν καὶ γράφουσιν ἐν τοῖς βιβλίοις ἅπασιν ἐφ’ ὧν ἂν πράττουσι βοηθημάτων ἑξῆς ταῦτα σύμπαντα, καί τινες γ’ αὐτῶν, ὅσοι οὐ μακρολογώτεροι, χρονίζουσιν τῇ διηγήσει, οὐ μακρολογίαν, ἀλλ’ ἐπιμέλειαν ἡγούμενοι τὴν τοιαύτην διδασκαλίαν. Ἱπποκράτης μὲν ἐν τοῖς πλείστοις τῶν ἑαυτοῦ συγγραμμάτων ἐσχάτως βραχυλόγος ὢν, ὅμως οὐκ ὀκνεῖ γράφειν ἐπὶ τῆς φλεβοτομίας οὔτε τὸ μέρος τοῦ σώματος, ἐν ᾧ χρὴ τμηθῆναι τὸ ἀγγεῖον, οὔτε τὸ μέτρον τῆς κενώσεως οὔτε τὸν καιρόν. Ἐρασίστρατος δὲ, ὃν οἱ νῦν Ἐρασιστράτειοι φασὶ χρῆσθαι φλεβοτομίᾳ, μακρολογότερος ὢν, ὡς ὀλίγον ὕστερον δείξω, πρῶτον μὲν οὐδὲ αὐτὸ τὸ ὄνομα ὑπέμεινε προσγράψαι τῆς φλεβοτομίας ἅμα τοῖς ἄλλοις βοηθήμασι· εἶτα παρέλιπεν ἑξῆς πάντα τὰ κατειλεγμένα καὶ τὸν καιρὸν καὶ τὸ μέτρον καὶ τόπον ἀγγείου καὶ τρόπον χρήσεως, ὁ μηδ’ ὡς χρὴ τὰ καταπλάσματα ἐφ’ ἕκαστον τῶν νοσούντων προσφέρειν ἢ τὴν μᾶζαν φυρᾷν, ὀκνῶν προσγράφειν, ὁ μηδὲ περὶ τῆς τῶν λαχάνων ἑψήσεως σιωπῶν. ἄκουσον γοῦν ἃς γράφει κατὰ τὴν περὶ τῆς κοιλίας πραγματείαν προσφοράς. τὴν μὲν πρώτην προσφορὰν ἄλφιτα κριμνώδη πεφρυγμένα εὖ ἀποσεσεισμένα. ὅταν δὲ προσφέρεσθαι μέλλῃ, ἔν τινι ψυκτῆρι ἐπιχέοντα ὕδωρ φυράσαντα διδόναι, μηδ’ εἰς ἅπαξ δὲ ἅπαν ὃ ἂν μέλλῃς διδόναι φυράσας, ἀλλὰ δὶς ἢ τρὶς, ὅπως μὴ ξηρὰ γενομένη ἡ μᾶζα δυσάλωτος μὴ πολὺ τὸ ὑγρὸν ἀναδέξηται. οὐδὲν γὰρ τούτων χρήσιμον. προσεσθίειν δὲ διδόναι τῶν κιχωρίων συχνὰ εἰς ὄξος μὴ δριμὺ ἐμβάπτοντας καὶ ἐπὶ τῶν σιτίων ἀναλίσκειν. ἑφθὰ κιχώρια ἑψῆναι δεῖ δύο παρασκευάζοντας χυτρίδας, καὶ εἰς μὲν τὴν μίαν ἐμβάλλοντας ἑψεῖν, ὅταν δὲ ἤδη καθεψηθέντα εὖ μάλα ᾖ καὶ ἡ ἑτέρα χύτρα τοῦ ὕδατος ζέῃ, μεταγγίζειν αὐτὰ εἰς τὴν ἑτέραν. εἶναι δὲ δέσμια ὅπως εὐμετάθετα ᾖ. συνεψήσαντα δὲ καὶ ἀποχέοντα τὸ ὕδωρ ἀρτύσαι ἁλὶ καὶ ἐλαίῳ καὶ διδόναι προσφέρεσθαι. ἆρ’ ἐπινοεῖς ἔτι δύνασθαί τι ἐπιμελέστερον γράψαι τὰ σμικρότατα τοῦ μηδ’ ὅτι χρὴ δεσμίδια ποιεῖν τῶν κιχωρίων, ὅπως εὐμετάθετα ᾖ, σιωπήσαντος; εὔδηλον γὰρ ὅτι τὰ λελυμένα δυσμετάθετα γίγνονται καὶ διὰ τοῦτο κηδόμενος οὐ μόνον ἡμῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν ἑψόντων τὰ λάχανα μαγείρων ἐδίδαξεν αὐτοὺς ὡς χρὴ συνδεῖν τὰ λάχανα. τοιοῦτος δ’ ἐστὶ κᾀπειδὰν ἤτοι καταπλάσματός τινος