ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ ΕΡΑΣΙΣΤΡΑΤΕΙΟΥΣ ΤΟΥΣ ΕΝ ΡΩΜΗΙ. Ὅτε τὸ πρῶτον ἧκον εἰς Ῥώμην, εὗρόν τινας ἰατροὺς εἰς τοσοῦτον φυλαττομένους φλεβοτομίαν ὥστε ἐνίοτε διὰ πλῆθος ἀνθρώπου πνιγομένου, μηδὲ τότε χρῆσθαι τῷ βοηθήματι. καί τινα γυναῖκα τῇ μὲν ἡλικίᾳ σχεδὸν ἐτῶν κά, ἐξ ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως ἐρυθρόν τε τὸ πρόσωπον ἔχουσαν καὶ βήττουσαν ἀτρέμα καὶ δυσπνοοῦσαν ἤδη που σμικρὰ διαδοῦντας ἐρίοις δεσμοῖς τὰ κῶλα καὶ ἀσιτεῖν κελεύοντας, οὔτε δὲ αὐτοὺς φλεβοτομοῦντας ἡμᾶς τε κωλύοντας· ἐπεὶ ᾧ συνήθες εἶναι τοῖς οἰκείοις τῆς γυναικὸς καὶ πρεσβύτεραι μᾶλλον ἐπιστεύοντο. πείθειν μὲν αὐτοὺς ἔτι περὶ τῆς φλεβοτομίας οὐδὲ ἐπεχείρησα, προσανηρώτησα δ’ εἰ μὴ κωλύοιεν ἐρεθίζειν ἐπὶ μήτραν τὸ αἷμα τοῖς τοῦτ’ ἐργάζεσθαι δυναμένοις φαρμάκοις. ὡς δὲ συνεχώρησαν, ἑτοίμως τὴν συνήθη τῇ καμνούσῃ μαιεύτριαν ἐξ ευρὼν ἐπὶ τὴν χρῆσιν αὐτῶν προὔτρεπον. ἡ δὲ κεχρῆσθαι καθ’ ὃν ἐχρῆν καιρὸν ἔλεγεν, ἡνίκα ἐπίδοξος ἡ ἔμμηνος ἦν ἔσεσθαι κάθαρσις. ἐμέμνητό τε τῶν φαρμάκων ἃ προσήνεγκε τῇ γυναικὶ, δοκίμων ἁπάντων ὄντων, ὡς μὴ δόξαι τινὰ τῇ τούτων ἀσθενείᾳ τὴν βοήθειαν ἄπρακτον γενέσθαι. ταῦτά τε οὖν ἐγὼ πυθόμενος, ἔτι τε πρὸς τούτοις ὅτι τέταρτος εἴη μὴν πεπλησμένος τῆς ἐπισχέσεως τοῦ αἵματος, αὖθις ἐντυχὼν τοῖς ἰατροῖς ἐπεχείρουν πείθειν ἐπὶ τὴν φλεβοτομίαν ἀφικέσθαι. μὴ βουληθέντων δὲ θαυμάζων εἰ διὰ μὲν τῆς μήτρας ἐκκενῶσαι τὸ περιττὸν αἷμα σπουδάζουσιν, ἀναστομώσαντες δηλαδὴ φλέβας ἐνταῦθα πολλὰς, ἄλλης δέ τινος φλεβὸς τμηθείσης ἡγοῦνται βλαβερὰν ἔσεσθαι τὴν κένωσιν. τῶν δὲ εἰπόντων ὑπὸ μόνης τῆς ἀσιτίας κενωθῆναι δύνασθαι τὸ πλεονάζον αἷμα, χωρὶς τοῦ προσαχθῆναι βοήθημα τοιοῦτον, σιωπήσας ἀπηλλαττόμην, οὐδὲν χρηστὸν ἐλπίζων ἐπὶ τῇ γυναικὶ, διά τε τὴν βῆχα καὶ τὴν δύσπνοιαν. ἢ γὰρ αἷμά τι πτύσσειν αὐτὴν ἐκ θώρακος ἢ πνεύμονος, ἀγγείου ῥαγέντος, ἢ πάντως γε συναγχικὴν ἢ πλευριτικὴν ἢ περιπνευμονικὴν ἔσεσθαι προσεδόκουν. ἐβουλόμην τε μᾶλλον, ὡς ἐν κακῶν αἱρέσει, πλευριτικὴν γενέσθαι τὴν γυναῖκα, δεδιὼς τῆς μὲν ἐν συνάγχῃ τε καὶ περιπνευμονίᾳ τὴν ὀξύτητα τοῦ κινδύνου, τῆς δὲ ἐν τῷ πνεύμονι ῥήξεως ἀγγείου τὸ θανατῶδες, ὅπερ οὖν καὶ συνέβη γενέσθαι. βηξάσῃ γὰρ αὐτῇ συντονώτερον αἷμα συνανήχθη. καὶ ἤδη καὶ τῶν ἰδιώτων οὐχ ὀλίγοι τοῖς κωλύσασι φλεβοτομηθῆναι τὴν ἄνθρωπον ἐμέμφοντο. καὶ πάντως, εἰ καὶ μὴ πρόσθεν, ἀλλὰ νῦν γοῦν ἤλπιζον αἰδεσθέντας αὐτοὺς συγχωρῆσαι τῷ βοηθήματι. τῶν δὲ μηδὲ τότε ἐπιτρεπόντων, ἀλλὰ τά τε τῶν κώλων δεσμὰ ἐπεσφίγγειν σφοδρότερον ἀξιούντων, ἐρεθίζειν τε διὰ μήτρας, ἐπιμένειν τε ταῖς ἀσιτίαις, ἐγὼ μὲν ἐχωρίσθην, ὡς ἂν μηδὲν ἀνύσειν ἐλπίζων διά τε τὴν ἡλικίαν τῶν ἀνδρῶν καὶ τὴν δόξαν. ἡ γυνὴ δ’ ἀπέθανεν οὐ μετὰ πολὺν χρόνον, ἀνιάτῳ δυσπνοίᾳ συσχεθεῖσα. καὶ μὲν δὴ καὶ συναγχικῶν ὑπὸ τῶν αὐτῶν τούτων ἰατρῶν κωλυθέντων φλεβοτομῆσαι διὰ ταχέων ἀποθανόντων. καὶ πάλιν ἄλλον τινα ἦρος ὥρᾳ, δι’ ὅλου μὲν τοῦ χειμῶνος ἐμπεπλησμένον ἄνευ γυμνασίων, ἐρυθροὺς δὲ οὕτω τοὺς ὀφθαλμοὺς ἔχοντα καὶ τὸ πρόσωπον ὅλον, ὡς εἰ καί τις μὲν ἐρείσας χαμαὶ τὴν κεφαλὴν, ὑψηλὰ δ’ ἀνατείνας τὰ σκέλη, χρονίσει ἐν τούτῳ τῷ σχήματι, πεμπταῖος οὗτος δυσπνοήσας ἐπνίγη. τετάρτην ἐπὶ τούτων γυναῖκα τῆς ἐμμήνου καθάρσεως ἐπεσχημένης οὐκ ὀλίγου χρόνου κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ θάνατον ἐποδήγουν οἱ τῆς φλεβοτομίας ἐχθροὶ, τὰς τρεῖς μὲν ἡμέρας ἐν πρώτοις ἐν ἀσιτίᾳ φυλάξαντες· καὶ γὰρ καὶ ὁ πυρετὸς ἦν αὐτῇ συνεχής· τῇ τετάρτῃ δὲ δόντες αὐτῇ ὀλιγοστόν τι ῥοφήματος, εἶτα τῇ πέμπτῃ πάλιν ἀσιτεῖν κελεύσαντες, ἐν ᾗ καὶ παροξυνθεῖσα σφοδρότερον ἀνεπήδα τε παραφρονοῦσα καὶ διὰ τῶν θυρῶν ἐκτὸς ἔθει κεκραγυῖα, καὶ μόγις αὐτὴν οἱ παρόντες ἠδύναντο κατέχειν. ἀλλὰ ταύτην γε ἡ φύσις ἔσωσεν, αἷμα ἐκ μυκτήρων ἐκχέασα πάμπολυ. καὶ ἦν θαυμάσαι τε ἅμα καὶ διδαχθῆναι πηλίκην ἔχει δύναμιν εἰς τὴν τῶν τοιούτων παθημάτων ἴασιν αἵματος ἀφαίρεσις. αὐτίκα γὰρ ἐπὶ τῇ διὰ τῶν μυκτήρων αἱμοῤῥαγίᾳ πάντων ἀπήλλακτο τῶν συμπτωμάτων ἡ γυνή. ἔμπροσθεν μὲν οὖν ἐδεδίειν εἰς λόγους ἰέναι τοῖς ἰατροῖς, εἰκάζων ἃ μέλλουσιν ἐρεῖν εἰς τὸ μὴ χρῆσθαι τῇ φλεβοτομίᾳ. φανερῶς δὲ δοξάσης ἅπασι σωθῆναι τῆς γυναικὸς ἐπὶ τῇ κενώσει τοῦ αἵματος, ἀνέμνησα αὐτοὺς τῶν ἀποθανόντων, ὡς εἰ καί τις ἐκείνους ἐφλεβοτόμησεν, ἴσως ἂν ἐσώθησαν, ἔλεγόν τε τινὰς ἐπὶ τούτων λογισμοὺς, οἱ δὲ περιέπλεκον μὲν ἄνω καὶ κάτω τοὺς λόγους ἑλίττοντες, ἐπέραινον δ’ οὐδὲν, ἀλλὰ καὶ τελευτῶντες ἐπὶ τὸν Ἐρασίστρατον κατέφευγον, ἐν μὲν τῷ πρώτῳ περὶ αἵματος ἀναγωγῆς βιβλίῳ φάσκοντες ἀποδεδεῖχθαι πρὸς αὐτοῦ κάλλιον εἶναι τοῦ φλεβοτομεῖν τὸ διαδεῖν τὰ κῶλα, κατά τε τὴν περὶ τῶν πυρετῶν  πραγματείαν, μηδὲ ἐπιμνησθῆναι τὴν ἀρχὴν τῆς φλεβοτομίας αὐτὸν, ὡς ἂν ὧν δὴ ἔδειξεν ἐν τῷ περὶ αἵματος ἀναγωγῆς μεμνημένον. καὶ γὰρ ἂν ἦν, ἔφασαν, γελοῖος εἰ παραιτησάμενος τῆς φλεβοτομίας ἐπὶ τοῦ μάλιστα δεῖσθαι δοκοῦντος πάθους ἔμελλεν ἔτι περὶ τῶν ἄλλων ἐρεῖν. τὸν αὐτὸν δὲ τοῦτον Ἐρασίστρατον οὐ μόνον ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ σεσιγηκέναι περὶ τῆς φλεβοτομίας ἔλεγον, ἀλλὰ κᾀν ταῖς ἄλλαις ἁπάσαις. οὔτε γὰρ ἐν τῇ τῶν κατὰ τὴν κοιλίαν παθῶν οὔτε ἐν τῇ τῶν παρέσεων οὔτε ἐν τῇ περὶ ποδάγρας, ἀλλ’ οὐδὲ ἐν τῇ τῶν ὑγιεινῶν κεχρῆσθαι φλεβοτομίᾳ. καίτοι τὸ πλῆθός γε τοῦ αἵματος ἐν τοῖς ὑγιεινοῖς συγγράμμασι μάλιστα αὐτὸν αἰτιᾶσθαι τῶν νόσων. ἐμοῦ δ’ ἀποθαυμάζοντός τε τὰ λεγόμενα καὶ τοσοῦτον ἔτι προσανερωτήσαντος αὐτοὺς, εἰ μηδέποτε χρηστέον ἐστὶ φλεβοτομίᾳ, μηδ’ ἂν περιπνευμονικός τις εἴη ἢ συναγχικῶς πνιγόμενος τύχοι, μηδ’ ἂν ἐξ ἐπισχέσεως ἐμμήνου καθάρσεως ἢ αἱμοῤῥοΐδος ἐπὶ θώρακα ὠθεῖται τὸ πλεονάζον αἷμα. καὶ πρὸς τούτοις ἀπεκρίναντο προχειρισάμενοι τοὺς ἐν τοῖς τῶν διαιρέσεων βιβλίοις Ἐρασιστράτῳ γεγραμμένους ἀῤῥώστους, καὶ μάλιστα αὐτῶν τὸν Κρίτωνα καὶ τὴν ἐκ τῆς Χίου παιδίσκην. τὸν μὲν γὰρ ἐξ ἀρχῆς συναγχικῶς ἐνοχλούμενον, ἅμα δὲ καὶ πληθωρικὸν ὄντα, καθάπερ αὐτὸς ὁ Ἐρασίστρατος ἔγραψεν· τὴν δὲ τῶν καταμηνίων ἐπεσχημένων καὶ τοῦ πλήθους ὁρμήσαντος ἐπὶ πνεύμονα μὴ φλεβοτομῆσαι τὸν ἄνδρα. λεγόντων δ’ αὐτῶν ἔτι ταῦτα Τεύθρας τις ἐμὸς πολίτης ἅμα καὶ συμφοιτητὴς, ἦν δὲ πάνυ τὸν τρόπον ἐλεύθερος, οὐ κάμψεις, ἔφη, τούτους ποτὲ, τοὺς μηδὲ ἄχρι τοσούτου σωφρονοῦντας, ὡς μεμνῆσθαι τῶν δι’ Ἐρασίστρατον ἀποθανόντων. διὰ τί γὰρ ἄλλο, ἔφη, τοὺς προκεχειρισμένους ὑπ’ αὐτῶν ἀῤῥώστους ἀποθανεῖν συνέβη, πλὴν ὅτι παρελείφθη τὸ τῆς φλεβοτομίας βοήθημα; διὰ τί δὲ ἄλλο τοὺς πρῲ ὑπὸ τούτων κωλυθέντας κενωθῆναι; καὶ πάντας ἑξῆς αὐτοὺς ὀνόματι κατέλεξεν ἅμα ταῖς διαθέσεσιν αἷς ἔσχον, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα. καὶ ταῦτα μειδιῶν ἀνελιττόμενος τὴν χεῖρα καὶ βίαιον ἐπισπασάμενος ἀπῆγε τῶν ἰατρῶν. τῇ δ’ ὑστεραίᾳ προκομίσας τὰ τῶν διαιρέσεων Ἐρασιστράτου βιβλία τοῖς φιλοσόφοις ἅπασιν ἀνεγίνωσκε, ἅμα μὲν ἐπιδεικνὺς ὅτι δι’ Ἐρασίστρατον ἀπέθανον ἥ τε ἐκ τῆς Χίου παιδίσκη καὶ Κρίτων ἅμα προσκαλούμενος τοὺς πρεσβύτας ἰατροὺς εἰς διάλογον. ἐκεῖνοι μὲν οὖν οὐκ ἀφικνοῦντο, μικρότερον ἑαυτῶν εἶναι νομίζοντες ἁμιλλᾶσθαι νεανίσκῳ. συνέβη γάρ πως ἐν ἐκείνῳ τῷ χρόνῳ καθ’ ἑκάστην ἡμέραν εἰς τὰ προβαλλόμενα λέγειν ἐν πλήθει. προεβλήθη μὲν οὖν ὑπό τινος, εἰ δεόντως Ἐρασίστρατος οὐ κέχρηται φλεβοτομίᾳ. διῆλθον δ’ , ὡς ἔδοξε τοῖς τότε ἀκούσασιν, ὠφελιμώτατον πρόβλημα. διὸ καὶ παρεκάλεσεν ὁ Τεύθρας ὑπαγορεῦσαι μεταλελεγμένα τῷ πρὸς αὐτοῦ πεμφθησομένῳ παιδί. καὶ γάρ τοι καὶ μέλλων εἰς τὴν Ἰωνίαν ἐπιδημῆσαι καὶ ἐξορμήσασθαι πάντως ἔφασκεν ἔχειν αὐτὰ βούλεσθαι. ἐγὼ μὲν οὖν ἐπείσθην τε τῷ ἑταίρῳ καὶ τὸν λόγον ὑπηγόρευσα. συνέβη δ’ ἐκπεσεῖν εἰς πολλοὺς τὸ βιβλίον, οὐ κατὰ τὴν γνώμην ὑπ’ ἐκείνου διαδοθὲν. ὁ γάρ τοι λόγος οὐ συγγράμματι πρεπόντως, ἀλλ’ ἀκουστηρίῳ συνέκειτο, δεηθέντος τοῦ φίλου καθ’ ὃν ἐῤῥέθη τρόπον, οὕτως αὐτὸν ὑπαγορευθῆναι. ἀλλὰ καὶ τοιοῦτος ὢν καὶ πολλὰ λείποντα ἔχων ὡς τὸ τέλεον, ὅμως ἔοικεν ἠνυκέναι μεῖζόν τι τῆς ἐλπίδος. ἐπὶ γὰρ τοὐναντίον ἀφιγμένοι πάντες εἰσὶν οἱ νῦν ὀνομάζοντες ἑαυτοὺς Ἐρασιστρατείους, ἐφεξῆς τε φλεβοτομοῦσιν ἅπαντας, οὐ μόνον οὓς ὀλίγον ἔμπροσθεν εἶπον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν πυρέττοντας. ὥστε κατὰ τὸν Στησίχορον ἔοικα δεήσεσθαι παλινῳδίας τινὸς, ἐν ᾗ παρακαλέσω τοὺς ἄνδρας ἐπὶ μὲν τῶν κατὰ τοὺς λόγους διατριβῶν ἐρίζειν εἰς ὅσον βούλονται, φείδεσθαι δὲ τῶν ἀῤῥώστων ἀποθεμένους τὸ σφοδρὸν τοῦτο τῆς ἐφ’ ἑκάτερον ὁρμῆς. οὔτε γὰρ ἐπέχεσθαι χρὴ φλεβοτομίας διὰ παντὸς, οὐδ’ ἡγεῖσθαι πάντας ὅσους ἂν Ἐρασίστρατος ἀσιτεῖν κελεύῃ δεῖσθαι φλεβοτομίας, ὅπερ οἱ νῦν Ἐρασιστράτειοι φασίν. οὐ μὴν οὐδὲ ῥᾷστον εἶναι πάντας τοὺς χρῄζοντας τοῦ βοηθήματος διαγνῶναι, καθάπερ οὐδὲ τὸ μέτρον εὑρεῖν ἢ τὴν τμηθησομένην φλέβα καὶ τὸν καιρόν. τόν τε Ἐρασίστρατον αὐτὸν διὰ τοῦτο οἶμαι παραλιπεῖν ἐφ’ ἑκάστου τῶν παθῶν, ὥς γε σαφῶς ἐν τῷ μάλιστα δεομένῳ φλεβοτομίας ἐκώλυσε χρῆσθαι. ἀλλά τοι, φασὶν, ἀσιτεῖν κελεύων ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς αὐτοῖς ἔγραψε κατὰ λέξιν ὧδε· κενούμεναι γὰρ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται. εἴπερ οὖν ὡς κενωτικὸν βοήθημα τὴν ἀσιτίαν συμβουλεύει, πολὺ δήπου, φασὶ, μᾶλλον ἐπὶ φλεβοτομίας ἀφίξεται. ὅτι μὲν οὖν ἐπὶ φλεβοτομίαν ἐχρῆν ἔρχεσθαι μᾶλλον αὐτὸν ἔνθα ταχέως κενῶσαι βούλεται, κάλλιστα λέγουσι, πλὴν