Εἰ τοίνυν ἐπιδίδωσιν ἡ νόσος, οὐ μόνον ἐν τῷ προλαμβάνειν τοὺς παροξυσμοὺς τεκμαίρεσθαι προσῆκεν, ἀλλὰ καὶ τὸ μῆκος αὐτῶν ἐπισκοπεῖσθαι χρὴ, καὶ τὸ μέγεθος, καὶ τὸ ἦθος τὸ μετὰ συμπτωμάτων, εἰ τύχῃ, ἢ ἄνευ τούτων, ὥσπερ οὖν κᾀπὶ τοῦ διαλείμματός τε καὶ τῆς παρακμῆς τὰ αὐτὰ ταῦτα θεωρεῖν ἀξιῶ. καλῶ δὲ διάλειμμα μὲν, ἐπειδὰν εἰς ἀπυρεξίαν ὁ παροξυσμὸς παύηται· παρακμὴν δὲ τὸ μετ’ αὐτὴν ἀκμὴν ἅπαν αὐτοῦ μέρος, ἕως τῆς ἀρχῆς τοῦ δευτέρου παροξυσμοῦ. τὸ γάρτοι προλαμβάνειν αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐχ ἱκανὸν αὐξήσεως σημεῖον ὑπάρχει, ἰδιότητι πολλάκις ἑπόμενον νόσου μᾶλλον ἢ διὰ τὴν ἀνάβασιν αὐτῆς γιγνόμενον. ἀμέλει καὶ τριταῖαί τινες ἤδη καὶ τεταρταῖαι καὶ ἀμφημεριναὶ περίοδοι, μέχρι παντελοῦς λύσεως, οὕτως ὤφθησαν παροξυνόμεναι. καὶ καλεῖν γε τοῖς ἰατροῖς ἔθος ἐστὶ τοὺς τοιούτους τύπους προληπτικοὺς, ὥσπερ ἑτέρους ὑστερητικοὺς, οἳ ἂν ἀπ’ ἀρχῆς εὐθὺς ἐπιλαμβάνουσί τι τοῦ μέλλοντος χρόνου. ἀλλά τοι κᾀπὶ τούτων τὸ τῆς ἀναλογίας πλέον ἐπιλαβεῖν, ἢ προλαβεῖν, τὸ μὲν παρακμῆς, τὸ δ’ αὐξήσεως εἶναι δοκεῖ γνώρισμα. τὸ δὲ ἁπλῶς προλαμβάνειν, ἢ ὑστερίζειν, οὐδετέρου. σκοπεῖσθαι δὲ προσήκει οὐ τοῦτο μόνον, εἰ προὔλαβεν ὁ δεύτερος παροξυσμὸς τῆς συνήθους ὥρας, ἀλλ’ εἰ καὶ τὸ μῆκος αὐτῷ τοῦ χρόνου ταὐτὸν, ἢ τὸ μέγεθος ἴσον, ἢ εἰ νῦν κακοηθέστερος, ἢ ἁπλούστερος ἐγένετο. τὰ δ’ αὐτὰ ταῦτα κᾀπὶ τῶν διαλειμμάτων τε καὶ τῶν παρακμῶν ἐπισκοπεῖσθαι χρή. τὸ μὲν δὴ μῆκος τοῦ χρόνου ῥᾷστον καταμαθεῖν· τὸ μέγεθος δὲ, ὅπερ καὶ σφοδρότητα καλοῦσι, καὶ μέντοι καὶ τὸ ἦθος, ὅπερ καὶ τρόπον ὀνομάζουσιν, ἔκ τε τῆς οἰκείας τοῦ νοσήματος ἰδέας θεωρεῖν, κᾀκ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων. ἐκ μὲν τῆς οἰκείας ἰδέας τοῦ νοσήματος, εἰς τὰ συμπληροῦντα τὴν ἰδίαν αὐτοῦ φύσιν ἀποβλέποντα, καθάπερ, εἰ τύχῃ, ἐπὶ πλευρίτιδος, εἴς τε τὸ νυγματῶδες ἄλγημα τῆς πλευρᾶς καὶ τὸν ὀξὺν πυρετὸν καὶ τὴν βῆχα καὶ δύσπνοιαν. ἐκ δὲ αὖ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων, εἰ πολλὰ καὶ πολυχρόνια καὶ ἰσχυρὰ καὶ κακοήθη γίγνοιτο, ἢ τοὐναντίον ὀλίγα καὶ ὀλιγοχρόνια καὶ μικρὰ καὶ ἁπλᾶ. καὶ μὲν δὴ καὶ ὁ τοῦ διαλείμματός τε καὶ ὁ τῆς παρακμῆς χρόνος, εἰ μακρότερος τοῦ πρόσθεν, ἢ βραχύτερος, ἢ δυσφορώτερος, ἢ εὐφορώτερος, ἢ εἰ παραμένει τι τῶν ἐκ τοῦ παροξυσμοῦ συμπτωμάτων, ἢ πέπαυται πάντα. εἰ μὲν γὰρ τὰ χείρω τῶν εἰρημένων εὑρίσκοιτο, σαφῶς ἐπιδίδωσιν ἡ νόσος· εἰ δὲ τὰ βελτίω, παρακμάζει. προλαμβανέτω γὰρ ὁ παροξυσμὸς τῆς συνήθους ὥρας καὶ μακρότερος γινέσθω καὶ σφοδρότερος καὶ κακοηθέστερος καὶ σὺν πολλοῖς καὶ μοχθηροῖς  συμπτώμασι ἐνοχλείτω. γινέσθω δὲ καὶ ὁ τῆς παρακμῆς χρόνος βραχύς τε ἅμα καὶ οὐκ ἀκριβῶς εὔφορος, οὐδὲ ἐλεύθερος ἁπάντων τῶν ἐκ τοῦ παροξυσμοῦ συμπτωμάτων, οὐδεὶς ἂν, οἶμαι, περί γε τῶν οὕτω καμνόντων ζητήσειεν, ὡς οὐκ ἐπιδίδωσιν αὐτοῖς εἰς μέγεθος ἡ νόσος. αὖθις δὲ τἀναντία πάντα τούτοις γινέσθω. τῆς μὲν εἰσβολῆς ὑστεριζούσης, τοῦ μήκους τε καὶ τοῦ μεγέθους τοῦ κατὰ τὸν παροξυσμὸν ἐλαττουμένου καὶ τῆς κακοηθείας πραϋνομένης καὶ τῶν ἐπιγινομένων συμπτωμάτων ἐλαττόνων τε καὶ ἁπλουστέρων ὄντων, ἢ οὐδ’ ὅλως ἐπιφαινομένων, καὶ τοῦ διαλείμματος, ἤ τῆς παρακμῆς εὐφόρου καὶ μακρᾶς γινομένης, καὶ πάντα ἐξαλειφούσης τὰ τοῦ παροξυσμοῦ συμπτώματα, καὶ γὰρ καὶ ταῦτα σαφέστατα παρακμῆς γνωρίσματα, καθάπερ τὰ πρότερα τῆς ἐπιδόσεως. ὅταν δὲ ἰσάζῃ πως μάλιστα τὰ κατὰ τοὺς παροξυσμοὺς ἀμφοτέρους, ἀκμάζειν δηλοῖ τὴν νόσον. ἆρ’ οὖν ἤτοι πλείω τοῦ δέοντος ἡμεῖς εἴπομεν; ἢ Ἱπποκράτης τι παραλέλοιπεν ἐν οἷς ἐκδιδάσκων, ὅπως ἄν τις ἐκ περιόδων εὑρίσκοι νοσήματος ἐπίδοσιν, ἀλλήλοις φησὶ χρῆναι παραβάλλειν τοὺς παροξυσμοὺς, εἰ ἐπὶ τὸ πρωϊαίτερον, ἤ οὔ· καὶ εἰ ἐπὶ πλείονα χρόνον, ἢ οὔ· καὶ εἰ μᾶλλον, ἢ οὔ. τὸ μὲν γὰρ πρωϊαίτερον, ἢ οὒ, τοιόνδε τι δηλοῖ, εἰ τῆς συνήθους ὥρας ὁ παροξυσμὸς προὔλαβεν, ἢ ὑστέρισε. τὸ δὲ ἐπὶ πλείονα χρόνον, ἢ οὒ, πότερον πολυχρονιώτερος, ἢ βραχυχρονιώτερος ἐγένετο. τὸ δὲ μᾶλλον, ἢ οὒ, τὰ λοιπὰ τῶν εἰρημένων ἡμῖν ἔμπροσθεν ἐν ἑαυτῷ περιλαβὸν ἔχει. καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ ἦθος, αὐτοῦ τε τοῦ νοσήματος καὶ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων, ἔτι τε πρὸς τούτοις τὸν ἀριθμὸν αὐτῶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον νοεῖν χρὴ περιεχόμενον. οὕτω δὲ καὶ τῆς παρακμῆς, ὡς μέρους καὶ αὐτῆς τοῦ σύμπαντος παροξυσμοῦ τὸ μᾶλλόν τε καὶ ἧττον, ἐκ τῶν αὐτῶν γε τούτων σκοπῶν ἐξευρίσκειν χρή. ἐπιδόσεως μὲν δὴ, καὶ ἀναβάσεως καὶ αὐξήσεως, ἅπαντα γὰρ ταῦτα προσαγορεύουσι τὸν δεύτερον καιρὸν τῆς νόσου, τό τε πρωϊαίτερον παροξύνεσθαι καὶ τὸ πλείονα χρόνον καὶ τὸ μᾶλλον, γνωρίσματα, καθάπερ γε τῆς παρακμῆς τἀναντία τό θ’ ὑστερίζειν τὸν παροξυσμὸν καὶ βραχυχρονιώτερον γίνεσθαι, καὶ παντοίως τοῦ πρόσθεν ἀσθενέστερον. ἀκμῆς δ’ ἐστὶ σημεῖον ἡ ἐπὶ τῶν αὐτῶν μονή τε καὶ στάσις. καίτοι πολλάκις ἐν ταῖς νόσοις οὐδεὶς αἰσθητὸς χρόνος εὑρίσκεται τοιοῦτος. ἀλλ’ ὁ τέταρτος, εἰ τύχῃ, παροξυσμὸς, ἔτι τὰ τῆς ἀναβάσεως ἔχων σημεῖα τὸν πέμπτον ἤνεγκε παρακμαστικὸν, ὀξυῤῥόπου δηλονότι τῆς ἀκμῆς γενηθείσης, ὡς μηδὲ γνωρίσαι τινὰ παροῦσαν αὐτὴν, ἀλλὰ τοῦ πρώτου χρόνου τῆς παρακμῆς δεηθῆναι πρὸς ἀκριβῆ διάγνωσιν. παραπλήσιον δέ τι κᾀν ταῖς αὐξήσεσιν ὑπάρχει τῶν νοσημάτων. ἐνίοτε γὰρ ὁ πρῶτος παροξυσμὸς ἀρχήν τε ἅμα καὶ ἀνάβασιν ἔχει καὶ ἀκμὴν ἐν ἑαυτῷ· κατὰ μὲν τὰ πρῶτα μέρη δηλονότι τὴν ἀρχὴν, ἐφεξῆς δ’ αὐτῇ τὴν ἀνάβασιν, ὑστάτην δὲ δηλονότι τὴν ἀκμήν. εἶθ’ ἑξῆς ὁ δεύτερος ἐναργῶς ἐφαίνετο παρακμαστικός. ἀλλ’ ἐπιστάντος μὲν τοῦ δευτέρου παροξυσμοῦ, τηνικαῦτα γνωρίζειν ὁποῖός τις ὁ πρῶτος ἐγένετο παροξυσμὸς, πρὸς τῷ παντὸς ἔργον ὑπάρχειν ἰατροῦ, καὶ τὴν ἀξιολογωτάτην χρείαν ἀπόλλυσι τῆς προγνώσεως, ὡς ἐπιπλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δέδεικται γράμμασιν. ἰατροῦ δ’ ἐστὶ γενναίου καὶ τῆς Ἱπποκράτους γνώμης ἀξίου προγνῶναι τὴν μέλλουσαν ἀκμὴν, εἴ γε δὴ καὶ τὰ διαιτήματα σύμπαντα πρὸς αὐτὴν ἀποβλέπων ποιεῖται. κατὰ ταὐτὰ δὲ καὶ τὴν ἐπίδοσιν δηλονότι καὶ τὴν ἀρχὴν τοῦ νοσήματος οὐκ ἐπειδὰν συμπληρωθῇ, τότε γνωρίζειν, ἀλλ’ ἐκ πολλοῦ χρόνου προγινώσκειν ἄμεινον ἂν ᾖ.