Μὴ τοίνυν ἔτι φιλονεικεῖν Ἱπποκράτει μόνῳ δόκει κενοῦν αἷμα παραινοῦντι, κᾂν εἰς τρόμον, κᾂν εἰς ὕδερον,  κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἢ ἀνὴρ δι’ ἐπίσχεσιν αἱμοῤῥοΐδος ἢ γυνὴ δι’ ἐμμηνίων ἐμπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων· ἀνατρέπειν γοῦν μοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισμόν. οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κενοῦν αἵματος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία τῶν ἐναντίων ἰάματα; μὴ γὰρ Ἱπποκράτους ἡ γνώμη μόνου, κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά μοι δοκεῖς ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος εἶναι. ταῦτα γοῦν ὁσημέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησμονὰς κενώσεσι καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐμψύξεσι. τί γάρ ἐστι τροφὴν προσενέγκασθαι ἄλλο γε ἢ τὸ πλῆθος ἐκπορίσασθαι; τί δ’ ἀποκρῖναι κόπρον ἢ ἔντερον πεπληρωμένον ἐκκενῶσαι; τί δ’ οὐρῆσαι ἢ κύστεως πλησμονὴν ἰάσασθαι; ταῦτα μὲν ζῶα καὶ κρύει πονούμενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάμνοντα θέρους ὥρᾳ νήχεται μὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δ’ ἐν τόποις συσκίοις τε καὶ προσηνέμοις. ἔγωγε κύνα πολλάκις εἶδον ἔμετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυστῆρα μιμησαμένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν λόγῳ χρωμένοις, εὐμηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιμον ὑπὸ συνάγχης ἢ περιπνευμονίας πνιγόμενον, εἶτ’ ἐροῦ τὸν ἄνθρωπον εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς μὴ κένωσιν αἵματος εἰπεῖν; ἀλλ’ Ἐρασίστρατος ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας φαίνεται διασώζων, ἀλλ’ ἔτι καὶ τῶν γεράνων ἀνοητότερος εὑρίσκεται. μακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς μέχρι περάτων γῆς πετομένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν μέρει κρύος τε καὶ θάλπος, ἰωμένας τε διὰ παντὸς τοῖς ἐναντίοις τὰ ἐναντία. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς Ἱπποκράτους ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵματος οἷς διὰ πλῆθος αἵματος ὁ κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι καὶ ἐν ὅτῳ καιρῷ καὶ μέχρι τοσοῦτον, μᾶλλον ἐβουλόμην ἄν μοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα μὲν χρὴ τέμνειν τὴν ἐν τῷ μετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν ἢ τὰς ὑπὸ τῇ γλώττῃ ἢ τὴν ὠμιαίαν ὀνομαζομένην, ἢ τὴν διὰ μασχάλων, ἢ τὰς κατ’ ἰγνύας ἢ παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν Ἱπποκράτης, τοῦτον ἐγὼ νομίζω τὸν λογισμὸν ἰατρῶν εἶναι. τὸ δ’ ὅτι χρὴ τὰ ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει ἡ κένωσις ἐναντίον, τοσούτῳ δέω θαυμάζειν ὥστε καὶ τοῖς ἀλόγοις ζώοις μετεῖναι φημὶ τῆς ἐννοίας. εἰ δὲ βούλει μικρὸν ἀνοίξας τὰ ὦτα, μᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι τῆς πρὸς Ἱπποκράτη δυσμενείας· ἐπιλαθόμενος, εἴποιμ’ ἄν σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι μὲν γὰρ τοῦδε καὶ Διοκλῆς ἠπίστατο καὶ Πλειστόνικος, Ἡρόφιλός τε καὶ Πραξαγόρας καὶ Φιλότιμος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ μὲν ἐξεῦρον, ἑπόμενοι δὲ Ἱπποκράτει, πηνίκα χρὴ τέμνειν ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δ’ ἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤῥοϊδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι σαφῶς Ἱπποκράτους διδάξαντος, ἀλλ’ ὅσοι γνησίως ὡμίλησαν αὐτοῦ τοῖς γράμμασιν, οὗτοι μόνοι πῶς μὲν αἱμοῤῥοῒς γίγνεται μεμαθήκασι παρ’ αὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάμενον κωλυτέον, ἀλλ’ ὅτι ὅτε συνεργητέον, ἢ τῆς φύσεως ἡσυχαζούσης, αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συμφέρει τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα μαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ αἱμοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ μηχανῶνται μηδ’ ὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα καὶ μελαγχολήσαντας καὶ ἄλλως ἐκμανέντας ἐπὶ τοιαύταις κενώσεσιν ἰατρῶν ἀμαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵματος ἤμεσαν ἐκ γαστρὸς, ἢ ἐκ θώρακος ἀνέβηξαν, ἢ παραπληγίαις ἢ ὑδέροις ἀπώλοντο. ταῦτ’ ἐγὼ χρῆναι γινώσκειν φημὶ τὸν ἰατρόν. αὕτη μεγάλη περὶ τὰς κενώσεις τέχνη. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵματος πλεονάζοντος οὐδὲν μέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ Ἐρασίστρατος αὐτὸ καθάπερ τι τῶν μεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιμότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθημάτων ταυτὸν κατηγοροῦντες; ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ μέτρον λαβεῖν, ὡς μήθ’ ὑπερβάλλειν τὸ ποσὸν μήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος, ἢ τῶν καθαιρόντων τινὸς φαρμάκων, ἢ τῶν οὔρησιν κινούντων, ἢ τροφῆς ἢ πόματος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑπο ψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτ’ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν  αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν, οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ μόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας νομίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξομεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήματος ἐν φλεβοτομίᾳ τὸ μέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας μεταβολὴν ἔνεστι πολλάκις τεκμήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ μὲν τοῦ ῥέοντος αἵματος, ποτὲ δὲ καὶ τοῦ κάμνοντος αὐτοῦ. καὶ λειποθυμία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵματος ὀκλάζων, καὶ οἱ σφυγμοὶ τρεψάμενοι. καὶ μόνης ταύτης κενώσεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε βούλοιτο, τῶν δ’ ἄλλων οὐδεμιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρμακον δώσεις, εἴτε ἐμετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ μέγας ὁ κίνδυνος ἐπὶ φαρμάκων καθαιρόντων δόσεσιν ἢ μὴ κινηθῆναι τὴν κάθαρσιν ἢ μὴ ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ μετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυμίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι μὲν ὅλον τὸ σῶμα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρημένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅμως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρμάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνομένων συμπτωμάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω μηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρμάκων ἰσχυρῶν μνημονεύων διατρίβω, σιτίου παντὸς ἡ διαμαρτία τοῦ μέτρου μέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς βλάβης τὸ μέγεθος ἐν τοῖς ὑπερίνοις μὲν καὶ ἀσθενέσι, ταχείας δὲ ἀναθρέψεως δεομένοις. ἐν οἷς τὸ μὲν ἔλαττον ἐνδεῶς τρέφον μαραίνει τὴν δύναμιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει μᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’ οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ μέτρον δύσληπτον; οὕτω μέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ μὴ σὺν μέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτομίας δὲ καὶ μόνης οὐδὲ τοῦτ’ ἔχεις μέμψασθαι. ἄμφω τοῦ μέτρου αἱ διαμαρτίαι μεγάλα βλάπτουσιν· αἱ μὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάττονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύμμετρος ἀφαίρεσις, εἰ μὲν δ΄ ἀφέλοις, ἔβλαψε μέγιστα· δύο δ’ εἰ ἐκκενώσαις, ὠφέλησε μὲν ἱκανῶς, ἔβλαψε δ΄ οὐδέν. ἔνεστι μὲν γάρ σοι τὴν μίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶσιν ἐκκενῶσαι. πρὸς τὸ μηδ’ εἰ αὖθις αἵματος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιμούμενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀμαθέσιν, οἳ πρὸς τὸ μηδὲν ἐχόμενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούμενα γινώσκουσι. θαυμάζουσι μὲν γὰρ τοὺς Ἐρασιστράτου λόγους καὶ τοὔνομα ἐπ’ ἐκείνου ἀπ’ ἐκείνου τίθενται, προσαγορεύοντες Ἐρασιστρατείους, οὕτω δὲ αὐτῶν ἀμαθεῖς εἰσὶν ὥστε πάντα μᾶλλον ἢ τὴν ἐκείνου γνώμην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτομίας οὕτω μακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα μὴ τὴν ἀμάθειαν αὐτῶν μόνον, ἀλλ’ ἤδη καὶ τὴν ἀναισχυντίαν θαυμάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος Ἐρασιστράτου ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν ᾧ καὶ μόνῳ φλεβοτομίας ἐμνημόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι τὸν κάμνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόμενον διὰ τὰς φλεγμονὰς οὐκ ἀφῄρει τοῦ αἵματος, αὐτοὶ πάντα μᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐμὲ βούλει προσέχειν ἀνθρώποις Ἐρασιστράτου φλυαροῦσιν, αὐτὰς ἔχοντα Ἐρασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦμαι προσήκειν. ἀκούσωμεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγμονὴν λιμαγχονουμένου τἀνθρώπον. Καὶ οὐ δέομαι πάλιν ἐνταῦθα ληρούντων Ἐρασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγμαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν Ἐρασίστρατον ἐξηγούμενον ἑαυτὸν ἔχω δι’ ὧν ἔμπροσθεν ἐμνημόνευσα ῥήσεων. ἐκ μὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινομένων φλεγμονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύματος. ἐν ἀμφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουμένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷμα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ  παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθημα ἡ ἀσιτία φλεγμονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγμαινόντων παραλαμβάνειν ἢ ὅτι κενούμεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεμπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαί τις τὰς φλέβας βουλόμενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, μακρὰ κάμνει. οὐκ οἶδα πῶς ἄν τις μᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτομῶ, φησὶν, ἵν’ ὁ κάμνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγμονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ φλεγμαίνοντα λιμαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ μὲν οὖν ἐλεῶ τῶν ἁμαρτημάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινο μένοις μόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, τίνος ἕνεκεν ἀσιτίαι παραλαμβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅμα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν γεγραφέναι, πρὸς τὸ μηδὲ Ἱπποκράτην παραλιπεῖν, μηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶσαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ ταύτῃ μόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόμενος βοηθήματος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάμενα. ἀλλ’ ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύμασι φλεγμονὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσομεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι μένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ μὲν γὰρ ᾤμην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιμοτάτην εἶναι τὴν διὰ φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβοτομήσομεν, ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσομεν τὰ κῶλα; καὶ τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήματι χρώμενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως φλεβοτομία. πολλῶν γοῦν ἀνεπισχέτως αἱμοῤῥαγούντων τεμόντες φλέβα τὴν αἱμοῤῥαγίαν ἐστήσαμεν. Ἐρασίστρατον δ’ οἶμαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι ποίας ἐπὶ ποίοις μέρεσιν αἱμοῤῥαγοῦσι τμητέον φλέβας. ὅταν οὖν αὕτη τὰ μέγιστα δρᾷ ὧν νῦν δεόμεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί μέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγμονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγμονὴν ἰάσασθαι παραλαμβανομένας λιμαγχονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόμενον κωλύσεις τὸ ἐσόμενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγμονήν· εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι χρεία. σὺ δέ μοι δοκεῖς ὥσπερ ἐπιθυμῶν ἀσιτίαν συμβουλεύειν αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιμαγχονίας. τί δεινὸν ἦν τὸ λυπῆσον κενώσαντα μηδὲ ἔχειν πρᾶγμα; Καίτοι μάτην πολλὰ κάμνω παρὸν ὑπομνῆσαί σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡμᾶς ἐδίδαξας ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάματα, σκοπὸν μὲν αὐτῶν ἁπάντων κένωσιν θέμενος, ἄλλην δ’ ἄλλῳ συμφέρειν φάσκων· πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι συμφέρειν φῂς βοήθημα κενωτικὸν, ὅτι μήτε πάντες εἰθισμένοι χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ μὲν λουτροῖς μᾶλλον, οἱ δὲ γυμνασίοις, οἱ δὲ τοῖς μετὰ δεῖπνον ἐμέτοις, καὶ ὅτι μὴ τοῖς αὐτοῖς ἅπαντες εὐάλωτοι νοσήμασιν, ἀλλ’ ὁ μέν τις ἐπιληψίαις, ὁ δ’ αἵματος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσομεν βαλανείοις κενοῦν, ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον ἐν θώρακι ῥαγῆναι γυμνά σομεν. κίνδυνος γὰρ δηλαδὴ ταῖς τῶν γυμνασίων συντονίαις, εἰ καὶ μὴ πλῆθος ἦν, ἀλλ’ ὡς διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυμνασομένῳ. ὅπως οὖν αὐτὸν ἰασόμεθα δίδαξον ἡμᾶς. ὅτι μὲν γὰρ κενωτέον ἐστὶν ὁμολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχομεν βοηθήματα γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυμνασίοις μὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ μὲν ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ μὴ χρηστέον ἐπὶ τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόμενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριμένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ μαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵματος ἀναγωγῆς συγγράμματι διαδέσμοις τε ἅμα καὶ ἀσιτίαις χρώμενος ὑπὸ τούτων μὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζομαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδοξος ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ μὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλ’ ἐμοὶ τὸ φαινόμενον ἤρκει. μεγίστη γὰρ αἱμοῤῥαγίαις ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται μὲν τὸ αἷμα καὶ εἰς ἀτμοὺς λύεται καὶ πνεύματα τοῦ τε θερμαινομένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. μαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερμολουσίαις ἀποτελεῖται τὰ σώματα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα πάθοι αὐτά γε μαλακώτερα γενόμενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅμα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν βαλανείοις ἐπιχειρήσομεν κενοῦν οἷς φόβος δι’ αἵματος πλῆθος  ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόμεθα τῶν κενωτικῶν βοηθημάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπειδὴ ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ ἢ μικρὰ καὶ ἄτροφα σιτία προσφέρων ἢ οὐδ’ ὅλως προσφέρων ἢ ἐμεῖν ἀπὸ δείπνου κελεύων. ἴδωμεν οὖν ὅπως λεπτῶς διαιτήσομεν. ἆρά γε μετὰ δεῖπνον ἐμεῖν κελεύσαντες; ἀλλ’ εἰς τὴν ἐν τοῖς γυμνασίοις συντονίαν εὐλαβηθείημεν, εἴ πού γέ τι κατὰ τοὺς ἐμέτους ἀδεῶς χρησόμεθα. τοῦτο μὲν οὐδ’ ἂν ἰδιώτην λάθοι. λοιπὸν οὖν ἢ ἀσιτίαν προστάξομεν ἢ μικρὰ καὶ ἄτροφα σιτία δώσομεν. ἀλλ’ εἰ καὶ μὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν. ἡμεῖς δ’ οὐ προσθεῖναι νῦν, ἀλλ’ ἀφελεῖν βουλόμεθα. λοιπὸν ἄρα τὴν ἐπίπονον καὶ μοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόμεθα λιμοκτονίαν. εἶτα δηλαδὴ σκώψομεν Ἀπολλώνιον καὶ Δέξιππον ἐπὶ λιμαγχονίᾳ; καίτοι καὶ τοῦτ’ αὐτὸς αὐτὸς ἐδίδαξε, βούλομαι μᾶλλον ὑπομνῆσαι. καὶ γὰρ αὐτός μοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήματος. ἀποδείξας δὲ πρότερον ὅ βούλομαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ μαρτυρίας μνημονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγμάτων ἐστὶν, οὐ μᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ μὲν γὰρ τὸ προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώματος. τὸ μὴ προσενέγκασθαι οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων μὲν καὶ φλεβοτομίας καὶ κλυστῆρος κένωσιν, ἐδεσμάτων δὲ θρέψιν. μέση τοίνυν ἀμφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέ φειν. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσομεν, ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ, φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ μα νότητος ἔχει. τοῦ δ’ ἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώματος. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζώου γυμναζομένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυκνοῦσθαι μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ ἢ μηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα. ἅτε γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθ’ ὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων, πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει, καθ’ ἣν ὥραν φωλεύει τὰ ζῶα, μηδὲν ἐκτὸς ἀποῤῥεῖν. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούμενον δεῖσθαι. χρεία δ’ ἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν ὅτι τῆς μὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυμένης δι’ ἣν ὅλως ἐδεῖτο τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι μηδὲ προσθέσεως. σαφῶς οὖν ἐμάθομεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρματος μανότης. εἰ δὲ τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιμαγχονίας ἔτ’ ὄφελος; καὶ μὴν ἀναγκαῖον ἄμφω φυλάξασθαι, καὶ τὰ γυμνάσια καὶ πᾶσαν ἀλέαν, ᾧ κίνδυνος αἷμα πτύσαι. τὰ μὲν γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερμασίαι δὲ καθ’ ὃν λόγον καὶ τὰ λουτρά. μὴ θερμαίνων μὲν ἄρα κενώσεις τὸ σῶμα, θερμαίνων δὲ ἢ γυμνασίοις ἢ λουτροῖς μέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συμβουλεύσομεν τοῖς ὧδε κάμνουσιν; αἱ μὲν γὰρ ἀσιτίαι χωρὶς τοῦ γυμνάζεσθαι τὸν ἄνθρωπον ἢ ἄλλως ὁπωσοῦν θερμαίνεσθαι κενοῦν οὐ δύνανται. φλεβοτομίαν δὲ, ὡς ἐοίκαμεν, ἐσχάτως φεύγομεν, ὥσπερ, οἶμαι, καὶ τὰς ἰσχυρὰς καθάρσεις. θαυμαστή γε ἡ εὐπορία τῶν κενωτικῶν βοηθημάτων εἰς ἀσιτίαν κατακλεισθέντων. εἰ μὲν μόνῃ χρησόμεθα, πλεῖον οὐδὲν ἕξομεν, οὐ γὰρ κενοῖ μόνη. σὺν ᾗ κενοῦν πέφυκε, μείζονας ταῦτα τὰς ἄλλας βλάβας τῆς ἐκ τοῦ κενοῦν ὠφελείας ἔχει.