ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ ΕΡΑΣΙΣΤΡΑΤΟΝ ΒΙΒΛΙΟΝ. Ἄξιον εἶναί μοι δοκεῖ ζητήσεως οὐ σμικρᾶς τί δή ποτε καὶ τἄλλα τῆς τέχνης ἱκανὸς ὢν ὁ Ἐρασίστρατος, κᾀν τοῖς σμικροτάτοις οὕτως ἐπιμελὴς ὥστε καὶ λαχάνων τινῶν καὶ καταπλασμάτων ἑψήσεις γράφειν, ἐφ’ ὧν ἤρκεσεν ἂν ἑτέρῳ πρὸς ὅ τι συμφέρει μόνον εἰπόντι τὸν τρόπον τῆς σκευασίας παραλιπεῖν, ὡς οὐδὲν μέγα καὶ αὐτόν τινι τῶν ἐντυγχανόντων ἐξευρεῖν, ἐν οὕτως ἰσχυρῷ καὶ μεγάλῳ βοηθήματι τῇ φλεβοτομίᾳ καὶ οὐδενὸς ἧττον τῶν δραστικωτάτων εὐδοκιμοῦντι παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ λόγον οὐδένα πεποίηται. σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτομίας ἐστὶν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον μᾶλλον, ὡς ἄν τῳ δόξειεν, ἢ μετά τινος ἀξιολόγου σπουδῆς· μάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε· ἀποδέσεις δὲ ποιεῖσθαι παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδὲν παρακολουθοῦντες αἵματος χάριν ταῦτα ποιοῦνται, ἀλλ’ ἀποπιέζονται ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτομία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅτε ἀποδεθῇ τὸ φλεβοτομούμενον μέρος τοῦ σώματος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμβάνεται τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι καὶ τοῖς βραχίοσιν. ἐλάσσονος γὰρ γινομένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δ’ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος, οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον· φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι· ὁ δὲ τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώματι κατεργαζομένην εἰς τόπους ἀλύτους μεταστησάμενος, καθ’ ὃν καιρὸν ὁ τῆς ἐκλύσεως κίνδυνος· ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίμου ταῦτ’ ἤδη χρώμενος καὶ μὴ προσφέρειν ἀναγκαζόμενος, ἄκρως περιττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ δι’ ὅλου ἀκολουθῶν αὐτὸς ἑαυτῷ. ὅτι μικρὰ ταῦτα καὶ τὰ τυχόντα, καὶ οὔτε τῆς Ἐρασιστράτου περὶ τὴν τέχνην ἀκριβείας οὔτ’ αὐτοῦ τοῦ βοηθήματος τῆς δυνάμεως ἄξια, παντὶ δῆλον. εἰ μὲν μήτε παρ’ Ἱπποκράτει μήτε παρὰ Διοκλεῖ μήτε παρ’ Εὐρυφῶντι μήθ’ ὅλως παρ’ ἄλλῳ μηδενὶ τῶν Ἐρισιστράτου πρεσβυτέρων ἦν εὑρεῖν τὸ βοήθημα γεγραμμένον, ἴσως ἄν τις ὑπενόησεν, εἰ μήπω τῆς χρήσεως εὑρημένης ἢ μὴ παρὰ τοῖς εὐδόξοις εὐδοκιμούσης, εὐλόγως αὐτὸν παραλιπεῖν. ἐπεὶ δὲ εὕροιντο ἄλλοι καὶ πολλή τις χρῆσις ἤδη τοῦ βοηθήματος ἦν, οὐκ ἐφ’ ἑνὸς μόνον οὐδὲ τοῦ τυχόντος πάθους, ἀλλ’ ἐπὶ τῶν πλείστων τε καὶ ὀξυτάτων, οὕτως γὰρ ὁ Ἱπποκράτης γε αὐτὸς, ὁ τῶν καλῶν τῆς τέχνης ἁπάντων ἡμῖν ἡγεμὼν, οἵ τ’ ἄλλοι παλαιοὶ φαίνονται χρώμενοι. τί δή ποτε παθὼν ὁ Ἐρασίστρατος ἠμέλησε τελέως τὸν ὑπὲρ αὐτῆς διεξελθεῖν λόγον; καὶ γὰρ ἀρεσκόμενον ἐχρῆν ἐπισημαίνεσθαι τοῖς πάθεσιν αὐτὸ προσαναγράψαντα, καθάπερ τἄλλα βοηθήματα, καὶ ἀρεσκομένου εἰπεῖν αἰτίαν δι’ ἣν ἀρέσκεται. ὁ δὲ τοσοῦτον ἀποδεῖ τὸν λόγον ὑποσχεῖν περὶ τῆς τοῦ βοηθήματος δυνάμεως, ὥστ’ οὐδ’ ὅτι χρηστέον ἢ μὴ χρηστέον ἐμήνυσεν, οὐδ’ ὅλως ἐτόλμησεν ἀποφήνασθαι ἣν ἔχει γνώμην πλὴν ἅπαξ, ὡς εἶπον, ἐφ’ ἑνὸς πάθους, καίτοι κᾀξ αὐτῶν ὧν σιωπᾷ κατάφωρον αὐτοῦ τῆς γνώμης τὸ κεφάλαιον. οὐ γὰρ δὴ ἀρεσκόμενόν γ’ ἂν αὐτῷ παρέλιπεν, οὐδὲ τὰ μὲν σμικρὰ τῶν τοῖς πάθεσιν συμφερόντων γραφῆς ᾤετο δεῖσθαι, τὰ δ’ οὕτω μεγάλα δύνασθαί τινα καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν αὐτὸν ἐξευρεῖν.