ὅτι κᾀνταῦθα παραλείπουσι τοὺς κωλύοντας ἐνίοτε σκοποὺς, ὧν τοῦ λόγου προϊόντος ἐγὼ μνημονεύσω. Ζητεῖται δὲ νῦν οὐχ ἁπλῶς τί βέλτιον ἐστὶν, ἀλλ’ εἰ φαίνεται χρώμενος Ἐρασίστρατος τῷ βοηθήματι. τοῦτο δ’ οἱ μὲν ἔμπροσθεν, ἡνίχ’ ἧκον εἰς Ῥώμην τὸ πρῶτον, ἅπαντες ἠρνοῦντο τῶν Ἐρασιστράτου μαθητῶν, οἱ δὲ δοκιμώτατοι, οὓς αὐτὸς οἶδα, νῦν ὡς σμικρῷ τινὶ παραλλάττουσιν αὐτῶν. ἵνα γὰρ ἐάσας τοὺς ἄλλους Στράτωνος  μνημονεύσω, διὰ παντὸς μὲν Ἐρασιστράτῳ συγγενομένου, γράψαντος δ’ ἐπὶ τῆς οἰκίας αὐτοῦ καὶ διὰ τοῦτο λεγομένου δεδουλευκέναι τἀνδρὶ, τά τ’ ἄλλα, φησὶν ἐκεῖνος, Ἐρασίστρατον ἐπαινεῖσθαι δίκαιόν ἐστι καὶ ὅτι χωρὶς φλεβοτομίας ἐθεράπευεν ἃ μετὰ τοῦ φλεβοτομεῖν οἱ πρόσθεν ἐπεχείρουν ἰᾶσθαι. καὶ μέντοι καὶ αὐτὸς ὁ Στράτων φαίνεται διὰ τῶν ἰδίων συγγραμμάτων ἀεὶ τὰς θεραπείας χωρὶς φλεβοτομίας ποιούμενος. καὶ τί θαυμαστὸν Ἐρασίστρατον ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ Κνιδίῳ, προῃρημένον ἀποστῆναι τοῦ φλεβοτομεῖν ὥσπερ κᾀκεῖνος; οὕτω δὲ καὶ Ἀριστογένης καὶ Μήδιος, οἵ τ’ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ Χρυσίππου φαίνονται ποιοῦντες. ὅσον μὲν οὖν ἐπὶ τῇ τῶν καμνόντων σωτηρίᾳ, πολὺ βέλτιόν ἐστι πεπεῖσθαι φλεβοτομίᾳ χρῆσθαι τὸν Ἐρασίστρατον· ὡς δ’ ἐπὶ τοῖς νῦν Ἐρασιστρατείοις, ἄμεινον μὴ πεπεῖσθαι. μανίας γὰρ ἐσχάτης ἔργον οἴεσθαι διὰ τοῦτ’ Ἐρασίστρατον ἐφ’ ὧν εἰρήκαμεν ὀλίγον ἔμπροσθεν παθῶν σεσιγηκέναι τὴν φλεβοτομίαν, ὅτι κενοῦσθαι τὰς φλέβας ἀξιοῖ καὶ τοῦτον τίθεσθαι τῆς θεραπείας τὸν σκοπὸν, ὅγε τοι τούτῳ πεισθεὶς ἐφ’ ὧν ἂν εὕροι παθῶν Ἐρασίστρατον ἀσιτίαν συμβουλεύοντα. πρόδηλον γὰρ ὡς τοῦθ’ ἕπεται τοῖς ὁμότιμον εἰποῦσιν εἶναι βοήθημα τὴν φλεβοτομίαν ταῖς ἀσιτίαις, εἰ δὲ οὐκ ἔστιν ὁμότιμον, ἀλλὰ δεῖταί τινων διορισμῶν, οὓς ὁ μαθὼν ἐξευρήσει, πηνίκα μὲν ἄμεινόν ἐστι διὰ φλεβοτομίας μόνης τὴν κένωσιν ποιεῖσθαι, πηνίκα δ’ ἤτοι δι’ ἀσιτίας μόνης ἢ δι’ ἀμφοτέρων, καταβάλλεται φανερῶς αὐτοὺς ὁ λόγος. ἔγραψε γὰρ ὁ Ἐρασίστρατος τοὺς διορισμοὺς ἐκείνους, εἴπερ, ὡς οὗτοι φασὶν, ἔδοξε περὶ τῆς φλεβοτομίας ὡς ὁ λόγος αὐτῶν ἑαυτὸν περιτρέπει καθ’ ἑκάτερον. εἰ μὲν γὰρ ὁμότιμον ἐστὶ, διὰ τοῦτο παρέλιπεν ὁ Ἐρασίστρατος ἔν τε τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ καὶ ταῖς ἄλλαις ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα γράψαι τι περὶ φλεβοτομίας. εἰ δ’ οὐκ ἐστὶν ὁμότιμον πάντῃ τὸ τῆς φλεβοτομίας βοήθημα τῷ τῆς ἀσιτίας, οὐκ ὀρθῶς αὐτοὶ λέγουσιν ἐξ ὧν ἐπὶ τῆς ἀσιτίας ἔγραψεν, ἐκ τούτων ἡμᾶς χρῆναι τεκμαίρεσθαι περὶ τῆς φλεβοτομίας. καὶ μὴν κατὰ τοῦτο πάλιν ὁ λόγος αὐτῶν ἑαυτὸν περιτρέπει, τὴν ἀσιτίαν ἀποφαίνων ἄχρηστον. εἴπερ γὰρ ὅτι κενουμέναις ταῖς φλεψὶ ἐν ταῖς ἀσιτίαις ἕπεται τὸ μειοῦσθαι τὰ πάθη, διὰ τοῦτο αὐτὰς παραλειψόμεθα, πολλῷ βέλτιόν ἐστι ἅπαξ ἐκκενώσαντας τὸ περιττὸν ἀποστῆναι τῶν ἀσιτιῶν, ἀηδίαν τε πολλὴν παρεχουσῶν τοῖς κάμνουσι καὶ ἀγρυπνίαν καὶ ἄσην ἐπιφερουσῶν, ἔτι τε στομάχου κάκωσιν καὶ χυμῶν διαφθορὰν καὶ γαστρὸς, ἐνίοτε καὶ οὔρων ἐπίσχεσιν. Ὅτι δὲ ὄντως Ἐρασίστρατος οὐ κέχρηται τῇ φλεβοτομίᾳ, δῆλον ἐναργῶς ἐστὶν ἐκ τῶν ἐν τοῖς διαιρέσεων βιβλίοις γεγραμμένων ἀῤῥώστων, ἐφ’ ὧν διηγούμενος ἅπαντα τὰ πραχθέντα κατὰ τὴν θεραπείαν οὐδαμῆ φαίνεται φλεβοτομίας μνημονεύων. ἅπαντας μὲν οὖν αὐτοὺς προχειρίζεσθαι μακρὸν, ἀρκεῖ δ’ ἀναμνῆσαι μόνων ἐκείνων, ὧν ὀλίγον ἔμπροσθεν ἔφην τοὺς πρεσβύτας ἰατροὺς μνημονεῦσαι. γέγραπται δ’ αὐτῶν ὁ μὲν ἐν τῷ προτέρῳ τῶν διαιρέσεων, ὁ δ’ ἕτερος ἐν τῷ δευτέρῳ. καίτοι καὶ νῦν ἤδη καιρὸς αὐτὰς τὰς λέξεις παραγράψαι, καθ’ ἃς ὁ Ἐρασίστρατος ἅπαντα διηγεῖται τὰ γενόμενα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν τῷ προτέρῳ τῶν βιβλίων οὕτως ἔγραψε· τῇ ἐκ τῆς Χίου παιδίσκῃ τὰ μὲν γενόμενα τῶν καθάρσεων τοπρῶτον ἐπεσχέθη ἐπὶ πλείω χρόνον. ἔπειτα εἵπετο τὰ βηχία καὶ ἀναγωγὴ φλέγματος. χρόνου δὲ προϊόντος αἵματος ἀναγωγὴ ἐγένετο, κατὰ τὴν τῶν καθάρσεων περίοδον ἑαυτῇ ἠκολούθει, ἐνίοτε μὲν διὰ μηνῶν δ΄, ὁτὲ δὲ διὰ δύο. εἰ δέ πως ταῖς ἡμέραις ἐν αἷς αἱ καθάρσεις ἐγίνοντο καὶ ἡ ἀναγωγὴ συνέβαινεν, παρηκολούθει ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας· ὥστε παντάπασιν ἐμφαίνειν ὅτι ἀντὶ τῶν καθάρσεων ταύτην τὴν ἔκκρισιν λαμβάνει. ἐπηκολούθει δὲ καὶ πυρετὸς ἐν ταύταις ταῖς ἡμέραις· ἔπειτα ἀπεκαθίστατο. ταῦτα προειπὼν ὁ Ἐρασίστρατος ἐφεξῆς γράφει περὶ τῶν ἰαμάτων αὐτῆς ὧδε· ἐν δὲ τοῖς πρώτοις χρόνοις αὕτη ἐπεχείρησε θεραπεύεσθαι ποτήμασί τε καὶ πυριάσεσι τῆς ὑστέρας καὶ προσθέτοις καὶ τῇ ἄλλῃ διαίτῃ πρὸς ταῦτα ἁρμοζούσῃ. ἦν γὰρ δή τις καὶ περὶ τὸ στόμα τῆς ὑστέρας οὐκ ἰσχυρὰ σκληρότης, οὐδαμῶς δὲ οὐδὲν ὑπακουούσης τῆς