Προσέχειν οὖν χρὴ τὸν νοῦν μέτροις κοινοῖς τῶν ὑγιαινόντων, ὥσθ’ ὅταν ὑπὲρ ταῦτα φαίνηταί τι γένος σφυγμοῦ, παρὰ φύσιν τε νομίζειν αὐτὸ καὶ σημεῖον ἡγεῖσθαι τῆσδέ τινος εἶναι διαθέσεως. ἐπεὶ δὲ πλάτος ἔχει τὸ κοινὸν τῶν ἀνθρώπων μέτρον, ἄμεινον οὐχ ἁπλῶς ἐπὶ πάντων, ἀλλὰ κατ’ εἴδη τε καὶ διαφορὰς ἐπεσκέφθαι τὰ κοινὰ μέτρα πλειόνων ἀνθρώπων ἐφ’ ἑκάστου γένους σφυγμῶν. ἔστι δὲ καθ’ ὅλου μὲν εἰς θερμότητα καὶ ψυχρότητα καὶ ἰσχνότητα καὶ τάχος ἡ τῶν κοινῶν μέτρων ἀναγωγὴ, τούτων δὲ αὐτῶν ἐν μέρει καθ’ ἡλικίας καὶ φύσεις καὶ τὴν τοῦ περιέχοντος ἀέρος ἀποκατάστασιν ἐν ὥραις καὶ χώραις. ἔμαθες δὲ περὶ τούτων ἐν τῷ γεγραμμένῳ βιβλίῳ τοῖς εἰσαγομένοις περὶ σφυγμῶν, ὃ καὶ αὐτὸ βέλτιόν ἐστι προανεγνῶσθαι τοῦδε. λεχθήσεται δὲ καὶ νῦν τὰ κατ’ αὐτὸ χάριν τοῦ μηδὲν ἐλλείπειν τῶν ἀναγκαίων τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ, ἀλλ’ ἔχειν τοὺς φιλοπονεῖν βουλομένους ἐν ἐλαχίστῳ μὲν τὰ πρῶτα καὶ ἀναγκαιότατα κατὰ τὴν εἰσαγωγὴν, ἐν διεξόδῳ δὲ τελεωτάτῃ τὰ νῦν λεγόμενα. Γέγραπται μὲν οὖν καὶ Ἡροφίλῳ τὰ κατὰ τοὺς χρόνους μετὰ τῆς διαστολῆς τε καὶ συστολῆς, ἕνεκα τῶν ἡλικιῶν εἰς ῥυθμοὺς ἀνάγοντι τὸν λόγον. ὥσπερ γὰρ ἐκείνους οἱ μουσικοὶ κατά τινας ὡρισμένας χρόνων τάξεις συνιστῶσι παραβάλλοντες ἀλλήλαις ἄρσιν καὶ θέσιν, οὕτως καὶ Ἡρόφιλος ἀνάλογον μὲν ἄρσει τὴν διαστολὴν ὑποθέμενος, ἀνάλογον δὲ θέσει τὴν συστολὴν τῆς ἀρτηρίας, ἀρξάμενος ἀπὸ τοῦ νεογενοῦς παιδίου τὴν τήρησιν ἐποιήσατο, πρῶτον χρόνον αἰσθητὸν ὑποθέμενος ἐν ᾧ διαστελλομένην εὕρισκε τὴν ἀρτηρίαν, ἴσον δ’ αὐτῇ καὶ τὸν τῆς συστολῆς εἶναι φησὶν, οὐ πάνυ τι διοριζόμενος ὑπὲρ ἑκατέρας τῶν ἡσυχιῶν. οἷς γὰρ ἀναίσθητός ἐστιν ἡ τῆς ἀρτηρίας συστολὴ, τούτοις εἰς δύο χρόνους τοὺς πάντας ὁ ῥυθμὸς τοῦ σφυγμοῦ μερίζεται, τόν τε τῆς αἰσθητῆς κινήσεως, ἡνίκα πλήττει τὴν ἁφὴν ἡμῶν ἡ ἀρτηρία διαστελλομένη, καὶ τὸ λοιπὸν ἅπαντα συγκείμενον ἔκ τε τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς μετ’ αὐτὴν συστολῆς, καὶ τῆς ἐπ’ ἐκείνῃ πάλιν ἠρεμίας καὶ τῶν πρώτων τῆς διαστολῆς, ἅπερ ἐστιν ἀναίσθητα καὶ αὐτά. καὶ διὰ τοῦτο εἰς πληγὴν καὶ διάλειμμα μερίζουσι τὸν