ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ ΕΡΑΣΙΣΤΡΑΤΟΝ ΒΙΒΛΙΟΝ. Ἄξιον εἶναί μοι δοκεῖ ζητήσεως οὐ σμικρᾶς τί δή ποτε καὶ τἄλλα τῆς τέχνης ἱκανὸς ὢν ὁ Ἐρασίστρατος, κᾀν τοῖς σμικροτάτοις οὕτως ἐπιμελὴς ὥστε καὶ λαχάνων τινῶν καὶ καταπλασμάτων ἑψήσεις γράφειν, ἐφ’ ὧν ἤρκεσεν ἂν ἑτέρῳ πρὸς ὅ τι συμφέρει μόνον εἰπόντι τὸν τρόπον τῆς σκευασίας παραλιπεῖν, ὡς οὐδὲν μέγα καὶ αὐτόν τινι τῶν ἐντυγχανόντων ἐξευρεῖν, ἐν οὕτως ἰσχυρῷ καὶ μεγάλῳ βοηθήματι τῇ φλεβοτομίᾳ καὶ οὐδενὸς ἧττον τῶν δραστικωτάτων εὐδοκιμοῦντι παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ λόγον οὐδένα πεποίηται. σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτομίας ἐστὶν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον μᾶλλον, ὡς ἄν τῳ δόξειεν, ἢ μετά τινος ἀξιολόγου σπουδῆς· μάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε· ἀποδέσεις δὲ ποιεῖσθαι παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδὲν παρακολουθοῦντες αἵματος χάριν ταῦτα ποιοῦνται, ἀλλ’ ἀποπιέζονται ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτομία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅτε ἀποδεθῇ τὸ φλεβοτομούμενον μέρος τοῦ σώματος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμβάνεται τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι καὶ τοῖς βραχίοσιν. ἐλάσσονος γὰρ γινομένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δ’ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος, οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον· φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι· ὁ δὲ τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώματι κατεργαζομένην εἰς τόπους ἀλύτους μεταστησάμενος, καθ’ ὃν καιρὸν ὁ τῆς ἐκλύσεως κίνδυνος· ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίμου ταῦτ’ ἤδη χρώμενος καὶ μὴ προσφέρειν ἀναγκαζόμενος, ἄκρως περιττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ δι’ ὅλου ἀκολουθῶν αὐτὸς ἑαυτῷ. ὅτι μικρὰ ταῦτα καὶ τὰ τυχόντα, καὶ οὔτε τῆς Ἐρασιστράτου περὶ τὴν τέχνην ἀκριβείας οὔτ’ αὐτοῦ τοῦ βοηθήματος τῆς δυνάμεως ἄξια, παντὶ δῆλον. εἰ μὲν μήτε παρ’ Ἱπποκράτει μήτε παρὰ Διοκλεῖ μήτε παρ’ Εὐρυφῶντι μήθ’ ὅλως παρ’ ἄλλῳ μηδενὶ τῶν Ἐρισιστράτου πρεσβυτέρων ἦν εὑρεῖν τὸ βοήθημα γεγραμμένον, ἴσως ἄν τις ὑπενόησεν, εἰ μήπω τῆς χρήσεως εὑρημένης ἢ μὴ παρὰ τοῖς εὐδόξοις εὐδοκιμούσης, εὐλόγως αὐτὸν παραλιπεῖν. ἐπεὶ δὲ εὕροιντο ἄλλοι καὶ πολλή τις χρῆσις ἤδη τοῦ βοηθήματος ἦν, οὐκ ἐφ’ ἑνὸς μόνον οὐδὲ τοῦ τυχόντος πάθους, ἀλλ’ ἐπὶ τῶν πλείστων τε καὶ ὀξυτάτων, οὕτως γὰρ ὁ Ἱπποκράτης γε αὐτὸς, ὁ τῶν καλῶν τῆς τέχνης ἁπάντων ἡμῖν ἡγεμὼν, οἵ τ’ ἄλλοι παλαιοὶ φαίνονται χρώμενοι. τί δή ποτε παθὼν ὁ Ἐρασίστρατος ἠμέλησε τελέως τὸν ὑπὲρ αὐτῆς διεξελθεῖν λόγον; καὶ γὰρ ἀρεσκόμενον ἐχρῆν ἐπισημαίνεσθαι τοῖς πάθεσιν αὐτὸ προσαναγράψαντα, καθάπερ τἄλλα βοηθήματα, καὶ ἀρεσκομένου εἰπεῖν αἰτίαν δι’ ἣν ἀρέσκεται. ὁ δὲ τοσοῦτον ἀποδεῖ τὸν λόγον ὑποσχεῖν περὶ τῆς τοῦ βοηθήματος δυνάμεως, ὥστ’ οὐδ’ ὅτι χρηστέον ἢ μὴ χρηστέον ἐμήνυσεν, οὐδ’ ὅλως ἐτόλμησεν ἀποφήνασθαι ἣν ἔχει γνώμην πλὴν ἅπαξ, ὡς εἶπον, ἐφ’ ἑνὸς πάθους, καίτοι κᾀξ αὐτῶν ὧν σιωπᾷ κατάφωρον αὐτοῦ τῆς γνώμης τὸ κεφάλαιον. οὐ γὰρ δὴ ἀρεσκόμενόν γ’ ἂν αὐτῷ παρέλιπεν, οὐδὲ τὰ μὲν σμικρὰ τῶν τοῖς πάθεσιν συμφερόντων γραφῆς ᾤετο δεῖσθαι, τὰ δ’ οὕτω μεγάλα δύνασθαί τινα καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν αὐτὸν ἐξευρεῖν. Ἡ δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ, τὸ μὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε μαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς; ὅμως δ’ οὖν ἐτόλμησάν τινες ἀπομαντεύσασθαι τῆς γνώμης αὐτοῦ. κατάφωροι δ’ εἰσὶν ἁμαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλήλους διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ πάντων δεινότατον, ὅτι μηδ’ αὐτοῖς τοῖς συμφοιτηταῖς μὲν τοῦ Ἐρασιστράτου, μαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου, οὗπερ δὴ πρώτου τὸ δόγμα τοῦτ’ ἦν, μὴ χρῆσθαι φλεβοτομίᾳ· οὐδὲ γὰρ ἐκείνοις ὁμολογεῖται περὶ τῆς Χρυσίππου γνώμης οὐδέν. ἀλλὰ τὰ μὲν ὑπό τε Ἀποιμάντου καὶ Στράτωνος εἰρημένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆσαι τὴν ἀρτηρίαν αὐτὴν, μετὰ δ’ ἐν τούτῳ κακὸν ἀποβαίνει, εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συμβαίνει· καὶ ὅτι δείσας τις ἔθανεν, ὁ μὲν καὶ πρὸ τοῦ τμηθῆναι τὸ ἀγγεῖον, ὁ δὲ καὶ τμηθεὶς οὐκ ἀνεκομίσθη· καὶ ὅτι ἡμοῤῥάγησέ τις ἀνεπισχέτως· τὰ δ’ ὑφ’ ἑτέρων λεγόμενα, τῶν μὲν, ὅτι τοῦ μέτρου τῆς  κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἢ ἐνδεῶς κενώσαντι μηδὲν εἶναι πλέον ἢ τὸ σύμμετρον ὑπερβαλόντι μεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφαγῆς ἄμετρος φλεβοτομία; τῶν δὲ, ὅτι παρέμπτωσις τοῦ πνεύματος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτ’ ἂν, ἀκολουθήσει γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστομώσεις τοῦ αἵματος κενουμένου τὸ πνεῦμα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς φλεγμονῆς ἐν ἀρτηρίαις συνισταμένου, περιττὸν ἐκκενοῦν τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ, κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυμῶν φύσεως ὁρμωμένοις