θεραπείας, ἀλλὰ κατά τινα μίαν περίοδον εἰς τὴν ὀσφὺν βάρους ἀπαντήσαντος, ὑγρασίας δὲ οὐδεμιᾶς, οἵ τε πυρετοὶ συνεχέστεροι ἦσαν ἢ καὶ τῷ σώματι ᾧ ἐνεδίδουν καὶ βῆχες ἠκολούθουν σφοδραί. τῆς μὲν οὖν περὶ τὴν ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες ὑπολαμβάνοντες εἶναι τῶν πυρετῶν μενόντων καθάρσεις ποιεῖσθαι· τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα, ὡς εἰθίσμεθα πρὸς τὰ τοιαῦτα τά τ’ ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίοδον τῶν καθάρσεων προσλαμβάνοντες ὑπεστέλλομεν τὰ σιτία, καὶ ἡ μὲν τοῦ αἵματος ἀναγωγὴ οὐκ ἐγένετο ἀλλ’ ἢ ἅπαξ ἐπὶ βραχύ. ἀλλὰ μέντοι οὐδὲν ἔφρασεν, ἀλλά που καὶ ἀνέτρεχον ἤδη πυώδεις ἀναγωγαί. φλεβοτομίας λόγος ἐνταῦθα οὐδεὶς, καὶ προσῆκον γ’ ἦν, ὡς ἅπαντες ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης ἔμπειροι, τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπὸ φλεβοτομίας ποιεῖσθαι. ἴσως τις φήσει τούτων τῶν ἅπανθ’ ἑτοίμως λέγειν οὐκ ὀκνούντων, ὡς οὐ παρ’ Ἐρασιστράτου τῆς θεραπείας προσισταμένου ταῦτ’ ἐγένετο. διηγεῖται δὲ αὐτὰ νῦν ἡμῖν ἕνεκα τοῦ μηδὲν τῶν πραχθέντων λαθεῖν. ἀλλ’ ἐξελέγξει γε τούτους τὸ ἐπιφερόμενον, ἔνθα φησὶ, τῆς μὲν οὖν περὶ τὴν ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες ὑπολαμβάνοντες εἶναι  τῶν πυρετῶν μενόντων τὰς καθάρσεις ποιεῖσθαι, τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα πρὸς τὰ τοιαῦτα, τά τε ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίοδον τῶν καθάρσεων προσλαμβάνοντες ὑπεστέλλομεν τὰ σιτία. ἐν τούτοις γὰρ ὁ Ἐρασίστρατος ἐνδείκνυται σαφῶς οὐχ ἑτέρων θεραπείαν διηγούμενος, ἀλλ’ ἑαυτὸν συναριθμῶν τε καὶ συνεπιγράφων ἅπασι τοῖς πραχθεῖσι περὶ τὸν ἄνθρωπον. τὸ γὰρ ἀπέστημεν, καὶ ἀπολαμβάνοντες, ἔτι τε τὸ χρώμεθα καὶ τὸ προσλαμβάνοντες, ἔτι τε πρὸς τούτοις τὸ ὑπεστέλλομεν τὰ σιτία, προδήλως ἐνδείκνυται δυοῖν θάτερον, ἤτοι γ’ αὐτὸν ἐξηγεῖσθαι τῆς θεραπείας τὸν Ἐρασίστρατον ἢ τοῖς ὑφ’ ἑτέρου γιγνομένοις ἀρέσκεσθαι. καὶ μὴν εἴπερ ἠρέσκετο τοῖς πραττομένοις, ἐναργὲς ἂν εἴη τεκμήριον αὐτοῦ τῆς γνώμης ἣν εἶχε περὶ φλεβοτομίας. τὸ γὰρ ὑποστέλλειν τὰ σιτία δυοῖν τούτοιν τὸ ἕτερον, ἤτοι ἀφαιρεῖν τελέως ἢ μειοῦν. ὅπερ ἐπὶ τῆς νοσούσης ὁ Ἐρασίστρατος ἔφη πεπρᾶχθαι, καθ’ ὃν καιρὸν τῆς καθάρσεως περίοδος ἦν, ὡς ὡμολόγει τοῖς ἄλλοις συγγράμμασι ἅπασιν αὐτοῦ, καὶ ταῖς φλεβοτομίαις μὲν οὐδαμόθεν χρώμενος, συμβουλεύων δ’ ἀσιτεῖν. εἰ μή τι ἄρα κᾀνταῦθα φήσουσί γε φλεβοτομεῖσθαι μὲν τὴν γυναῖκα, παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει τὸ βοήθημα, νοούντων ἡμῶν αὐτὸ προσῆχθαι, κᾂν μὴ ῥηθῇ. τί δή ποτ’ οὖν καὶ περὶ τῆς ἀσιτίας οὐκ ἐσίγησε, νοεῖσθαί τε δυναμένων καὶ ταῦθ’ ὁμοίως; ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ποτημάτων καὶ τῆς πυριάσεως καὶ τῶν προσθέντων. εἰ γὰρ μηδ’ ὅλως ἐγέγραπτο πρὸς Ἐρασίστρατον, πάντως ἄν που συνήκαμεν ὑπὸ τῶν ἰατρῶν αὐτὰ πεπρᾶχθαι. ὡς τό γε συνιέντων πεπραγμένον, εἰ καὶ μὴ ἐγέγραπτο, κοινὸν ἁπάντων ἐστὶ τῶν βοηθημάτων. ἀλλ’ Ἐρασίστρατός τε διηγεῖσθαι πάντα προὔθετο, σαφηνείας ἀκριβοῦς ἕνεκεν, ἵνα μή τις τὴν ἐξουσίαν ἔχῃ τὰ μὲν προστιθέναι τῶν βοηθημάτων, ὡς προσαχθέντα τῇ καμνούσῃ, τὰ δ’ ἀφαιρεῖν, ὡς παραλειφθέντα, πρὸς τῷ καὶ μάχεσθαι τῇ τούτων δόξῃ τὴν διήγησιν αὐτοῦ. εἰ γὰρ ὅλον ἐφλεβοτομήθη τὸ γύναιον, ἡ ἀσιτία μάτην παρελαμβάνετο. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐ μάτην μόνον, ἀλλὰ καὶ πρὸς κακοῦ. δείξω γὰρ ὀλίγον ὕστερον τοῦτο, νῦν δὲ ὅτι μάτην ἁρμόττει πρὸς τὸν ἐνεστῶτα λόγον. ἐπεὶ γὰρ ἐν τῷ καιρῷ τῆς κατὰ περίοδον καθάρσεως ἐπὶ θώρακα φερομένου τοῦ περιττοῦ κίνδυνος ἦν αἷμά τι πτύσαι τὴν γυναῖκα, μειῶσαι τὸ πλῆθος ὁ Ἐρασίστρατος βουλόμενος ἐπὶ τὴν ἀσιτίαν ἀφίκετο προδήλως ματαίαν οὖσαν, εἴπερ ἡ φλεβοτομία παρείληπτο, καθ’ ἣν ἐν ἀκαρεῖ χρόνῳ ῥᾷστον ἦν ἐκκενῶσαι τὸ περιττὸν τοῦ αἵματος. οἱ γοῦν θεραπεύοντες ἐν Ῥώμῃ τὰς γυναῖκας αὐτῇ τοῦ συμβαίνοντος ἐμπειρίᾳ μάλιστα ἐπείσθησαν, ἐπὶ μὲν τὴν φλεβοτομίαν ἔρχοντες κατὰ τὸν καιρὸν ἐκεῖνον ᾧ ἐπίδοξος ἡ φορὰ γενέσθαι τῶν καταμηνίων, μήτε δ’ ἡσυχίαν προστάσσειν μήτ’ ἀσιτίαν, ἀλλὰ καὶ μελίκρατον διδόναι καὶ τροφῆς ὑγραινούσης δαψιλῶς καὶ λουτροῖς χρῆσθαι συγχωρεῖν, ἐφ’ οἷς εἴωθεν εἰς ταυτὸν, ὅτε γε μετρίως ἀφαιρεθῶσι τοῦ αἵματος, ἡ κάθαρσις ἐπιφαίνεσθαι, καὶ μάλισθ’ ὅτε κατ’ ἰγνὺν παρὰ σφυρὸν ἡ φλεβοτομία γένηται. ὡς εἴγε φλεβοτομήσας τις ἀσιτεῖν προστάξειεν, οὐ μόνον ἐπίσχῃ τὸ τῶν ἔμπροσθεν μηνῶν, ἀλλὰ καὶ τὰς ἀμέμπτως κενουμένας ἐπισχεθήσειεν νῦν καθάρσεις. ξηραίνεται γὰρ ἐν ταῖς ἀσιτίαις καὶ παχύτερον ἑαυτοῦ γίνεται τὸ αἷμα, καὶ διὰ τοῦτο δύσρουν ἀποτελεῖται. λουομέναις δ’ αὐταῖς