γράφῃ σκευασίαν ἢ περιπατεῖν κελεύῃ τοσούσδε σταδίους ἢ τρίβεσθαι τρίψεις τοσαύτας, ἤ τι τοιοῦτον ἕτερον, ἐφ’ οἷς ἤδη τινὲς οὐ μόνον οὐκ ἐπαινοῦσι τῆς περιττῆς ἐπιμελείας, ἀλλὰ καὶ ψέγουσι ὡς ὅρους καὶ μέτρα τιθέμενον ἐπὶ τῶν ἀόριστον ἐχόντων τὴν ποσότητα. τίς ἂν οὖν οὐ πεισθῇ τὸν οὕτως ἐπιμελῆ κεχρῆσθαι μὲν ὁμοίως τοῖς ἄλλοις, φλεβοτομίας μηδαμόθεν δ’ αὐτῆς μνημονεῦσαι πλὴν ἅπαξ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς; οὐδ’ οὖν οὐδὲ τότε χρώμενον, ἀλλὰ τοὐναντίον ἅπαν ἐπαινοῦντα τὸν Χρύσιππον ἐπὶ τῷ μὴ χρῆσθαι φλεβοτομίᾳ καὶ τὴν ἀπόδειξιν αὐτοῦ καθ’ ἣν ἀποδεικνύναι νομίζει τὸ Χρυσίππου δόγμα περὶ τῆς φλεβοτομίας, τοῦ μᾶλλον τῶν αἷμα πτυσάντων κοινὴν εἶναι λέγοντος ἢ ἄλλων ἁπάντων οἷς μόριόν τι τοῦ σώματος μέλλει φλεγμαίνειν. ἀλλὰ περὶ μὲν τοῦδε καὶ αὖθις εἰρήσεται. νῦν δ’ ὅπερ ἔλεγον ἀναληπτέον, ὡς οὐκ ἂν Ἐρασίστρατος ἐπὶ πλεῖστον ἐκτείνων ἅπαντας τοὺς λόγους, καὶ μέντοι καὶ δὶς καὶ τρὶς ἐνίοτε διεξερχόμενος ἕνα λόγον ἐν διαφέρουσι βιβλίοις, ὀλιγώρησεν ἄν που κᾂν ἅπαξ έ συλλαβὰς προσγράψαι παρενθεὶς ἅμα τοῖς ἄλλοις βοηθήμασι τὸ τῆς φλεβοτομίας ὄνομα, πρὸς τῷ καὶ τὴν ποσότητα πάντως ἂν αὐτῆς εἰπεῖν, ὡς ἐπ’ ἄλλων ἐποίησε, καὶ τὸν καιρὸν, ὡς εἴρηται πρόσθεν, ὅσα τ’ ἄλλα τοιαῦτα. τινὲς μέν γε τῶν ἰατρῶν ἐπὶ σημείοις  ὁρίζουσι τὸ ποσὸν τῆς κενώσεως, οἷον εἰ μεταβάλλοι κατὰ τὴν χρόαν ἢ τὸν τόνον ἢ τὴν ῥύσιν τοῦ αἵματος, ἢ εἰ καταπίπτοιεν εἰς ἀτονίαν οἱ σφυγμοὶ καί τινες ἱδρῶτες ἐπιφαίνοντο ἐν αὐτῷ τῷ καιρῷ τῆς ἀφαίρεσεως. ταῦτα δ’ οὖν καὶ Ἱπποκράτης πόνους φησὶν, καὶ τοὺς σφοδροτέρους τῶν ἐμέτων καὶ τὰς ἀλογωτέρας διαχωρήσεις ἄλλοις διείρηκεν ἄχρι λειποθυμίας ἄγειν τὴν κένωσιν, ὁπόταν τι φαίνηται κατὰ τὸν λόγον αὐτῇ γινομένῃ τῆς κενώσεως, οὐχ ὑπὸ χυμοῦ ῥυέντος εἰς τὸ τῆς γαστρὸς στόμα. πολλάκις γὰρ ἐναργῶς φαίνεσθαι διὰ χολὴν ἢ διὰ φλέγμα συῤῥυὲν ἐνταῦθα λειποθυμίαν γινομένην. ἔνιοι δὲ τῇ τε τοῦ παντὸς σώματος μεταβολῇ κατὰ χρόαν καὶ τῇ κατὰ τοὺς σφυγμοὺς ἐτεκμαίροντο τὴν σύμμετρον ἀφαίρεσιν καὶ διὰ τοῦτο εἰς ἅπαξ ἀπαγορεύουσιν ἢ χρῆσθαι δαψιλεῖ τῇ κενώσει, βέλτιον εἶναι τοῖς ἐπιγινομένοις τεκμηραμένους πρότερον οὕτως ἐπὶ τὴν τοῦ λυποῦντος ἔρχεσθαι κένωσιν. ἄλλοι δέ τινες