εἴρηται. καὶ τάχ’ ἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους λόγου πλείονος, ἀλλ’ οὐ νῦν καιρός· εἰς μακρόν τε γὰρ οὕτω λόγον μῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ μήθ’ ὑπ’ Ἐρασιστράτου μήθ’ ὑπ’ ἄλλου τινὸς τῶν Χρυσίππου μαθητῶν εἰρημένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν. Ἄριστα οὖν μοι δοκῶ διαθέσθαι τὸν λόγον, εἰ τἄλλα παραλιπὼν ἀπ’ αὐτῶν ἀρξαίμην τῶν Ἐρασιστράτῳ δοκούντων· εἰρήσεται δ’ ὡς ἔνι μάλιστα διὰ βραχυτάτων. ἀρέσκει δὲ αὐτῷ πνεύματος μὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵματος δὲ τὴν φλέβα· σχιζόμενα δ’ ἀεὶ τὰ μείζω τῶν ἀγγείων εἰς ἐλάττονα μὲν τὸ μέγεθος, ἀριθμὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώματος ἐνεχθέντα, μηδένα γὰρ εἶναι τόπον ἔνθα μὴ πέρας ἀγγείου κείμενον ὑπάρχει, εἰς οὕτω σμικρὰ πέρατα τελευτᾷν, ὥστε τῇ μύσει τῶν ἐσχάτων στομάτων κρατούμενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷμα· καὶ διὰ τοῦτο καίτοι παρακειμένων ἀλλήλοις τοῦ στόματος τοῦ τε τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις μένειν τὸ αἷμα μηδαμόθι τοῖς τοῦ πνεύματος ἐπεμβαῖνον ἀγγείοις. μέχρι μὲν δὴ τοῦδε νόμῳ φύσεως διοικεῖσθαι τὸ ζῶον· ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷμα μεταχθῆναι, αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ οὐδεμιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵματος, ὑφ’ οὗ διατείνεσθαι μὲν τὸν χιτῶνα τῆς φλεβὸς, ἀναστομοῦσθαι δὲ τὰ πρότερον μεμυκότα πέρατα, μεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας τὸ αἷμα, κᾀντεῦθεν τῷ παρὰ καρδίας φερομένῳ πνεύματι προσκόπτον καὶ ἐνιστάμενον, ἀλλοιοῦντι τὴν ἐκείνου κίνησιν, ἡνίκ’ ἂν ἐγγὺς ᾖ καὶ κατ’ εὐθὺ τῆς ἀρχῆς καὶ τοῦτ’ εἶναι τὸν πυρετόν· ὠθούμενόν τε ὑπ’ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτ’ εἶναι τὴν φλεγμονήν. οὕτω μὲν ἐπὶ πλήθει φλεγμονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύμασι δὲ φλεγμονὴν αἰτιᾶται μὲν, κᾀνταῦθα τὴν παρέμπτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵματος, αὐτῆς δὲ τῆς παρεμπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωμένῳ μέρει διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ, κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦμα καὶ κίνδυνος ᾖ κε νὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστομώσεις τὸ αἷμα, τοῦ κενουμένου πνεύματος τὴν βάσιν ἀναπληροῦντος· ἀνεωγότος μὲν οὖν τοῦ πνεύματος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ μύσαντος ἔνδον ὠθούμενον ὑπὸ τοῦ παρὰ καρδίαν ἐπιπεμπομένου πνεύματος ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦμα τόποις, καὶ τὴν φλεγμονὴν οὕτως ἐργάζεσθαι. ἄγε δὴ, συγχωρήσομεν γὰρ αὐτὸν κατά γε τὸ παρὸν ἀληθεύειν ἅπαντα περί τε πυρετοὺς καὶ φλεγμονὰς, καίτοι γ’ ὅτι μηδὲν αὐτῶν ἀληθές ἐστιν ἐν ἑτέροις ἀπεδείξαμεν, ἐφεξῆς ἡμᾶς διδαξάτω τὰ ἰάματα. φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κᾀν τῷ τρίτῳ περὶ πυρετῶν κατὰ λέξιν οὕτω· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων· καὶ γίνονται ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθ’ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τῶν ἀγγείων τῆς τροφῆς, ἐπὶ πλέον τε ἰσχυροτέρας συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι. ταῦτα μὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύματος γιγνομένων φλεγμονῶν· ὑπὲρ δὲ τῶν ἐπὶ τραύμασιν ἐν πρώτῳ πάλιν περὶ πυρετῶν ὧδέ πώς φησιν. ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγμαντα πάντα γίνεσθαι τὰ τραύματα· καὶ τῶν φαρμάκων τὰ μὲν περιχριόμενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ μύοντα κωλύει τὴν συνίωσιν τοῦ ἄνωθεν κεχυμένου αἵματος ἐπὶ τοὺς διῃρημένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν ἀνεστομωμένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς τόπους μετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεμπεπτωκότος αἵματος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται. οὐκοῦν ὅτι μὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξασθαι πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷμα μεσταὶ τυγχάνουσαι καὶ διατεταμέναι, συμφωνεῖται τοῦτό γε καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι αὐτὰς τὸ ἀμφισβητούμενόν ἐστιν. Ἐγὼ μὲν οὖν ᾤμην, ἐπειδὴ ἅπαξ τὸ κενούμενον ὡμολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιμότατόν ἐστιν τεμεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς μόνας τὰς φλεγμονὰς ἐξεκενώσαμεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρόνου δεῖσθαι μακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁμοίως· τὸ δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ μὴ δεόμενον κενώσεως ἢ τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵματος; ἵνα τἄλλα ὅσα ταῖς μακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παραλείπω,  τήν τε δύναμιν κάμνουσαν καὶ τοὺς χυμοὺς ἐπὶ τὸ χολῶδες καὶ πικρὸν τρεπομένους καὶ καρδιωγμοὺς πολλοὺς καὶ ἄσην καὶ διαχώρημα ἰσχόμενον, καὶ πάνθ’ ἁπλῶς τὰ περιττώματα δριμύτερα γιγνόμενα, ὧν οὐδὲν ὁ Ἐρασίστρατος ἰδὼν, ὥσπερ οἱ τυφλοὶ, λείας ὁδοῦ καὶ πλατείας καὶ εὐθείας ἐγγὺς οὔσης πολλάκις στενὴν καὶ τραχεῖαν καὶ μακρὰν ἑλόμενοι περιέρχονται· καὶ αὐτὸς οὕτω παρακειμένην ὁδὸν σύντομον ἱκανῶς καὶ ἄλυπον παριδὼν ἐπὶ μοχθηρὰν καὶ μακρὰν ἐλήλυθεν, τοῦτο μόνον θεασάμενος, εἰ ἐφ’ ὃ βούλεται ἄγει αὐτὸν ἡ ὁδὸς, οὐκ ἔτι δὲ εἰ ταχέως καὶ ἀλύπως. ἄγει μὲν γὰρ ἐπὶ τὴν τοῦ πλήθους κένωσιν καὶ ἡ ἀσιτία, σύμφημι τοῦτο, ἀλλ’ ἐν χρόνῳ τε μακρῷ σὺν τῷ λυπῆσαι πολλά. καὶ ὅμως τηλικοῦτον βοήθημα παραλιπὼν ὁ σοφὸς Ἐρασίστρατος, ὃν ἀξιοῦσί τινες Ἱπποκράτει παραβάλλειν, οὐκ αἰδεῖται μηδὲν πιθανόν τι καὶ εὔλογον, ἀλλ’ ἀπομνημονεύσας ὥσπερ τινὸς τῶν φαυλοτάτων τε καὶ οὐδενὸς ἀξίων. ἀλλ’ οὐχ Ἱπποκράτης, ὦ Ἐρασίστρατε, μηδέν τι χείρων ἰατρός σου περὶ φλεβοτομίας οὕτως ἐπεγίνωσκεν· ἀλλ’ ἃ σὺ θαυμάζεις λόγῳ, ταῦτ’ ἔργῳ ποιῶν εὑρίσκεται. θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζώου, μιμῇ δ’ αὐτὴν οὐδαμοῦ· ἢ διὰ τί πολλάκις ἰδὼν αἵματος κενώσει τὴν φύσιν ἰασαμένην πολλὰ νοσήματα, τοῦτο οὐδ’ ἐφ’ ἑνὸς ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα, ἣν ἐπαινεῖς; διὰ τί παρὰ μὲν Ἱπποκράτει πολλὰ τοιαῦτα εὑρίσκων γεγραμμένα, Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις· ἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤῥοΐδες· αἱμοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν· παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἄχρι λόγου μόνου ἐπαινουμένη ἡ φύσις, ἔργον δ’ οὐδὲν οὐδαμοῖ φύσεως γεγραμμένον; ἤρκει μοι τὰ τῆς φύσεως μόνης ἔργα μαθεῖν· ἱκανὸς ἂν ἦν ἐκ τούτου ὁρμώμενος εὑρίσκειν τὸ δέον. ἆρά μοι συγχωρήσουσιν οἱ θαυμάζοντές σε τὸ παρ ιστάμενον εἰπεῖν, ἢ παντάπασιν ἀνόητός μοι δοκεῖς εἶναι ἢ μικρὰ τοῖς τῆς φύσεως ἔργοις ὡμιληκέναι. τὸ γὰρ ἢ μηδ’ ὅλως γινώσκειν αὐτὰ ἢ μὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν ἐστιν· ἢ γὰρ ἐν οἴκῳ τινὶ καθειργμένος ἔγραφες ταῦτα, μηδένα μηδεπώποτε θεασάμενος ἄῤῥωστον· ὅθεν εἰκότως ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύμασας μὲν ἀεὶ οὐκέτ’ ἐμιμήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτ’ εἰ τοίνυν γράφειν ἐπιχειρεῖς, τὸν νόμον τοῦ γράφειν ὑπερβάς· ἐχρῆς σε πρῶτον γράψαι μοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δ’ ἐξηγήσασθαι, τίνα μὲν ὁλοκλήρως καὶ ἀπηρτισμένως τοῖς οἰκείοις λόγοις κινουμένη δρᾷ, τίνα δ’ ἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς νόσους αἰτιῶν κωλυομένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν ἰαμάτων, ἵνα ἐκμαθὼν τὰ καλῶς ὑπ’ αὐτῆς ἀποτελούμενα τούτοις ἐπικουρεῖν δύνωμαι, τὸ λεῖπον προστιθείς· ἢ μηδ’ ὅλως κινουμένης, καὶ γὰρ καὶ τοῦτό ποτε πάσχει τῇ ῥώμῃ τῶν νοσωδῶν αἰτιῶν νικηθεῖσα, τὸ πᾶν αὐτὸς ἐκπορίζωμαι· τούτων οὐδὲν