καὶ μελικράτου μὲν προσλαμβανούσαις, ἐς ὕστερον δέ τινα σιτία καὶ πινούσαις οἴνου μήτε αὐστηροῦ μήτε παχέος αἱ καθάρσεις ἐπιγίνονται. διὰ τοῦτο οὖν ἔφην οὐ μόνον ἐκ περιττοῦ παραλαμβάνεσθαι τὰς ἀσιτίας ἐπὶ ταῖς φλεβοτομίαις, ἀλλὰ καὶ πρὸς κακοῦ. τῇ δὲ ἐκ τῆς Χίου παιδίσκῃ καὶ ἐξ αὐτῶν τῶν ἐπιγινομένων εὔδηλόν ἐστι παραλελεῖφθαι τὴν φλεβοτομίαν· αἵματός τι γὰρ ἔπτυσεν, οὐκ ἂν, εἴπερ ἐκενώθη, πτύσασα, καὶ μετὰ δυσπνοίας ἀπέθανε, οὐκ ἂν οὐδὲ τοῦτο παθοῦσα. μεγίστην δὲ βάσανον ἡ φλεβοτομία παρεῖχε κατὰ τοὺς ἡμετέρους καιροὺς ἐν Ῥώμῃ διὰ τὸ πλῆθος τῶν γυναικῶν ὕδωρ ψυχρότατον ἀπὸ χιόνος πινουσῶν, ἤτοι μηδ’ ὅλως ἢ ἐλλειπῶς καθαίρεσθαι. ἀλλ’ ὅμως ταύτας ἰατροὶ φλεβοτομοῦντες ὑγιαινούσας διαφυλάττουσιν, ὡς μήθ’ αἷμα πτύσαι μήτε πλευρίτισι ἢ περιπνευμονίαις ἢ κυνάγχαις ἁλῶναι. οὔκουν οὐδὲ ἐκ τῆς Χίου παιδίσκην ἤκουσαν ὑπ’ Ἐρασιστράτου φλεβοτομηθῆναι. οὔτε γε ἂν ἐν τῇ τῶν ἄλλων διηγήσει παρέλιπεν ὡς μικρόν τι βοήθημα τῆς φλεβοτομίας, οὔτ’ ἂν ἐκεῖνος διὰ τὴν ἀσιτίαν, οὔτ’ ἂν ὅλως ἀπέθανεν ὑπὸ τοῦ πλήθους ἡ γυνὴ πνιγεῖσα. περὶ μὲν δὴ ταύτης ἀποχρήσει πρός γε τὸ παρόν. ἐπὶ δὲ τὸν Κρίτωνα μεταβάντες ἤδη παραγράψομεν αὐτῇ λέξει τὴν Ἐρασιστράτου διήγησιν ὧν ἔπαθεν ὁ ἄνθρωπος. ἔχει δὲ οὕτως· Κρίτωνι ἡ μὲν ἀρχὴ τῆς ἀῤῥωστίας ἐγένετο πληθώρα. συνέβη δὲ αὐτὸν ἐμπεσεῖν εἰς πλήθη συναγχικά. ἔστι δὲ τὸ γινόμενον φλεγμονὴ τῶν τε παρισθμίων καὶ τῆς ἐπιγλωττίδος. συμβαίνει οὖν τοὺς εἰς ταῦτ’ ἐμπίπτοντας πνίγεσθαι, καὶ ἐὰν μὴ θᾶττον βοηθῶνται, συντόμως ἀπόλλυσθαι. ἐν τούτοις οὖν ὄντος τοῦ Κρίτωνος τῇ μὲν πρώτῃ ἡμέρᾳ βοηθοῦμεν πυριῶντες σπόγγοις τὸν εἰθισμένον τρόπον, ὁπότε διελείποιμεν τὰ καταπλάσματα ἐπιθέμενα, ὥστε διὰ παντὸς ἐν θεραπείᾳ εἶναι. ἐδόθη δὲ αὐτῷ καὶ καταπότια τὰ διὰ τοῦ καστορίου πρὸς τὸ τὴν κοιλίαν ὑπάγειν, καὶ πρὸς τούτοις ὑπήκουσεν ἀστείως. οὐδένα λανθάνειν οἶμαι τὴν ἐπιμέλειαν τῆς διηγήσεως ἁπάν των τῶν πραχθέντων  ἐπὶ τοῦ Κρίτωνος. καὶ γὰρ διὰ τῶν σπόγγων πυρίαν εἶπε καὶ τὴν τῶν καταπλασμάτων χρῆσιν, ἔτι τε τὴν τῶν καταποτίων. ἆρ’ οὖν ὅτι μὲν ἐπυριάσθη διὰ τῶν σπόγγων ἐδήλωσε καὶ τἄλλ’ ἑξῆς ἐπιμελῶς διηγήσατο, περὶ δὲ τῆς φλεβοτομίας ἑκὼν ἐσιώπησεν, ὅτι μικρότερον ἦν δηλαδὴ τοῦτο τὸ βοήθημα. μεμνῆσθαι δ’ οὐ προσήκει μοι τῶν πάνυ μικρῶν ἐν τοιαύταις διηγήσεσιν. ἀλλά τοι κᾀνταῦθα μετ’ ὀλίγα πάλιν αὐτὸς ὁ Ἐρασίστρατος ἐρεῖ. ἐφαίνετο οὖν ἡμῖν μετάστασιν εἰληφέναι τὰ πάθη, ἐπί τε τὸν πνεύμονα καὶ τὸ ἧπαρ καταῤῥυῆσαι μὲν αὐτῷ τὴν συνάγχην, αὐξηθῆναι δὲ τοὺς πυρετοὺς ἄνευ τῇ καθ’ ὑποχόνδριον ἐντάσει τὴν μετάσχεσιν ἐλογίσατο γεγενῆσθαι τῶν παθῶν. ἔνθα τε καὶ μάλιστα τὸν νοῦν προσέχειν ἀξιῶ σκοπούμενον οἷόν τί σοι διὰ τῆς λέξεως ταύτης, ἐν ᾗ φησὶ μετάστασιν εἰληφέναι τὰ πάθη, πότερον αὐτῶν τῶν φλεγμαινόντων μορίων μεταβάντων ἢ τοῦ αἵματος, ὃ τὴν φλεγμονὴν αὐτῶν εἰργάζετο, μεταῤῥυέντων. ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ πρότερον μὲν τῶν προειρημένων μηδὲ νοηθῆναι δύνασθαι, τὸ δεύτερον δ’ ἐξ αὐτῶν εἶναι τὸ ἀληθές. ἐγὼ μὲν γὰρ ἐνίοτε τὸ κατασκῆψαν εἰς τὸ μόριον πλῆθος ἴσχων, εἶτ’ αὐτὸ διώσασθαι τῆς ἐν ἐκείνῳ δυνάμεως ἐφ’ ἕτερόν τι μεθίσταται. τοῦτο τοίνυν φαίνεται καὶ τῷ Κρίτωνι συμβὰν, ἀλλ’ ὅμως οὐδὲ τότε φλεβοτομίας ἐμνημόνευσεν ὁ Ἐρασίστρατος. ἀλλὰ τί φησι; κατεπλάσσετο καὶ τὸν θώρακα ὅλως καὶ τὰ ὑποχόνδρια. ὥσπερ δὲ ἐκ τῶν κατὰ τὴν ἐπιγλωττίδα καὶ τὰ παρίσθμια μορίων ἡ τοῦ πλεονάζοντος αἵματος ἐπὶ τὰ κάτω χωρία μετάστασις ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐκ τῶν κάτω μερῶν ἐπὶ τὴν κεφαλὴν ἀνεχθέντος αὐτοῦ τοὺς μὲν πυρετοὺς καὶ συνέβη λωφῆσαι, σύμπτωμα δ’ ἐπιγενέσθαι τὴν τῶν νεύρων ἀρχὴν ἐνδεικνύμενον πάσχειν. ἄκουσον δὲ καὶ ταύτης τῆς Ἐρασιστράτου ῥήσεως. ὄντος δ’ αὐτοῦ ἀπὸ μὲν γὰρ τῆς ἀρχῆς δεκαταίου, ἀπὸ δὲ τῆς ἐπιστάσεως ἑκταίου, ὅ τε πυρετὸς εὖ μάλα ἐπανῆκεν καὶ παραστροφή τις ἐγένετο τοῦ τ’ ἰνίου, ὀψὲ δὲ τῆς ὥρας ἀναισθησία τις ἐγένετο, ὥστε καὶ τὸ οὖρον ἐκ τοῦ στρώματος προΐεσθαι, καὶ μετ’ οὐ πολὺ ἐπίστασις τοῦ πυρετοῦ. εἶτα ἐπιφέρων φησίν· ἐφαίνετο οὖν ἡμῖν πάλιν μετάστασιν εἰληφέναι τὰ πάθη ἐπὶ τὴν κεφαλὴν, καὶ κατὰ μὲν αὐτὴν τὴν μετάστασιν ἐπανηκέναι τὸν πυρετὸν, ὕστερον δὲ πάλιν ἐπιτετακέναι ἐμπαθῆ γενόμενον τῶν περὶ τὴν κεφαλήν. εἴπωμεν ἤδη τι καὶ ἡμεῖς ἐπὶ τῇδε τῇ ῥήσει πρὸς τὸν ἄνδρα. κάλλιστα λέγεις ὦ Ἐρασίστρατε μετάστασιν ἐπὶ τὴν κεφαλὴν γεγονέναι τῶν παθῶν. ἄμεινον δ’ ἦν εἰ μὴ τῶν παθῶν εἴποις, ἀλλὰ παθῶν αἰτίου πλήθους. ὥσπερ οὐκ ἄν τις φαίη τὰ μέρη τοῦ σώματος αὐτὰ τὰ πάσχοντα εἰληφέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὰ πάθη. βέλτιον γὰρ οἶμαι φάναι παύσασθαι μὲν τὰ πρότερα πάθη, γενέσθαι δ’ αὖθις ἕτερα τῆς αἰτίας μεταστάσης, ἥτις ἦν, ὡς αὐτός ἐν ἀρχῇ τῆς ὅλης διηγήσεως ἔφη, πληθώρα. ταύτην οὖν εἴπερ ἐκένωσεν, οὐκ ἂν οὔθ’ ὁ κύων κατὰ τὴν ἐπιγλωττίδα τούτων εἰς τὸ κάτω τὴν μετάστασιν ἔλαβεν οὔτ’ αὖθις ἐκεῖθεν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθη. ὥστε φαίνεται καὶ Κρίτων ὁμοίως τῇ Χίᾳ γυναικὶ διὰ τὸ παραλειφθῆναι τὴν φλεβοτομίαν ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν δοκεῖ καὶ αὐτὸς ὁ Ἐρασίστρατος αἴθεσθαι. τί γὰρ φησί; τοῦτο ἐδόκει αἰτία τῆς ἀπωλείας γενέσθαι τὰ ἐπὶ τὸν πνεύμονα ἐπενεχθέντα, πλὴν ὅτι κακῶς οὐκ ἔφθασεν ἐκκενῶσαι ταῦτα, καίτοι γινώσκων εὐθὺς ἐξ ἀρχῆς ὡς πληθωρικὴ διάθεσις εἴη περὶ τὸν ἄνθρωπον. ἐὰν οὖν τις ἐθέλῃ κατασκευάζειν ὡς οὐκ εἰκὸς ἦν Ἐρασίστρατον ἰατρὸν ἄριστον ὄντα, καὶ μέντοι καὶ γνόντα Κρίτωνι μὲν ἐκ πληθώρας συμβῆναι τὰ πάθη, τῇ δὲ ἐκ τῆς Χίου παιδίσκῃ διὰ τὴν τῶν ἐμμήνων ἐπίσχεσιν, ἑκόντα παραλιπεῖν ἀφαίρεσιν τοῦ αἵματος, ἀλλ’ ἀφαιρεῖσθαι μὲν αἵματος καὶ τοῦτον καὶ ἐκείνην, παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει, τί κωλύει κᾀμὲ λέγειν ὅ τι περ ἂν ἄλλο βούλωμαι τῶν κενωτικῶν βοηθημάτων, προσενηνέχθαι μὲν τοῖς κάμνουσι, παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει; καὶ τίς νοῦν ἔχων ἰατρὸς ἀνέξεται ταῦθ’ ἡμῶν λεγόντων; ὅπως γε καὶ τὰ μέχρι θανάτου συμπτώματα ταῦτ’ αὐτοῖς φαίνεται διὰ πλῆθος γινόμενα καὶ αὐτὸς ὁ θάνατος οὐ δι’ ἄλλην τινὰ αἰτίαν ἀκολουθήσας ἢ τὴν τὸ μὴ κενωθῆναι τὸ πλῆθος; τίς δ’ ἀνέξεται λεγόντων ἀνθρώπων τὰ μὲν μικρὰ τῶν πραχθέντων ὑπ’ Ἐρασιστράτου γεγράφθαι, φλεβοτομίαν καὶ κάθαρσιν ὑπ’ ἐλλεβόρου τε καὶ σκαμμωνίας, ὅτι παντί πως ἐπίδηλα, παραλελεῖφθαι; εἰ γὰρ ἐκ τοῦ μόνον εἰπεῖν τὸ κοινὸν ὡς ἡ πληθώρα κενώσεως δεῖται, δεδήλωται φλεβοτομία, διότι τῶν κενωτικῶν ἢ βοηθημάτων, τί κωλύει καὶ τῶν ἄλλων ἕκαστον ἐρῆσθαι τῶν κενωτικῶν; μὴ τοίνυν μόνην τὴν φλεβοτομίαν ὑπ’ Ἐρασιστράτου προσῆχθαι τοῖς κάμνουσι λεγέτωσαν, ἀλλὰ καὶ τἄλλα πάντα, κλυστῆρας, ἐμέτους, καθάρσεις, λουτρὰ, γυμνάσια, τρίψεις, αἰωρήσεις, χρίσματα, θερμαίνοντα καταπλάσματα, πάνθ’ ἑξῆς ὅσα ἐκεῖνος. εἰ δ’ οὐκ ἀρκεῖ μόνον ὅτι κενωτέος ὁ κάμνων ἐστὶν, οὐδὲ τούτων τὸ τέλος ὑπάρχει τῆς τῶν βοηθημάτων διδασκαλίας, ἀλλὰ πρῶτον μὲν προσθεῖναι χρὴ τὸν τρόπον τῆς κενώσεως, εἶτα τὴν ὕλην εἰπεῖν δι’ ἧς ἄριστα πραχθήσεται, καὶ ταύτῃ προσθεῖναι τὸν καιρὸν καὶ τὸ μέτρον καὶ τρόπον τῆς χρήσεως, ὅτε κοινὸν εἰπὼν σκοπὸν τῶν βοηθημάτων οὐδέ πως κατὰ μέρος οὐδὲν εἰρηκέναι. εἰ γὰρ ἀρκεῖ τὸ κοινὸν εἰπεῖν, ἐκ περιττοῦ μνημονεύει καταπλασμάτων τε καὶ ἀσιτίας καὶ πυρίας τῆς διὰ σπόγγων. εἰ τὸ μὲν κατάπλασμά τε καὶ τὴν ἀσιτίαν οὐκ ἂν ἡμεῖς εὕροιμεν ἄνευ τοῦ παρ’ ἐκείνου μαθεῖν; ἡ φλεβοτομία δὲ ἐστὶ δήλη πᾶσι, κᾂν Ἐρασίστρατος μὴ λέγῃ. Ἀλλὰ κᾂν τοῦτό τις αὐτοῖς συγχωρήσῃ, καίτοι φανερῶς ὂν ἄτοπον, ἄλλα μεγάλα καὶ πολλὰ λείπεται σκέμματα τῷ μέλλοντι χρήσασθαι προσηκόντως τῷ βοηθήματι. πρῶτον μὲν εἰ μηδὲν διαφέρει τέμνειν ἡντινοῦν φλέβα, καθάπερ οἴονταί τινες, ἢ καθ’ ἕκαστον τῶν πεπονθότων μορίων ἰδίαι φλέβες εἰσὶν αἱ ταχέως ἐκκενοῦσαι τὸ πλῆθος αὐτῶν. δεύτερον δ’ ἐπὶ τούτῳ σκέμμα, πότερον ἅπαξ ἢ πλεονάκις ἀφαιρεῖν προσήκει. καὶ τρίτον δ’ ἐπ’ αὐτοῖς σκοποὺς ἐξευρεῖν, οἷς προσέχων τις ἀκριβῶς στοχάσαιτο τοῦ μέτρου τῆς κενώσεως. καὶ τέταρτον ὁ καιρὸς ἐν ᾧ χρὴ μάλιστα ποιεῖσθαι τὰς φλεβοτομίας, εἰ μηδέν ἐστιν ἐξαίρετον, αὐτὸ τοῦτο σὺν ἀποδείξει διδάξεται. τῷ μὲν οὖν ὅλως ἀποστάντι φλεβοτομίας οἴχεταί τε καὶ συνανῄρηται τούτων ἁπάν των ἡ σκέψις, τῷ προθεμένῳ δ’ ἐξ ἀνάγκης ἕπεται. καὶ γάρ τοι κᾀπὶ τῶν ἄλλων βοηθημάτων ἁπάντων ὁ αὐτός ἐστι λόγος, οἷον ἐλλεβόρου, σκαμμωνίας, οἴνου, λουτροῦ, σιτίων. εἰ μὲν γὰρ μηδ’ ὅλως ἐστὶ χρηστέον ἐπὶ τῶν νοσούντων ὁτῳδήποτε τῶν εἰρημένων, οὔτε καιρὸς οὔτε ποσότης οὔτε τρόπος τῆς χρήσεως οὔτ’ ἄλλο οὐδὲν ἔτι καὶ ζητηθήσεται τῷ καθ’ αὑτό. προσιεμένῳ δὲ τὴν χρῆσιν ἀναγκαῖόν ἐστι περὶ τούτων πάντων διελθεῖν, οὐ μόνον ἐπὶ τῶν δραστικῶν βοηθημάτων, ἐν οἷς εἰ παροφθείη τι σμικρὸν, ἡ βλάβη μεγίστη δι’ αὐτὸ γίνεται τοῖς νοσοῦσιν, ἀλλὰ κᾀπὶ τῶν ἐλαττόνων. καὶ φαίνεται τοῦτο οὕτως γινόμενον ἑκάστης ἡμέρας ἐπὶ πάντων τῶν νοσούντων. οὐδεὶς γοῦν εἰπὼν ἰατρὸς, ἄνθρωπος οὗτος τραφήτω, χαρίζεται, μήτε τὸν καιρὸν ἔτι προσθεὶς, ἐν ᾧ κελεύει τραφῆναι τὸν κάμνοντα, μήτε τὸ σιτίον ὁρίσας αὐτὸ, μήτε τὴν ποσότητα μήτε τὴν σκευασίαν, ἢ τὴν τῆς χρήσεως τάξιν, ἀλλ’ ἕκαστον τούτων ἀκριβῶς ἐκδιηγεῖται τοῖς παροῦσιν ὅπως δεῖ πραχθῆναι. καὶ τοίνυν καὶ γράφουσιν ἐν τοῖς βιβλίοις ἅπασιν ἐφ’ ὧν ἂν πράττουσι βοηθημάτων ἑξῆς ταῦτα σύμπαντα, καί τινες γ’ αὐτῶν, ὅσοι