Τέσσαρα μὲν γὰρ ἅπαντα τὰ μόρια τῶν νόσων ἐστὶν, ἀρχὴ καὶ αὔξησις καὶ ἀκμὴ καὶ παρακμή. φθάνουσι δ’ ἔνιαι τῶν νόσων διά τε τὴν σφῶν αὐτῶν κακοήθειαν καὶ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν ἐν τῷ τῆς ἐπιδόσεως χρόνῳ διαφθεῖραι τὸν ἄνθρωπον, ὥσπερ ἕτεραί τινες ἐν τῷ τῆς ἀκμῆς. εἰ δὲ κᾀν τῷ τῆς παρακμῆς χρόνῳ δύναιτό τις ἀποκτεῖναι νόσος, εὐλόγως ἐζήτηται. περὶ μὲν δὴ τούτου προϊόντος τοῦ λόγου διορισθήσεται. τὰ δὲ οὖν τέτταρα μόρια ταῦτα καλοῦσιν μὲν ἔνιοι καὶ καιροὺς ὅλου τοῦ νοσήματος, δι’ αὐτὸ δὲ τοῦτο καὶ καθόλου καιροὺς ὀνομάζουσιν, ὡς ἂν διαφέροντας δηλονότι τῶν κατὰ μέρος, εἰς οὓς ἕκαστος τῶν παροξυσμῶν διαιρεῖται. ὁρίζονται δὲ οὐχ ἡμερῶν ἢ ὡρῶν ἀριθμῷ, καθάπερ ἂν οἰηθείη τις. οὐ γὰρ ἐνδέχεται τὴν ἐν τέτταρσιν ἡμέραις λυθεῖσαν νόσον ἰσόχρονα κεκτῆσθαι τὰ μόρια τῇ μέχρι τῆς τεσσαρακοστῆς ἐκταθείσῃ. καὶ μέχρι μὲν τοῦδε σχεδὸν ἅπαντες ὁμολογοῦσιν ἀλλήλοις. ὅτῳ δὲ χρὴ κρίνειν τε καὶ διορίζειν τοὺς εἰρημένους καιροὺς, οὐκ ἔτι ἐν τῷδε συμφωνοῦσιν ἀλλήλοις· ἀλλ’ οἱ μὲν εἰ προλαμβάνουσιν ἢ ὑστερίζουσιν οἱ παροξυσμοὶ σκοποῦσιν, οἱ δὲ εἰς τὸ μῆκος αὐτῶν ἀποβλέπουσιν, οἱ δὲ εἰς τὸ μέγεθος, ὅπερ δὴ καὶ σφοδρότητα προσαγορεύουσιν. ἔνιοι δὲ τὰ αὐτὰ ταῦτα καὶ κατὰ τὰς ἀνέσεις ἐπισκοποῦνται, κᾄπειτα πρὸς ἀλλήλους ἐρίζουσιν, ἐνὸν ἅπαντά τε συνθεῖναι τὰ λελεγμένα καὶ πρὸς αὐτοῖς ἕτερα τὰ νῦν ῥηθησόμενα, μόγις γὰρ ἂν οὕτως τις ἀκριβῆ στοχασμὸν ποιήσαιτο τοῦ καθεστῶτος καιροῦ. τὸ δὲ παραλιπεῖν ὁτιοῦν ἐξ αὐτῶν ἄσκεπτον εἰς τοσοῦτόν ἐστι βλάπτον τὴν πρόγνωσιν εἰς ὅσον ἂν ἢ μεγέθους ἢ δυνάμεως ἥκῃ τὸ παραλειπόμενον.