ἐπέδειξας. ἴσως γὰρ, ὅπερ φασὶν, ὀλιγωρεῖς μὲν τοὺς ἀῤῥώστους. θεᾶσθαι, μένων δ’ οἴκοι τὸ δόξαν ἔγραφες. ἀλλ’ εἰ καὶ μὴ αὐτὸς ἐθεάσω, τὰ γοῦν ὑφ’ Ἱπποκράτους ἐνῆν ἀναγινώσκοντί σοι μανθάνειν ὅσα μὲν ὁλοκλήρως καὶ ἀνελλιπῶς καὶ ὡς αὐτὸς ἐκεῖνος εἴωθεν λέγειν, ἀρτίως ἡ φύσις κινουμένη κρίνονται· πῶς δ’ ἂν αὐτὴν κάλλιστά τις μιμήσαιτο, μηδὲ ἐγχειροῦσαν κρίσει· καὶ πῶς ἐπιχειρούσῃ μὲν, ἀλλ’ ἐνδεῶς κινουμένῃ βοηθητέον. εἰ γὰρ ἐν τούτοις ἐγυμνάσω, τοιαῦτα ἂν ἤκουόν σου συμβουλεύοντος, οἷα καὶ Ἱπποκράτους ἀκούω, τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν, μηδὲ νεωτεροποιεῖν μήτε φαρμακίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾷν. τοῦτο μέν σοι φύσεως ὁλοκλήρως κινουμένης παράγγελμα· τὸ δὲ ἐφεξῆς τούτῳ κινουμένης μὲν ἐπὶ κρίσιν, ἀλλ’ ἐνδεῶς· διὰ τοῦτο αὐτῇ συνεργεῖν παρακελευόμενος ἐρεῖ· ἃ δεῖ ἄγειν, ταῦτα ἄγειν ὅπῃ ἂν μάλιστα ῥέπει διὰ τῶν ξυμφε ρόντων χωρίων. βούλεται μὲν γὰρ ἡ φύσις τηνικαῦτα τὸ λυποῦν ἀπώσασθαι, μὴ δυναμένη δ’ ἐπιθεῖναι τῷ ἔργῳ τὸ τέλος ὑπ’ ἀῤῥωστίας, ἡμῶν βοηθῶν δεῖται. διὰ τοῦτο καὶ πλευριτικοὺς θεραπεύων κατὰ τὴν ῥοπὴν τῶν χυμῶν κενοῖ. τί γὰρ φησίν; ἀλλ’ εἰ μὲν ἡ ὀδύνη ἐς κληϊδα, ἢ ἐν βραχίονι βάρος, ἢ περὶ μαζὸν, ἢ ὑπὲρ τῶν φρενῶν, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστ’ ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερον γὰρ γίνεται. ἢν δὲ ὑπὸ φρένας ᾖ τὸ ἄλημα, ἐς δὲ τὴν κληϊδα μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἑλλεβόρῳ ἢ πεπλίῳ. πάλιν δ’ ἔν τινι τῶν νεφριτικῶν παθημάτων συνδρομῇ προειπὼν καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ἀρχὴ μηροῦ κατ’ ἰξὺν ἐπιφέρει, ἰγνὺν τέμνειν, τοῦτ’ ἐστὶ τὴν ἐν ἰγνύῃ τέμνειν φλέβα. Ἐκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυμαργέω οἰκέτιδος οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τμηθεῖσα ἐράϊσε, καίτοι τρόμοι τὸ σῶμα περικατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. Ἱπποκράτης μὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήματος ἐξετάζειν κελεύει καὶ τῆς προφάσεως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν οἶμαί γε πλήθους αἵματος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλεβοτομίας εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρημένης γυναικὸς, καίτοι τρομώδους οὔσης, οὐκ ἐμέλησε τέμνειν τὴν φλέβα,  μηδενὸς ἂν ἄλλου τολμήσαντος αἵματος ἀφελεῖν ἐν τρόμοις, ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδ’ ἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι μὲν ἔτι καὶ μᾶλλον τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει κατεψυγμένον