οὐ μακρολογώτεροι, χρονίζουσιν τῇ διηγήσει, οὐ μακρολογίαν, ἀλλ’ ἐπιμέλειαν ἡγούμενοι τὴν τοιαύτην διδασκαλίαν. Ἱπποκράτης μὲν ἐν τοῖς πλείστοις τῶν ἑαυτοῦ συγγραμμάτων ἐσχάτως βραχυλόγος ὢν, ὅμως οὐκ ὀκνεῖ γράφειν ἐπὶ τῆς φλεβοτομίας οὔτε τὸ μέρος τοῦ σώματος, ἐν ᾧ χρὴ τμηθῆναι τὸ ἀγγεῖον, οὔτε τὸ μέτρον τῆς κενώσεως οὔτε τὸν καιρόν. Ἐρασίστρατος δὲ, ὃν οἱ νῦν Ἐρασιστράτειοι φασὶ χρῆσθαι φλεβοτομίᾳ, μακρολογότερος ὢν, ὡς ὀλίγον ὕστερον δείξω, πρῶτον μὲν οὐδὲ αὐτὸ τὸ ὄνομα ὑπέμεινε προσγράψαι τῆς φλεβοτομίας ἅμα τοῖς ἄλλοις βοηθήμασι· εἶτα παρέλιπεν ἑξῆς πάντα τὰ κατειλεγμένα καὶ τὸν καιρὸν καὶ τὸ μέτρον καὶ τόπον ἀγγείου καὶ τρόπον χρήσεως, ὁ μηδ’ ὡς χρὴ τὰ καταπλάσματα ἐφ’ ἕκαστον τῶν νοσούντων προσφέρειν ἢ τὴν μᾶζαν φυρᾷν, ὀκνῶν προσγράφειν, ὁ μηδὲ περὶ τῆς τῶν λαχάνων ἑψήσεως σιωπῶν. ἄκουσον γοῦν ἃς γράφει κατὰ τὴν περὶ τῆς κοιλίας πραγματείαν προσφοράς. τὴν μὲν πρώτην προσφορὰν ἄλφιτα κριμνώδη πεφρυγμένα εὖ ἀποσεσεισμένα. ὅταν δὲ προσφέρεσθαι μέλλῃ, ἔν τινι ψυκτῆρι ἐπιχέοντα ὕδωρ φυράσαντα διδόναι, μηδ’ εἰς ἅπαξ δὲ ἅπαν ὃ ἂν μέλλῃς διδόναι φυράσας, ἀλλὰ δὶς ἢ τρὶς, ὅπως μὴ ξηρὰ γενομένη ἡ μᾶζα δυσάλωτος μὴ πολὺ τὸ ὑγρὸν ἀναδέξηται. οὐδὲν γὰρ τούτων χρήσιμον. προσεσθίειν δὲ διδόναι τῶν κιχωρίων συχνὰ εἰς ὄξος μὴ δριμὺ ἐμβάπτοντας καὶ ἐπὶ τῶν σιτίων ἀναλίσκειν. ἑφθὰ κιχώρια ἑψῆναι δεῖ δύο παρασκευάζοντας χυτρίδας, καὶ εἰς μὲν τὴν μίαν ἐμβάλλοντας ἑψεῖν, ὅταν δὲ ἤδη καθεψηθέντα εὖ μάλα ᾖ καὶ ἡ ἑτέρα χύτρα τοῦ ὕδατος ζέῃ, μεταγγίζειν αὐτὰ εἰς τὴν ἑτέραν. εἶναι δὲ δέσμια ὅπως εὐμετάθετα ᾖ. συνεψήσαντα δὲ καὶ ἀποχέοντα τὸ ὕδωρ ἀρτύσαι ἁλὶ καὶ ἐλαίῳ καὶ διδόναι προσφέρεσθαι. ἆρ’ ἐπινοεῖς ἔτι δύνασθαί τι ἐπιμελέστερον γράψαι τὰ σμικρότατα τοῦ μηδ’ ὅτι χρὴ δεσμίδια ποιεῖν τῶν κιχωρίων, ὅπως εὐμετάθετα ᾖ, σιωπήσαντος; εὔδηλον γὰρ ὅτι τὰ λελυμένα δυσμετάθετα γίγνονται καὶ διὰ τοῦτο κηδόμενος οὐ μόνον ἡμῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν ἑψόντων τὰ λάχανα μαγείρων ἐδίδαξεν αὐτοὺς ὡς χρὴ συνδεῖν τὰ λάχανα. τοιοῦτος δ’ ἐστὶ κᾀπειδὰν ἤτοι καταπλάσματός τινος γράφῃ σκευασίαν ἢ περιπατεῖν κελεύῃ τοσούσδε σταδίους ἢ τρίβεσθαι τρίψεις τοσαύτας, ἤ τι τοιοῦτον ἕτερον, ἐφ’ οἷς ἤδη τινὲς οὐ μόνον οὐκ ἐπαινοῦσι τῆς περιττῆς ἐπιμελείας, ἀλλὰ καὶ ψέγουσι ὡς ὅρους καὶ μέτρα τιθέμενον ἐπὶ τῶν ἀόριστον ἐχόντων τὴν ποσότητα. τίς ἂν οὖν οὐ πεισθῇ τὸν οὕτως ἐπιμελῆ κεχρῆσθαι μὲν ὁμοίως τοῖς ἄλλοις, φλεβοτομίας μηδαμόθεν δ’ αὐτῆς μνημονεῦσαι πλὴν ἅπαξ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς; οὐδ’ οὖν οὐδὲ τότε χρώμενον, ἀλλὰ τοὐναντίον ἅπαν ἐπαινοῦντα τὸν Χρύσιππον ἐπὶ τῷ μὴ χρῆσθαι φλεβοτομίᾳ καὶ τὴν ἀπόδειξιν αὐτοῦ καθ’ ἣν ἀποδεικνύναι νομίζει τὸ Χρυσίππου δόγμα περὶ τῆς φλεβοτομίας, τοῦ μᾶλλον τῶν αἷμα πτυσάντων κοινὴν εἶναι λέγοντος ἢ ἄλλων ἁπάντων οἷς μόριόν τι τοῦ σώματος μέλλει φλεγμαίνειν. ἀλλὰ περὶ μὲν τοῦδε καὶ αὖθις εἰρήσεται. νῦν δ’ ὅπερ ἔλεγον ἀναληπτέον, ὡς οὐκ ἂν Ἐρασίστρατος ἐπὶ πλεῖστον ἐκτείνων ἅπαντας τοὺς λόγους, καὶ μέντοι καὶ δὶς καὶ τρὶς ἐνίοτε διεξερχόμενος ἕνα λόγον ἐν διαφέρουσι βιβλίοις, ὀλιγώρησεν ἄν που κᾂν ἅπαξ έ συλλαβὰς προσγράψαι παρενθεὶς ἅμα τοῖς ἄλλοις βοηθήμασι τὸ τῆς φλεβοτομίας ὄνομα, πρὸς τῷ καὶ τὴν ποσότητα πάντως ἂν αὐτῆς εἰπεῖν, ὡς ἐπ’ ἄλλων ἐποίησε, καὶ τὸν καιρὸν, ὡς εἴρηται πρόσθεν, ὅσα τ’ ἄλλα τοιαῦτα. τινὲς μέν γε τῶν ἰατρῶν ἐπὶ σημείοις  ὁρίζουσι τὸ ποσὸν τῆς κενώσεως, οἷον εἰ μεταβάλλοι κατὰ τὴν χρόαν ἢ τὸν τόνον ἢ τὴν ῥύσιν τοῦ αἵματος, ἢ εἰ καταπίπτοιεν εἰς ἀτονίαν οἱ σφυγμοὶ καί τινες ἱδρῶτες ἐπιφαίνοντο ἐν αὐτῷ τῷ καιρῷ τῆς ἀφαίρεσεως. ταῦτα δ’ οὖν καὶ Ἱπποκράτης πόνους φησὶν, καὶ τοὺς σφοδροτέρους τῶν ἐμέτων καὶ τὰς ἀλογωτέρας διαχωρήσεις ἄλλοις διείρηκεν ἄχρι λειποθυμίας ἄγειν τὴν κένωσιν, ὁπόταν τι φαίνηται κατὰ τὸν λόγον αὐτῇ γινομένῃ τῆς κενώσεως, οὐχ ὑπὸ χυμοῦ ῥυέντος εἰς τὸ τῆς γαστρὸς στόμα. πολλάκις γὰρ ἐναργῶς φαίνεσθαι διὰ χολὴν ἢ διὰ φλέγμα συῤῥυὲν ἐνταῦθα λειποθυμίαν γινομένην. ἔνιοι δὲ τῇ τε τοῦ παντὸς σώματος μεταβολῇ κατὰ χρόαν καὶ τῇ κατὰ τοὺς σφυγμοὺς ἐτεκμαίροντο τὴν σύμμετρον ἀφαίρεσιν καὶ διὰ τοῦτο εἰς ἅπαξ ἀπαγορεύουσιν ἢ χρῆσθαι δαψιλεῖ τῇ κενώσει, βέλτιον εἶναι τοῖς ἐπιγινομένοις τεκμηραμένους πρότερον οὕτως ἐπὶ τὴν τοῦ λυποῦντος ἔρχεσθαι κένωσιν. ἄλλοι δέ τινες ἐτόλμησαν ἤδη τι καὶ μέτρον ὁρίζειν οἷον ἤτοι δύο κοτύλας Ἀττικὰς εἶναι τὴν σύμμετρον ἀφαίρεσιν ἢ βραχὺ πλείω ἢ ἔλασσον, ὡς ἐκ τοῦ συμμέτρου δυνησομένων ἡμῶν εὑρίσκειν τὸ μᾶλλόν τε καὶ ἧττον ἁρμόττον ἑκάστῳ τῶν φλεβοτομουμένων καθ’ ἡλικίας καὶ φύσεις καὶ ὥρας καὶ χώρας. οὐκοῦν Ἐρασίστρατον