σφυγμὸν, ἐν τῷ τοῦ διαλείμματος ποσῷ πυκνότητα καὶ ἀραιότητα τιθέμενοι, καθάπερ ἐν τῷ τῆς πληγῆς τάχος καὶ βραδυτῆτα. καθ’ ὅσον μὲν οὖν δι’ ἴσου τὸν τοῦ ῥυθμοῦ σφυγμὸν εἶναί φησιν ἐπὶ τῶν ἀρτιγενῶν ὁ Ἡρόφιλος, κατὰ τοσοῦτο διαγινώσκειν ἔδοξέ μοι τὴν ἀρχὴν τῆς συστολῆς· καθ’ ὅσον δὲ πάλιν ἄχρι δέκα χρόνων τῶν πρώτων ἐκτείνει τὴν συστολὴν τῆς τῶν γερόντων ἀρτηρίας, κατὰ τοσοῦτο μηκέτι διαγινώσκειν, ἀλλὰ τὴν διαστολὴν ταῖς αἰσθηταῖς κινήσεσι γνωρίζειν, ἃς ἐκ τοῦ πλήττεσθαι τοὺς δακτύλους ἡμῶν διαγινώσκομεν, τὴν συστολὴν δὲ πᾶν τὸ λοιπὸν τίθεσθαι καθ’ ὃ κινήσεως οὐκ ᾐσθάνετο. ἀλλὰ περὶ μὲν τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης ἐατέον. Νυνὶ δ’ ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐκ μακρᾶς πείρας μνήμης ἕνεκα λαβεῖν, εἰρήσεται. παιδίων γὰρ ἁψάμενος πάνυ ἀρτιγενῶν; ἐπ’ ὀλίγων ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀρχὴν τῆς συστολῆς, ὅπερ ἀποχώρησίν τε καὶ ἀπόστασιν τῆς ἀρτηρίας ὀνομάζω. τηνικαῦτα γὰρ ἀφισταμένη τῆς ἡμετέρας ἁφῆς, εἰς τὸ βάθος ἀποχωρεῖ τοῦ σώματος. ἐφ’ ὧν δ’ οὐκ ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀποχώρησιν, ἐπὶ τούτων ὁ χρόνος τῆς αἰσθητῆς κινήσεως, ἣν ἐν τῷ  προσπίπτειν ἡμῖν ἡ ἀρτηρία ποιεῖται προστιθεμένου καὶ τοῦ τῆς ἐκτὸς ἡσυχίας, ποτὲ μὲν ἴσος ὑπάρχειν ἔδοξέ μοι τῷ λοιπῷ παντὶ, ποτὲ δὲ ἐλάττων. ἐφ’ ὧν δὲ οὐδ’ ὅλως ἦν ἡ συστολὴ διαγνωστὴ, σαφέστατα μείζων ἦν τοῦ κατὰ τὴν αἰσθητὴν διαστολὴν χρόνου (μόνου) σύμπας ὁ λοιπὸς, ὃν ὀνομάζουσι διάλειμμα. ἐφεξῆς δ’ ἀεὶ κατὰ τὸν μεταξὺ χρόνον ἅπαντα τῆς τε πρώτης ἡμέρας, ἐν ᾗ τὸ παιδίον ἐγεννήθη, καὶ τῆς ἐσχάτης, ἐν ᾗ διεξελθὸν ἁπάσας τὰς ἡλικίας ἀπέθανεν, οἱ χρόνοι πάντες ηὐξάνοντο, τέτταρες μὲν ὄντες, οὐ μὴν οἱ αὐτοί γε καθ’ ὕπαρξίν τε καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν. οἱ μὲν οὖν κατ’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν ὑπάρχοντες χρόνοι τέτταρες ἐκ δυοῖν κινήσεων καὶ δυοῖν ἠρεμιῶν σύγκεινται· κινήσεων μὲν διαστολῆς τε καὶ συστολῆς καὶ τῆς ἐντὸς ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς. οἱ κατ’ αἴσθησιν δὲ τέτταρες καὶ οἵδε