σβεσθῆναι τὸ ἔμφυτον θερμόν. ἀλλ’ Ἱπποκράτης σκεψάμενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι τὸ πλῆθος ἦν τοῦ αἵματος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν λοχείαν καλουμένην κάθαρσιν. ἡ τροφὴ τῆς προφάσεως, τοῦτ’ ἔστι ἡ γένεσις καὶ ἡ πρώτη αἰτία τοῦ μὴ καθαρθῆναι καλῶς ἡ διαστροφὴ τῆς μήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον. ἐνδειξαμένης οὖν αὐτῷ τῆς μὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς δὲ ἐπὶ μήτραν ῥοπῆς τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, τὴν παρὰ σφυρὸν ἔταμε φλέβα. τοιοῦτος ἐν ἅπασιν ὁ Ἱπποκράτης. ἀλλ’ ἵνα μὴ λυπῶ τοὺς Ἐρασιστρατείους ἐπιπλέον αὐτὸν ἐπαινῶν, καὶ γάρ μοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν ὁ Ἐρασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλείψωμεν ἤδη τὰ Ἱπποκράτους. ἐν ἑτέρῳ γάρ μοι καιρῷ πᾶσαν αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. μεταβήσωμεν δὲ ἐπὶ τοὺς ἄλλους ἄνδρας ἑκατέρας αἱρέσεως, ἐμπειρικῆς τε καὶ λογικῆς. οὐδὲ γὰρ τούτων οὐδένα εὑρίσκω τῆς φλεβοτομίας ἀποστάντα. δογματικὸν μὲν γὰρ οἶδα καὶ Διοκλέα καὶ Πλειστόνικον καὶ Διευχῆ καὶ Μνησίθεον, Πραξαγόραν τε καὶ Φιλότιμον καὶ Ἡρόφιλον καὶ Ἀσκληπιάδην φλεβοτομοῦντας. καίτοι φιλόνεικος οὕτως ἦν Ἀσκληπιάδης ὥστε ὀλίγου δεῖν ἅπαντα κινῆσαι τὰ πρόσθεν δόγματα καὶ μήτ’ ἄλλου τινὸς τῶν πρὸ αὐτοῦ φείσασθαι μήθ’ Ἱπποκράτους, ὥστε καὶ θανάτου με λέτην τὴν τῶν παλαιῶν ἰατρικὴν οὐκ ὤκνησεν εἰπεῖν. ἀλλ’ οὐδ’ οὗτος ἐπὶ τοσοῦτον ἀναίσχυντος ὥστε τολμῆσαι παντάπασιν ἐξελάσαι φλεβοτομίαν τῶν ἰατρικῶν βοηθημάτων· ἀλλ’ οὐδέ τις οὔτε τῶν νεωτέρων οὔτε τῶν παλαιῶν, οὐ Μαντίας, οὐκ Ἀθήναιος, οὐκ Ἀγαθῖνος, οὐκ Ἀρχιγένης, οὐχ ὁ τῶν ἐμπειρικῶν χορός. καὶ τούτων μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων ἑπομένων καὶ ἀεὶ τῇ πείρᾳ καταγνοὺς, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν οὐδένα. τί ποτ’ οὖν οἱ διαφωνοῦντες ἐν ἅπασι σχεδὸν τοῖς ἄλλοις ἐν τούτῳ συμπεφωνήκασιν; ἐμοὶ μὲν γὰρ οὐδὲν εἶναι δοκεῖ πιστότερον ἀνυπόπτου συμφωνίας. παραλείπωμεν δ’, εἰ βούλει, τούτους, ἵνα μηδὲ τῷ πλήθει τῶν μαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιήσωμεν. οὐχ αὕτη γυναῖκας μὲν ἁπάσας ἐφ’ ἑκάστῳ μηνὶ κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵματος; ἔδει γὰρ, οἶμαι, οἴκοι τὸ θῆλυ γένος οὔτ’ ἐν ἰσχυροῖς πόνοις διαιτώμενον οὔθ’ ὁμιλοῦν ἡλίῳ καθαρῷ, καὶ δι’ ἄμφω ταῦτα πλῆθος ὑποτρέφον ἴαμα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν μὲν τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ ἡ μετὰ τόκον κάθαρσις, καίτοι καὶ ἡ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς μήτρας αἵματος τὸ κυούμενον τρέφεται. καὶ ἡ μετὰ τὴν κύησιν δὲ τοῦ γάλακτος ἐν μαστοῖς γένεσις οὐ σμικρὰ κένωσις οὐδ’ αὐτὴ τῷ πλήθει. μία γὰρ ἀμφοτέρων ἡ οὐσία καταμηνίου τε καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πηγαὶ τῶν ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθ’ ὅσαις δι’ ἡλικίαν ἤδη τὸ καταμήνιον μηκέτ’ ἔρχεται, ταύταις οὐδ’ ἐν μαστοῖς ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι μὲν ὥρας ἔχουσι, ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ δι’ ὑστερῶν ὁρμήσῃ τὸ αἷμα, σβέννυται τὸ γάλα. καὶ τῶν ζώων ὅσα μὴ κυΐσκεται, τούτοις οὐδὲ γάλα ἐστὶν, καὶ ὅσοις γάλα ἐστὶ, ταῦτα κυΐσκεσθαι φύσιν ἔχει. εἰ δὲ καὶ μάθοις ἡλίκων ἐκ ταύτης τῆς κενώσεως ἀπολαύει τὸ θῆλυ γένος ἀγαθῶν καὶ ὅσα βλάπτεται μὴ κενούμενον, οὐκ οἶδα πῶς ὑπομενεῖς ἔτι μὴ παντὶ τρόπῳ σπεύδων κενῶσαι πλεονάζον αἷμα. γυνὴ οὐ ποδαγριᾷ, εἰ μὴ τὰ καταμηνία αὐτῆς ἐκλείπῃ, φησὶν Ἱπποκράτης. καίτοι τί δέομαι τῶν Ἱπποκράτους φωνῶν πρὸς ἄνθρωπον ἐχθρὸν Ἱπποκράτει; νομίζω τοίνυν αὐτὴν λέγειν σοι τὴν ἀλήθειαν δι’ ἐμοῦ κήρυκος, οὔτε ποδάγραις οὔτε ἀρθρίτισιν οὔτε πλευρίτισιν οὔτε περιπνευμονίαις ἁλίσκεται γυνὴ καλῶς καθαιρομένη. ἀλλ’ οὐδὲ ἐπίληπτος οὐδὲ ἀπόπληκτος οὐδὲ ἄπνους οὐδὲ ἄφωνος οὐδενὶ ἐν καιρῷ ποτε γίνεται καθαιρομένη καλῶς. ἑάλω δέ ποτε φρενίτισιν ἢ ληθάργοις ἢ σπασμοῖς ἢ τρόμοις ἢ τετάνοις ἐπιμηνίων ἰόντων. εἶδες δέ ποτε μελαγχολῶσαν ἢ μαινομένην ἢ πτύουσαν ἐκ θώρακος ἢ ἐμοῦσαν ἐκ γαστρὸς αἷμα, ἢ κεφαλαίᾳ κάμνουσαν, ἢ συνάγχῃ πνιγομένην, ἤ τι τῶν μεγάλων καὶ ἰσχυρῶν παθημάτων ὑπομένουσαν, εἰ καλῶς ἐκκρίνεται τὰ καταμηνία· ἰσχομένων δ’ αὖ πάλιν ἕτοιμον ἐν παντὶ κακῷ γενέσθαι. καὶ αἱ κενώσεις ἰάματα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖκας ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ μάθε, πόσοι μὲν αἱμοῤῥοΐδι τὸ περιττὸν εἰθισμένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσημάτων διατελοῦσι, πόσοι δ’ ἐπισχεθείσης τῆς κενώσεως ἐν χαλεπωτάτοις ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ αἵματος, οὐδ’ ἂν συναγχικοὶ γενόμενοι τύχωσιν, οὐδ’ ἂν περιπνευμονικοί. ἀλλ’ ὑπὸ τοῦ μὴ ἀναθέσθαι τὰ κακῶς ἐγνω σμένα περιόψει τοσούτους ἀπολλυμένους; σὺ μὲν ἴσως τοῦτο δράσεις, ἐγὼ δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ σπασμὸν καὶ ὕδερον αἵματος κενώσει πολλάκις ἰασάμην. οὕτως γὰρ ἥτε μακρὰ πεῖρα διδάσκει με, ὅ τε λόγος οὕτως ἐπὶ τὴν πρόφασιν κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ καὶ ἡ πεῖρα, τὰ τῶν ἐμπειρικῶν ἀναγνοὺς εἴσῃ γράμματα.