ἐτόλμησαν ἤδη τι καὶ μέτρον ὁρίζειν οἷον ἤτοι δύο κοτύλας Ἀττικὰς εἶναι τὴν σύμμετρον ἀφαίρεσιν ἢ βραχὺ πλείω ἢ ἔλασσον, ὡς ἐκ τοῦ συμμέτρου δυνησομένων ἡμῶν εὑρίσκειν τὸ μᾶλλόν τε καὶ ἧττον ἁρμόττον ἑκάστῳ τῶν φλεβοτομουμένων καθ’ ἡλικίας καὶ φύσεις καὶ ὥρας καὶ χώρας. οὐκοῦν Ἐρασίστρατον ἀριθμὸν μέν τινα τρίψεως ὁρίζειν, ἵνα κᾂν σφαλῶμεν τῆς ἀκριβοῦς συμμετρίας, οὐδεμία μεγάλη βλάβη, μετὰ δὲ μηδὲν εἰπεῖν ὅλως ἐπὶ φλεβοτομίας. ἐγὼ μὲν γὰρ εὖ οἶδα ὅτι καὶ περὶ τῶν φλεβῶν αὐτῶν τῶν τμηθησομένων ἔγραψεν ἂν οὐκ ὀλίγα καὶ μάλισθ’ ὅτι πολλάκις Ἱπποκράτης αὐτῶν ἐμνημόνευσεν. ἐνίοτε μὲν κατὰ ἰγνὺν ἢ παρὰ σφυρὸν, ἐνίοτε δὲ τὴν ὀρθίαν ἐν τῷ μετώπῳ καὶ αὖθις τὴν ἐπὶ τῇ γλώττῃ. περὶ μὲν γὰρ τῶν κατ’ ἀγκῶνα τί δεῖ καὶ λέγειν ὡς οὐκ ἂν ἐσιώπησεν ὁ Ἐρασίστρατος, εἴτε χρὴ πάσας ἐπὶ πᾶσι τέμνεσθαι νοσήμασι, εἴθ’, ὡς Ἱπποκράτης ἐκέλευεν, ἄλλην ἐπ’ ἄλλων; τοῦ γὰρ οὕτως ἐπιμελῶς γράφοντος πάντα καὶ τοῦτο ἦν ἔργον οἰκεῖον ὁρίσαι μέν τί ἄμετρον ἐν τηλικούτῳ βοηθήματι, προσγράψαι δ’ ἣν ἔχει γνώμην ὑπὲρ τῶν φλεβῶν, ὥσπερ οἱ ἄλλοι πεποιήκασιν ἰατροὶ, τινὲς μὲν οὐδὲν δια φέρειν φάσκοντες ὁποίαν ἄν τις ἐθέλοι τέμνειν φλέβα· κενοῦσθαι γὰρ ἐξ ἑκάστης αὐτῶν ὁμοτίμως τὸ πᾶν· τινὲς δὲ πάμπολλα ἡγούμενοι καὶ παρὰ τοῦτο γίνεσθαι διαφοράν. ἐνίας μὲν γὰρ αὐτῶν θᾶττον, ἐνίας δὲ ἐν χρόνῳ πλείονι τὸ πεπονθὸς μέρος ἐκκενοῦν. ὁ τοίνυν μήτε τούτων τι γράψας μήτε τοῦ μέτρου τῆς φλεβοτομίας ὁρίσας τοὺς σκοποὺς, εὔδηλον διὰ τοῦτο παραλελοιπὼς ἅπαντας τούσδε τοὺς λόγους ὅτι μηδ’ ὅλως ἐχρῆτο τῷ βοηθήματι. ὥσπερ γὰρ ὁ μηδέποτε χρώμενος ἐπ’ ἀῤῥώστου καταπλάσμασι γράφειν οὐ δύναται τὰς διαφορὰς αὐτῶν ἢ τὰς σκευασίας ἢ τὸν καιρὸν ἢ τὸν τρόπον τῆς χρήσεως, ἀναγκαῖον δ’ εἶναι τοῖς χρωμένοις, ὥσπερ Ἐρασίστρατος ἐχρῆτο, καὶ περὶ τούτων ἑκάστου διορίσαι, κατὰ τὸν αὐτὸν τρόπον ὅσοι μὲν μηδ’ ὅλως χρῶνται φλεβοτομίᾳ, καιρὸν καὶ τρόπον χρήσεως καὶ σκοποὺς τοῦ μέτρου γράφειν οὐ δύνανται. τοῖς χρωμένοις δ’ ἀναγκαῖόν ἐστι καὶ περὶ τούτων διορίσασθαι καὶ πολὺ μᾶλλον ὑπὲρ τῆς φλεβῶν διαφορᾶς, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν τοσοῦτον ὡς οὐδὲν διαφέρει τήνδε πρὸ τῆσδε τέμνειν, ὁμοίως ἁπασῶν ἐκκενοῦν δυναμένων τὰ φλεγμαίνοντα μόρια.