Καίτοι γε τὴν ἀρχὴν τοῦ νοσήματος οὐδὲ παροῦσαν ὁρῶ διαγινώσκοντας τοὺς πλείστους τῶν ἰατρῶν· ὥσπερ οὐδὲ τὸν θαυμασιώτατον Θεσσαλὸν, ὃς ἐν μὲν ταῖς ἀρχαῖς στέλλειν παρακελεύεται, κᾂν στεγνὸν ᾖ τὸ νόσημα καὶ χαλάσεως ὅσον ἐφ’ ἑαυτῷ δεόμενον. ὅπως δ’ ἄν τις αὐτὴν γνωρίζοι, καθάπερ τι σαφέστατον ὑπάρχον, οὐδ’ ἐπεχείρησεν εἰπεῖν. ἔχει δ’ ἀπορίαν οὐ σμικράν. εἰ μὲν γὰρ τὴν πρώτην ἀκριβῶς εἰσβολὴν ἀρχὴν τίθεσθαι προσήκει τοῦ σύμπαντος νοσήματος, ἀμερής ἐστιν αὐτὴ καὶ ἄχρονος. εἰ δὲ τὸν πρῶτον παροξυσμὸν, ἴσμεν τοῦτον ἐνίοτε τήν τε ἐπίδοσιν ὅλην καὶ τὴν ἀκμὴν ἐν ἑαυτῷ περιλαμβάνοντα, πρὸς τῷ καὶ ἀλογώτατον εἶναι τήν τε ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις λυθησομένην νόσον καὶ τὴν εἰς μῆνας ἕξ ἐκταθησομένην καὶ συμπάσας τὰς μεταξὺ τὸν πρῶτον μόνον παροξυσμὸν ἔχειν ἀρχήν. ὡς γὰρ οὐδ’ ἐπίδοσιν, οὐδ’ ἀκμὴν, ἢ παρακμὴν ἰσόχρονον ἅπαντα κέκτηται τὰ νοσήματα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδ’ ἀρχήν. οὐ μὴν οὐδὲ τὸν πρῶτον ὑπερβάς τις παροξυσμὸν, εἶθ’ ἕξει τοι περιγράψαι τὴν ἀρχήν. εἰ γὰρ ὁ δεύτερος εὐθὺς διαδέχοιτο τὰ τῆς αὐξήσεως ἔχων γνωρίσματα, καὶ μετ’ αὐτὸν ὁ τρίτος τε καὶ τέταρτος, οἵ τ’ ἄλλοι σύμπαντες οἱ ἐφεξῆς, ὁ τὸν πρῶτον παροξυσμὸν παραλιπὼν, ὡς οὐκ ἀρχὴν, ἢ πάντα τὸν μεταξὺ χρόνον, ἄχρι τῆς ἀκμῆς ἀρχὴν εἶναι φήσειε, καὶ οὕτως ἀπόλλυται παντάπασιν ἡ ἀνάβασις, ἢ ποῖ πρῶτον παύσει τὴν ἀρχὴν οὐκ ἔθ’ ἕξει λέγειν. τίς οὖν ἡ τῆς ἀπορίας ἴασις; εἰ μὲν ἐκμανθάνειν ἐβούλοντο τὰ πρὸς Ἱπποκράτους γεγραμμένα σημεῖα, ταχεῖα ἂν ἐγένετο ἡ διδασκαλία. νυνὶ δὲ πρὸς τῷ μὴ βούλεσθαι μαθεῖν τὰ πρὸς Ἱπποκράτους γεγραμμένα ὀρθῶς, ἔτι τε καὶ διαβάλλειν ἐπιχειροῦσιν, ἂν μὴ γινώσκουσιν. ἀλλ’ ἐκείνοις μὲν ἀδύνατος ἡ  τῆς ἀμαθίας ἴασις, ἡμῖν δ’ εὔπορος. τοῦτο γὰρ παροξυσμοὺς, φησὶ, καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες. ὅτι μὲν δὴ καταστάσιες τῶν νοσημάτων τὰς οἷον ἰδέας αὐτῶν ὀνομάζει, καθ’ ἃς ἐκ τοιῶνδε καὶ τηλίκωνδε σύγκειται τῶν καθόλου καιρῶν, ἐν ἐλαχίστῳ μάλιστ’ ἄν τις τῷδε τῷ τεκμηρίῳ καταμάθοι. προειπὼν γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· εἰσὶ δὲ ἤδη τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστῳ τῶν πυρετῶν, ἐφεξῆς φησι· αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει, μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’ οἷσιν ἄρχηται, μαλθακός τε καὶ ὑποβρύχιος. ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἑκάστην ἡμέραν. περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψε, σαφῶς ἐνδεικνύμενος ὡς τὴν ἐκ τῶν ὅλων τοῦ νοσήματος καιρῶν ποιὰν σύνθεσιν ὀνομάζει κατάστασιν. ὅπως οὖν αἱ νόσοι καὶ ὧραι τοῦ ἔτους καὶ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσεις ἐπιδείξονται τοὺς καθόλου καιροὺς τοῦ νοσήματος: ἐν τούτῳ γάρ ἐσμεν τῷ ζητήματι· τεταρταῖος μὲν γάρ τις πυρετὸς εἰσβάλλων οὐκ ἂν τὸν πρῶτον μόνον ἔχοι παροξυσμὸν τὴν ἀρχὴν, ὥσπερ οὐδὲ τριταῖος ἀκριβὴς, ἕως τῆς ἑβδόμης ἡμέρας ἄρχεσθαι δύναται. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ περὶ τῶν ἄλλων νοσημάτων γινώσκειν. καῦσος μὲν γὰρ καὶ πλευρῖτις καὶ περιπνευμονία βραχυχρόνιον ἔχουσι τὴν ἀρχήν· ἐπιληψίαι δὲ καὶ ἰσχιάδες καὶ ἀρθρίτιδες καὶ νεφρίτιδες πολυχρόνιον. οὕτως μὲν ἀπὸ τῶν νοσημάτων αὐτῶν· ἀπὸ δὲ τῶν ὡρῶν τοῦ ἔτους οὕτως. οἱ θερινοὶ τεταρταῖοι ὡς τὰ πολλὰ γίνονται βραχέες· οἱ δὲ φθινοπωρινοὶ μακροὶ, καὶ μᾶλλον οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. οὕτως δὲ καὶ πᾶν ἄλλο νόσημα θέρους μὲν ὀξύτερον, χειμῶνος δὲ χρονιώτερον κρίνεται. καὶ δῆλον ὅτι καὶ τὴν ἀρχὴν ἐν θέρει μὲν ὀλιγοχρονιωτέραν, ἐν χειμῶνι δὲ ἕξει μακροτέραν, ἀνάλογον δὲ ταύτῃ καὶ τοὺς ἄλλους καιροὺς τοῦ νοσήματος. οὕτως μὲν γὰρ καὶ ὧραι τοῦ ἔτους τὴν κατάστασιν τῶν νοσημάτων προμηνύουσιν. αἱ δὲ τῶν παροξυσμῶν ἐπιδόσεις οὕτως. ἀλλήλοις φησὶ χρῆναι παραβάλλειν τοὺς παροξυσμοὺς, εἰ ἐπὶ τὸ πρωϊαίτερον, ἢ οὒ, καὶ εἰ ἐπὶ πλείονα χρόνον, ἢ οὒ, καὶ εἰ μᾶλλον, ἢ οὔ. ταῦτα γὰρ ἅπαντα συνθεὶς ἐγγυτέρω τῆς ἀκριβοῦς ἀφίξῃ διαγνώσεως. εἰ δὲ μηδὲν αὐτῶν ἐπισκεψάμενος οἴει δύνασθαι γνωρίζειν ἀρχὴν νοσήματος, ἢ διορίζειν ἀναβάσεως, οὐκ ἂν οὐδ’ ἐγγύς ποτε τῆς ἀληθείας ἀφίκοιο.