ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΕΩΝ ΒΙΒΛΙΟΝ Α. Εἴτε τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν, εἴτε τὴν ἐπὶ τὸ βέλτιον ῥοπὴν μόνην, εἴτε τὴν προηγουμένην αὐτῶν ταραχὴν, εἴτε καὶ τὴν λύσιν ἅπασαν τοῦ νοσήματος, εἴτε καὶ ταύτης μόνην τὴν ἀγαθὴν θέλοι τις ὀνομάζειν κρίσιν, οὐ πρόκειταί μοι διαιρεῖσθαι τανῦν, ὅ τι μὴ πάρεργον· ἀλλ’ ὡς ἄν τις κάλλιστα προγινώσκοι τὰ τοιαῦτα σύμπαντα, διελθεῖν ἔγνωκα. ἀρίστη δ’ ἀρχὴ τῆς προγνώσεως αὐτῶν ἥπερ δὴ καὶ τῆς ἐσομένης ἀκμῆς. οὕτω δὲ προσαγορεύεται τὸ σφοδρότατον μέρος ὅλης τῆς νόσου.