Ἐπὶ τὸν ἀφορισμὸν οὖν αὖθις ἐπανέλθωμεν τὸν λέγοντα, τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει. καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ. σαφῶς γὰρ ταῦτα τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἁπάντων ἐστὶν ἐπιτομὴ, τὰ κεφάλαια μόνον αὐτὰ τῶν ἐν ἐκείνῳ κατὰ μέρος εἰρημένων,  εἰς τοὺς ἀφορισμοὺς μεταθεῖναι πειραθέντος τοῦ παλαιοῦ. τίνα δ’ ἦν τὰ κεφάλαια; πολλάκις γὰρ αὐτὰ ἀναλαμβάνειν κάλλιον οἶμαι, ἵνα κᾂν νῦν τις αἰδεσθεὶς μάθῃ ἀρχῆς τε νοσήματος εἶναι διαγνωστικὸς καὶ τῆς μελλούσης ἀκμῆς προγνωστικὸς, τουτέστιν, ὡς αὐτός φησι, καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ ἡ τῆς ὥρας φύσις, καὶ τῶν παροξυσμῶν αἱ περίοδοι, καὶ τὰ τοῖς νοσήμασι ἐπιφαινόμενα. καὶ δὴ πάλιν ἐπὶ τοῦ αὐτοῦ παραδείγματος ὁ λόγος μοι γινέσθω, διαστελλομένῳ βραχύ τι περὶ τῶν ὀνομάτων, οἷς οἱ παλαιοὶ μὲν, ὥσπερ ἦν καὶ προσῆκον, ἐχρῶντο τοῦ δηλῶσαι τὸ νοούμενον ἕνεκα. τὸ σύμπαν δ’ αὐτῆς ἦν σπούδασμα ἡ τῶν πραγμάτων αὐτῶν ἀκριβὴς γνῶσις. οἱ νεώτεροι δὲ ὀλίγου δεῖν ἅπαντες ἐν τοῖς ὀνόμασι κατατρίβουσι τὸν ἑαυτῶν βίον, ἀμελήσαντες τῶν πραγμάτων. ἀρχὴν οὖν τῆς νόσου καὶ τὴν πρώτην μὲν εἰσβολὴν καὶ τὴν ἀμερῆ τοῦ πρώτου παροξυσμοῦ καλοῦσι. καθάπερ τὸ νῦν, τὸ ἀπλατές. ἤδη δὲ καὶ χρόνον τινὰ πλατύτερον. ὥσπερ ἐπ’ αὐτοῦ πάλιν τοῦ νῦν, ἐπειδὰν ἤτοι χειμῶνα νῦν εἶναι λέγωμεν, ἢ θέρος, ἤ τινα τῶν ἄλλων ὡρῶν. ὅτι μὲν οὖν ἐν οὐδενὶ τῶν τοιούτων λόγων ὁ Ἱπποκράτης, οἷος ὅ τε προγεγραμμένος ἀφορισμός ἐστιν καὶ ἄλλοι πολλοὶ τῶν ἐφεξῆς εἰρησομένων, ἀρχὴν ὀνομάζει τὴν πρώτην ἐκείνην καὶ ἀμερῆ τῶν νοσημάτων εἰσβολὴν, εὔδηλον παντί. πῶς γὰρ ἤτοι τὸ περὶ τὰς ἀρχὰς τῶν νούσων σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ, δύναιτ’ ἄν τις οὕτως εἰρῆσθαι νομίζειν, ἢ τὸ, ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δὲ ἡσυχίην ἔχειν βέλτιόν ἐστι. καὶ τὸ, ἢν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιόνδε ᾖ. τὸ γὰρ νεκρῶδες ἐκεῖνο πρόσωπον, ἐφ’ οὗ ταῦτα λέγεται, κατὰ τὴν ἀκριβῶς πρώτην εἰσβολὴν τῶν νοσημάτων οὐκ ἄν ποτε δύναιτο συστῆναι. κατὰ ταὐτὰ δὲ κᾀν τῷ λέγειν· ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακίῃσι χρέεσθαι, τὴν εἰς πλάτος χρόνου προήκουσαν ἀρχὴν ἐνδείκνυται. καὶ πολὺ δὴ μᾶλλον ἐν τῷ φάναι· κατὰ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. καὶ μὲν δὴ καὶ τῶν νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω, ἢ κάτω ὑπέλθοι, θανάσιμον, ὡσαύτως εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ τοῦ καταλόγου τῶν σφοδρῶν ἐκείνων συμπτωμάτων ἐπήνεγκε· ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης ἐστὶ δηλωτικὰ σφοδροτάτης, καὶ ὡς ἐπὶ τὸ πολὺ ἀποθνήσκουσιν. κατὰ ταὐτὰ δὲ τούτοις δηλονότι καὶ τὸ κατὰ τὸν ἀφορισμὸν ἔχει τὸν νῦν ἡμῖν προκείμενον, ἐν ᾧ φησιν· οἷον ἐν πλευριτικοῖσιν, πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει. οὐ γὰρ δὴ τήν γε πρώτην ἀκριβῶς εἰσβολὴν σημαίνει νῦν τὸ ἀρχομένου διά τε τὴν φύσιν αὐτὴν τῶν πραγμάτων καὶ διὰ τὸ μηδ’ ἂν ἐπιφαινόμενα τὰ τοιαῦτα δύνασθαι λεχθῆναι. τίνι γὰρ ἔτι διοίσει τῶν συνεισβαλόντων; ἐκεῖνα μὲν γὰρ σαφῶς ἔχει τὴν αὐτὴν ἀρχὴν ἀλλήλων τε καὶ τῇ συμπάσῃ νόσῳ. ἐπιφαίνεται δὲ τὰ μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, τὰ δ’ ἐν τῇ δευτέρᾳ, τὰ δ’ ἐν τῇ τρίτῃ τε καὶ τετάρτῃ, τὰ δὲ καὶ προεληλυθότος ἤδη τοῦ νοσήματος.