ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ ΒΙΒΛΙΟΝ Α. Τῶν νοσημάτων αἱ λύσεις, ὅσαι μὴ κατὰ βραχὺ μειωθέντων, ἀλλ’ ἐξαίφνης παυσαμένων γίνονται, δέονται πάντως, ἵν’ ὦσι πισταὶ, δαψιλοῦς τινος ἐκκρίσεως, ἢ ἀποστάσεως οὐκ ἀφανοῦς, ὡς ὅσα γε χωρὶς τούτων ἐῤῥᾳστώνησαν, ὑποτροπιάζειν φιλεῖ. προσέχειν οὖν χρὴ τὸν νοῦν ἀκριβῶς, καὶ διὰ φυλακῆς ἁπάσης ἔχειν τὸν ἄῤῥωστον, μηδὲν ὧν τοῖς πιστῶς ὑγιασθεῖσι συγχωροῦμεν ἐπιτρέποντες πράττειν, μήτ’ ἐν ἐδέσμασιν, ἢ πόμασι, μήτ’ ἐν λουτροῖς, μήτε κινήσεσιν, ἢ ὅλως ἔν τισι τῶν ἄλλων. εἰ μὲν γὰρ μικρὸν εἴη τὸ ῥᾳστωνῆσαν νόσημα, τάχα ἂν ἐφ’ οὕτως ἀκριβεῖ διαίτῃ κατασταίη παντάπασιν, ὡς μηκέτ’ αὖθις ἐπανελθεῖν· εἰ δέ τι τῶν καὶ κοηθεστέρων, ἐπανέλθοι μὲν ἂν καὶ οὕτω διαιτωμένων, ἀλλ’ οὐχὶ σὺν ἐσχάτῳ κινδύνῳ. ἀμεληθὲν δὲ καὶ παροφθὲν ὡς πιστῶς λελυμένον πολὺ χαλεπώτερον ἢ ἐξ ἀρχῆς ἐπιφαίνεται. χρὴ τοίνυν, εἰ μέλλοι βεβαίως παύεσθαι μέγα τι καὶ ἰσχυρὸν νόσημα, προηγεῖσθαι τῆς λύσεως αὐτοῦ τὰ πρὸς Ἱπποκράτους ὀνομαζόμενα λυ τήρια σημεῖα, τοῦτο μὲν ἱδρῶτας χρηστοὺς δι’ ὅλου τοῦ σώματος γενομένους, ἢ οὔρων πλῆθος, ἢ διαχωρημάτων, ἢ ἐμέτων, τοῦτο δ’ αἱμοῤῥαγίαν ἐκ ῥινῶν, ἤ τινα ἄλλην αἵματος κένωσιν, οἷον ἐξ αἱμοῤῥοΐδων, ἢ ὑστερῶν, τοῦτο δ’ εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἢ εἰς ἄλλό τι τῶν ἀκύρων μορίων, ἢ ἄρθρων ἀπόσκημμα. ὅσοις δὲ μηδενὸς τῶν τοιούτων σημείων ἐπιφανέντος ἔδοξε πεπαῦσθαι τὸ νόσημα, περὶ τούτων ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἑνὶ μὲν καθόλου λόγῳ τόνδε τὸν τρόπον ἀπεφήνατο· τὰ ἀσήμως ῥᾳστωνήσαντα φιλυπόστροφα· κατὰ μέρος δὲ διά τε τῶν ἀφορισμῶν αὐτῶν καὶ διὰ τοῦ προγνωστικοῦ γράμματος· οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν ἐπιδημιῶν ἐδίδαξε τίνα μὲν ὀλέθρια τῶν ὑποστρεφόντων ἐστὶ, τίνα δ’ αὐτῶν τούτῳ μόνον ἁπλῶς ὑποστρέφει, χωρὶς ὀλέθρου, τίνα δὲ καὶ δυνατὸν ἡμῖν ἐστιν ἐξιᾶσθαί τε καὶ κωλῦσαι παλινδρομῆσαι. περὶ μὲν δὴ τούτων ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγούμεθα τὴν γνώμην αὐτοῦ· περὶ δὲ τῶν ἅμα τοῖς λυτηρίοις σημείοις παυσαμένων, ἃ δὴ καὶ κεκρίσθαι λέγεται, νῦν ἡγοῦμαι χρῆναι διελθεῖν, ἀναγκαίων ὄντων γινώσκεσθαι τοῖς μέλλουσιν περὶ κρισίμων ἡμερῶν ἐπίστασθαί τι χρηστόν. ἡγεῖται γὰρ ἤδη τῶν ἐν τούτοις ἐκκρίσεων ἢ ἀποστάσεων οὐ μικρὰ ταραχὴ κατὰ τὸ τοῦ νοσοῦντος σῶμα, πολλάκις μὲν ἐξαιφνίδιον ἢ δυσπνοοῦντος, ἢ παραπαίοντος, ἢ σκοτοδινιῶντος, ἢ μαρμαρυγὰς ὁρῶντος, ἢ δακρύοντος, ἢ τοὺς ὀφθαλμοὺς ἐρυθροὺς ἴσχοντος, ἢ τοὺς κροτάφους βαρεῖς, ἢ τὸν τράχηλον ἐπώδυνον, ἐνίοτε δ’ ἤτοι τὴν κεφαλὴν ἀλγοῦντος ἢ ὀρφνῶδές τι τῶν ὀφθαλμῶν προφαίνεσθαι νομίζοντος, ἢ καρδιώσσοντος, ἢ τὸ κάτω χεῖλος οἱονεὶ κλονούμενόν τε καὶ εἴσω σπώμενον ἔχοντος, ἢ ῥίγει σφοδρῷ τινασσόμενον· καὶ μὲν δὴ καὶ ὑποχόνδριον ἀνασπᾶται πολλοῖς, καὶ δυσφοροῦσι καὶ ἀναπηδῶσι καὶ ψυχρὸν αἰτοῦσι καὶ διακαίεσθαί φασιν ἐπισημότερον ἢ πρόσθεν. ἐνίοις δ’ αὐτῶν καὶ ὁ παροξυσμὸς πρωϊαίτερος ἄρχεται καὶ μακρότερος καὶ σφοδρότερος γίνεται καὶ κῶμα συνεδρεύει, καὶ ἄλλο τι καὶ ἄλλο σύμπτωμα, καὶ δὴ καὶ θεάσασθαι τοὺς παρόντας ἅπαντας ἔστιν ἐν μεγίστῳ τηνικαῦτα καθεστῶτας φόβῳ καὶ λεγόντων ἀκοῦσαι πάρεστιν ὡς οὐδὲν ὁ κάμνων ἀποδεῖ τῶν ἐν δικαστηρίῳ περὶ θανάτου κρινομένων. ὅθεν οὐδὲ παραγεγονέναι μοι δοκοῦσιν ἔνιοι τῶν ἰατρῶν οὐδεπώποτε τοιαύταις ταραχαῖς ἀῤῥώστων, ἢ οὐκ ἂν ἐζήτουν οὔτε τὸ σημαινόμενον ὑπὸ τοῦ τῆς κρίσεως ὀνόματος οὔτ’ εἰ δυνατὸν ὑπάρχει τὸ πρᾶγμα. πότερον γὰρ ὡς οὐ γίνονταί τινες ἀθρόαι λύσεις ἐν νόσοις μετά τινος ἐκκρίσεως ἢ ἀποστάσεως ἀμφισβητοῦσιν, ἢ τοῦτο μὲν ὁμολογοῦσιν ἑωρακέναι, τὰ δὲ ἄλλα συμπτώματα τὰ μικρῷ πρόσθεν εἰρημένα συνεδρεύειν αὐταῖς ἀγνοοῦσιν; ἢ καὶ ταῦτα γινώσκοντες οὔ φασι χρῆναι καλεῖν τὸ γινόμενον κρίσιν; εἰ γὰρ δὴ τοῦτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος ἀμφισβητοῦσιν· ὡς τό γε μήθ’ ὅτι γίνονταί τινες ἐξαιφνίδιοι περὶ τὸν νοσοῦντα ταραχαὶ, καρδιώσσοντα καὶ ἀναπηδῶντα καὶ παραπαίοντα καὶ τἄλλα τὰ τοιαῦτα πάσχοντα, μήθ’ ὅτι μικρὸν ὕστερον ἐπ’ αὐταῖς, ἢ ἰδρῶτος, ἢ αἱμοῤῥαγίας, ἤ τινος ἑτέρου τοιούτου γενομένου, λύσις ἀσφαλὴς ἠκολούθησε γινώσκειν ὁμολογεῖν ἢ φιλονεικίας, ἢ ἀμαθίας ἐσχάτης οὐδὲν ἀποδεῖ· οὐ γὰρ δὴ τῶν σπανίως γινομένων τὰ τοιαῦτά ἐστιν, ἀλλὰ τῶν ὁσημέραι φαινομένων. ἡμεῖς μὲν δὴ τὴν ὀξεῖαν οὕτως ἐν νοσήματι ταραχὴν ὀνομάζομεν κρίσιν, καὶ τελευτᾷν γε αὐτὴν τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ἔστι δ’ ὅτε καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος φαμέν. εἰ δέ τις ἄλλό τι καὶ οὐ τοῦτο τὴν κρίσιν εἶναι λέγων, ἔπειτ’ ἀμφισβητεῖ τε καὶ καταβάλλει τὸν λόγον, τὴν οἰκείαν ὑπόνοιαν ὁ τοιοῦτος, οὐχ ἡμᾶς ἐξελέγχει. βέλτιον δ’ ἦν ἄρα τί ποτε ἐκ τῆς προσηγορίας δηλοῦται γνόντας περὶ πράγματος αὐτοῦ ποιεῖσθαι τὸν λόγον. ἀλλὰ τὴν μὲν τούτων ἀμαθίαν τε καὶ φιλονεικίαν οὐδ’ ἂν αὐτὸς ὁ Ζεὺς ἐξιάσαιτο, καί μοι καὶ ταῦτα πλείω τοῦ δέοντος εἴρηται πρὸς αὐτούς. ὅσοις δ’ ἐστὶ  τῶν ἔργων τῆς τέχνης φροντὶς, ἐκείνοις ἤδη διαλέξομαι περὶ τοῦ προτεθέντος ἐν τῷδε τῷ γράμματι σκέμματος.