ἀριθμὸν μέν τινα τρίψεως ὁρίζειν, ἵνα κᾂν σφαλῶμεν τῆς ἀκριβοῦς συμμετρίας, οὐδεμία μεγάλη βλάβη, μετὰ δὲ μηδὲν εἰπεῖν ὅλως ἐπὶ φλεβοτομίας. ἐγὼ μὲν γὰρ εὖ οἶδα ὅτι καὶ περὶ τῶν φλεβῶν αὐτῶν τῶν τμηθησομένων ἔγραψεν ἂν οὐκ ὀλίγα καὶ μάλισθ’ ὅτι πολλάκις Ἱπποκράτης αὐτῶν ἐμνημόνευσεν. ἐνίοτε μὲν κατὰ ἰγνὺν ἢ παρὰ σφυρὸν, ἐνίοτε δὲ τὴν ὀρθίαν ἐν τῷ μετώπῳ καὶ αὖθις τὴν ἐπὶ τῇ γλώττῃ. περὶ μὲν γὰρ τῶν κατ’ ἀγκῶνα τί δεῖ καὶ λέγειν ὡς οὐκ ἂν ἐσιώπησεν ὁ Ἐρασίστρατος, εἴτε χρὴ πάσας ἐπὶ πᾶσι τέμνεσθαι νοσήμασι, εἴθ’, ὡς Ἱπποκράτης ἐκέλευεν, ἄλλην ἐπ’ ἄλλων; τοῦ γὰρ οὕτως ἐπιμελῶς γράφοντος πάντα καὶ τοῦτο ἦν ἔργον οἰκεῖον ὁρίσαι μέν τί ἄμετρον ἐν τηλικούτῳ βοηθήματι, προσγράψαι δ’ ἣν ἔχει γνώμην ὑπὲρ τῶν φλεβῶν, ὥσπερ οἱ ἄλλοι πεποιήκασιν ἰατροὶ, τινὲς μὲν οὐδὲν δια φέρειν φάσκοντες ὁποίαν ἄν τις ἐθέλοι τέμνειν φλέβα· κενοῦσθαι γὰρ ἐξ ἑκάστης αὐτῶν ὁμοτίμως τὸ πᾶν· τινὲς δὲ πάμπολλα ἡγούμενοι καὶ παρὰ τοῦτο γίνεσθαι διαφοράν. ἐνίας μὲν γὰρ αὐτῶν θᾶττον, ἐνίας δὲ ἐν χρόνῳ πλείονι τὸ πεπονθὸς μέρος ἐκκενοῦν. ὁ τοίνυν μήτε τούτων τι γράψας μήτε τοῦ μέτρου τῆς φλεβοτομίας ὁρίσας τοὺς σκοποὺς, εὔδηλον διὰ τοῦτο παραλελοιπὼς ἅπαντας τούσδε τοὺς λόγους ὅτι μηδ’ ὅλως ἐχρῆτο τῷ βοηθήματι. ὥσπερ γὰρ ὁ μηδέποτε χρώμενος ἐπ’ ἀῤῥώστου καταπλάσμασι γράφειν οὐ δύναται τὰς διαφορὰς αὐτῶν ἢ τὰς σκευασίας ἢ τὸν καιρὸν ἢ τὸν τρόπον τῆς χρήσεως, ἀναγκαῖον δ’ εἶναι τοῖς χρωμένοις, ὥσπερ Ἐρασίστρατος ἐχρῆτο, καὶ περὶ τούτων ἑκάστου διορίσαι, κατὰ τὸν αὐτὸν τρόπον ὅσοι μὲν μηδ’ ὅλως χρῶνται φλεβοτομίᾳ, καιρὸν καὶ τρόπον χρήσεως καὶ σκοποὺς τοῦ μέτρου γράφειν οὐ δύνανται. τοῖς χρωμένοις δ’ ἀναγκαῖόν ἐστι καὶ περὶ τούτων διορίσασθαι καὶ πολὺ μᾶλλον ὑπὲρ τῆς φλεβῶν διαφορᾶς, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν τοσοῦτον ὡς οὐδὲν διαφέρει τήνδε πρὸ τῆσδε τέμνειν, ὁμοίως ἁπασῶν ἐκκενοῦν δυναμένων τὰ φλεγμαίνοντα μόρια. Τὸ δὲ μήτε τούτων τι γράψαι καὶ τὴν χρείαν ὅλην ἀνελεῖν τοῦ βοηθήματος, ἐπὶ δὲ πάθους ὃ μάλιστα χρῄζειν αὐτοῦ πεπίστευται, πῶς οὐκ ἄν τις ἐναργὲς εἶναι φαίη γνώρισμα τοῦ μηδέποτε Ἐρασίστρατον κεχρῆσθαι τῷ βοηθήματι; τί γὰρ οὖν δύσκολον, ἡνίκα ἔγραφεν ἐν τῇ τῶν πυρετῶν θεραπείᾳ κατὰ λέξιν ὧδε· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων, ἐνταῦθα προσγράψαι, χρηστέον δὲ φλεβοτομίᾳ; ὥσθ’ ὅλην αὐτοῦ τὴν ῥῆσιν γενέσθαι τοιάνδε· περὶ μὲν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων, χρηστέον δὲ φλεβοτομίᾳ. γίνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι φλεγμοναὶ διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεώς τε καὶ ἀναδόσεως τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τε τῶν ἀγγείων τῆς τροφῆς, ἔτι γε πλείστας τε καὶ ἰσχυρὰς συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι. βέλτιον οὖν μήτε διδόναι σιτία καὶ τέμνειν φλέβα. τοιαύτη μὲν ἂν ἡ ῥῆσις ἐγένετο, βουληθέντος αὐτοῦ ὥσπερ ταῖς ἀσιτίαις, οὕτω καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι. μὴ προσγράψαντος δὲ πῶς ἄν τις πιστεύσειε ἐπαινεῖν τὸν ἄνδρα τὴν χρῆσιν τοῦ βοηθήματος; ὅτε δὲ μηδ’ ἐν ἄλλῃ τινὶ πραγματείᾳ θεραπευτικῇ φαίνεται τοῦτο ποιεῖν, ἔτι καὶ μᾶλλον ἄν τις πιστεύσειεν ὑπὸ τῆς γνώμης αὐτοῦ. τίς γὰρ ἂν δύναιτο πεισθῆναι τὸν μακρολογώτατον Ἐρασίστρατον ὀκνῆσαι προσθεῖναι συλλαβὰς ἤτοι δ΄ ἢ έ κᾂν ἅπαξ που τῶν γεγραμμένων αὐτῶν πραγματειῶν; ἐγὼ μὲν οὖν εἰ καὶ μηδὲν ἐσώζετο Ἐρασιστράτου βιβλίον, ἀλλ’ ἤδη πάντα ἀπολώλει, καθάπερ τὰ Χρυσίππου κινδυνεύει παθεῖν, τοῦτο τοῖς μαθηταῖς ἂν αὐτοῦ μᾶλλον ἐπίστευσα περὶ τοῦ διδασκάλου λέγουσιν ἢ τοῖς μήτ’ Ἐρασίστρατον αὐτὸν ἰδοῦσι, ποτὲ μήτε μαθητὴν αὐτοῦ, μήτε τῶν ὡς ἐκείνου φοιτησάντων ἢ τῶν τούτοις συγγενομένων. ἀλλὰ μετὰ τοσαύτας ἐτῶν γενεὰς  ἀποφαινομένων τολμηρῶς ὑπὲρ ὧν οὔτ’ εἶδον οὔτε ἰδόντος τινὸς ἤκουσαν οὔτε ἀνέγνωσαν Ἐρασίστρατον γράψαντα οὐδ’ ἄχρι τεττάρων ἢ πέντε συλλαβῶν, ὡς ἔφην. τὸ μὲν γὰρ τεμεῖν φλέβα δ΄ συλλαβῶν, φλεβοτομία δὲ αὕτη έ. τὸ δ’ εἰς τὴν ῥῆσιν αὐτοῦ παραγραφὲν ὀλίγον ἔμπροσθεν ὑπ’ ἐμοῦ, τὸ, χρηστέον δὲ φλεβοτομίᾳ, διὰ θ΄ λέγεται συλλαβῶν. παυσάσθωσαν οὖν ἤδη λωβώμενοι τοῖς γε μανθάνουσι τὴν τέχνην καὶ τοῖς νοσοῦσιν αὐτοῖς οἱ λέγοντες Ἐρασίστρατον κεχρῆσθαι μὲν τῆ φλεβοτομίᾳ, λόγον δ’ οὐδένα πεποιῆσθαι περὶ αὐτῆς, ὡς παραδήλου πᾶσιν οὔσης μᾶλλον ἢ τῆς τῶν καταπλασμάτων τε καὶ λαχάνων ἑψήσεως. εἰ γὰρ διὰ τοῦτο φλεβοτομήσουσιν οἱ μανθάνοντες τὴν τέχνην, διότι καθάπερ ἐν ταῖς ἀσιτίαις αἱ φλέβες κενούμεναι λύουσι τὰς φλεγμονὰς, οὕτω καὶ αἱ φλεβοτομίαι πάντας ἑξῆς φλεβοτομήσουσιν ὅσους Ἐρασίστρατος ἀσιτεῖν κελεύει. καὶ τοῦτο μὲν ἔτι σμικρὸν.