εἰσὶ, πρῶτος μὲν ὁ τοῦ πλείστου τῆς διαστολῆς, ἐπειδὴ τῆς ἀρχῆς αὐτῆς ἔδειξα κατὰ τὰ περὶ τῶν διαγνώσεων ὑπομνήματα μὴ δυναμένην αἰσθέσθαι τὴν ἁφήν· ἐφεξῆς δ’ ὁ τῆς ἐκτὸς ἡσυχίας ὅλος αἰσθητὸς, ἐάν γέ τις αἰσθάνηται ἀποχωρήσεως· εἶτ’ ἐπ’ αὐτῶν τρίτος ὁ τοῦ τῆς συστολῆς αἰσθητός· τὰ γὰρ μετὰ τὴν ἀποχώρησιν αὐτῆς ἐδείχθη πάντα ἀναίσθητα· τέταρτος δ’ ἐστὶν ἐπὶ τούτοις χρόνος συγκείμενος ἔκ τε τῶν ὑστέρων τῆς συστολῆς καὶ τῆς ἐντὸς ἡσυχίας καὶ τῶν πρώτων τῆς διαστολῆς. πάντες οὖν, ὡς ἔφην, οἱ χρόνοι μηκύνονται προβαινούσης τῆς ἡλικίας· οὓς διὰ μακρᾶς μὲν τριβῆς ἔνεστι τῇ μνήμῃ παραθέσθαι, λόγῳ δ’ ἑρμηνεύειν ἀδύνατον. οὐ γὰρ ὁπηλίκος ἐστὶν ὁ πρῶτος χρόνος, ὃν ἐπὶ τῶν ἀρτιγενῶν ἔφην εὑρεῖν ἡμᾶς, οὔθ’ ὁπόσον αὐξάνεται προϊούσης γε τῆς ἡλικίας, οἷόν τε λόγῳ διδάσκειν· ἀλλὰ τῆς ἑκάστου φιλοπονίας ἐστὶ τοῦτ’ ἔργον, ἵνα πολλῶν μὲν παίδων ἅψηται, πολλῶν δὲ μειρακίων, πολλῶν δὲ ἀκμαζόντων, καὶ παρακμαζόντων, καὶ δὴ καὶ γερόντων. οὕτω γὰρ μόνος δυνήσεται τὸ κοινὸν πλάτος τῶν μέτρων τῇ μνήμῃ παραθέσθαι· μεθ’ ὃ μέτρον, εἰ καὶ μήπω πρότερον ἡμμένος εἴη τοῦ κάμνοντος, εἰπεῖν δυνήσεται παρὰ φύσιν ἔχειν αὐτόν. συναιρεῖται γὰρ ἥ τ’ ἐκτὸς ἡσυχία καὶ τὰ τῆς ἐπισημασίας ὅ τε τῆς ἀποχωρήσεως χρόνος. ἥ γε μὴν διαστολὴ κατὰ ταύτας εἰσβολὰς τῷ χρόνῳ φαίνεται βραδεῖα...καὶ ὅταν ταῦθ’ εὕρῃς, πλῆθος νόει μοι θερμασίας κατὰ τὴν καρδίαν εἶναι, τὰ δ’ οἷον καπνώδη περιττώματα πολλὰ, δι’ ἃ βραχύνει τὴν ἐκτὸς ἡσυχίαν ἡ φύσις, ἐπειγομένη πρὸς τὴν ἀπόκρισιν αὐτῶν αὐτήν τε τὴν συστολὴν, καθ’ ἣν ἡ ἀπόστασις. τῶν δὲ πικροχόλων πυρετῶν, ὁποῖός ἐστι καὶ ὁ ἀκριβὴς τριταῖος, εἰς μέγεθός τε καὶ τάχος ἡ διαστολὴ πολὺ τοῦ κατὰ φύσιν ἐξίσταται· τὴν δ’ ἐκτὸς ἠρεμίαν καὶ τὸ τάχος τῆς ἀποχωρήσεως οὐκ ἀνάλογον ἴσχει τῷ μεγέθει καὶ τάχει τῆς διαστολῆς, ἀλλ’ ἀπολείπεται πάμπολυ. ὥστε σοὶ τὴν ἀρχὴν τῆς συστολῆς ἐθισθέντι διαγινώσκειν οὐ μόνον ὑπάρξει γνωρίζειν εἰσβολὰς παροξυσμῶν πυρετικῶν, ἀλλὰ καὶ τὸ τῶν σηπομένων χυμῶν εἶδος, ἐφ’ οἷς τοὐπίπαν αἱ πυρετώδεις νόσοι συνίστανται. σπάνιοι γὰρ οἱ ἑκτικοὶ, μεταξὺ δ’ ἀμφοτέρων κατὰ τὸν ἀριθμόν εἰσιν οἱ ἐφήμεροι καλούμενοι ὑφ’ Ἱπποκράτους· ἐφ’ ὧν, ὡς ἔφην, μάλιστα τὴν ἀρχὴν τῆς συστολῆς γνωρίζων, ἐπὶ λουτρὸν ἄξεις αὐτίκα τὸν κάμνοντα. Περιττὸν οὖν ἐστι παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς, ἐάν τε αἰσθάνηταί τις ἐάν τε μὴ τῶν πρώτων τῆς συστολῆς. ἐπιστάμενος γὰρ ἑτέραν μὲν εἶναι τῷ ζώῳ τῆς διαστολῆς χρείαν, ὥσπερ γε καὶ τῆς εἰσπνοῆς, ἑτέραν δὲ τῆς συστολῆς, ὥσπερ γε καὶ τῆς ἐκπνοῆς, ἐκ τῶν ἑκατέρας ἀλλοιώσεων εὑρήσεις τὴν διάθεσιν τοῦ σώματος. οὕτω γοῦν καὶ ἐπὶ τῶν γυμναζομένων, ἢ ὁπωσοῦν ἄλλως κινηθέντων σφοδρῶς, ἡ διαστολὴ μείζων τε γίνεται καὶ θᾶττον. ἐμάθομεν γὰρ αὐξάνεσθαι τὴν χρείαν τῆς διαστολῆς τῶν ἀρτηριῶν ἐν τοῖς σφυγμοῖς, ὥσπερ γε καὶ τὴν τοῦ θώρακος ἐν ταῖς εἰσπνοαῖς, ὅταν ἤτοι δαπάνη γίνηται πλείων τοῦ πνεύματος, ἢ θερμασία δαψιλὴς ἀθροισθῇ καθ’ ὅλον τὸ ζῶον, ἢ κυριώτατα καὶ πλεῖστα μέρη, καὶ μάλιστα δηλονότι κατὰ τὴν καρδίαν. οὕτω δὲ καὶ τῆς συστολῆς ἐν τοῖς σφυγμοῖς ἐπιτείνεσθαι τὴν χρείαν ἔμαθες, ὥσπερ καὶ τοῦ θώρακος ἐν ταῖς ἐκπνοαῖς. ἀποχέαι γὰρ ἡ φύσις ἐν ἀμφοτέραις ταῖς κινήσεσιν ἐπείγεται τὸ τεθολωμένον πνεῦμα, ποτὲ μὲν οἷον καπνώδεσι, ποτὲ δὲ οἷον λιγνυώδεσι περιττώμασι προσεοικός. λιγνυῶδες μὲν οὖν περίττωμα τὸ ἀπὸ τῶν λύχνων ἀναφερόμενον, καπνῶδες δὲ τὸ ἀπὸ τῶν χλωρῶν ξύλων. καὶ γίγνεται μὲν λιγνυῶδες ἐκ τοῦ κεκαῦσθαι τὴν εἰς φλόγα δαπανωμένην ὕλην, ὥσπερ γε καὶ τὸ ἀτμῶδες ἐξ ὑγρᾶς οὐσίας χρηστῆς λεπτυνομένης· τὸ δὲ καπνῶδες ἐξ ἀμφοῖν μιχθεισῶν, ὕλην μὲν ἔχον ἐκ γεώδους τε καὶ ὑδατώδους οὐσίας συμμιγῆ, τὴν μεταβολὴν δ’ οὐκ ἀκριβῆ, καθάπερ ἡ λιγνὺς, ἀλλ’ ἔτι ἀρχομένην. ὅτι δ’ οὐδὲν διήνεγκεν αἰθάλην ἢ λιγνὺν ὀνομάζειν, ἢ αἰθαλῶδες ἢ λιγνυῶδες, οἶμαί σε γινώσκειν, εἴπερ ἐν Ἑλλάδι φωνῇ τέθραψαι. ἐν δὲ τῷ παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς, ὡς Ἡρόφιλος ἠξίου, τὸ μὲν ὅτι παρὰ φύσιν ὁ κάμνων ἔχει δυνατόν ἐστι γνωσθῆναι, καὶ πρὸς τούτῳ γε ὅτι μεγάλως παρὰ φύσιν ἢ μικρῶς. αἱ μὲν γὰρ μεγάλαι τῶν κατὰ φύσιν ῥυθμῶν εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ μεγάλην σημαίνουσι τὴν βλάβην, αἱ δ’ ἥττους μικροτέραν.  βραχεῖαν μὲν οὖν ἐκτροπὴν οἱ παραρύθμοι δηλοῦσι σφυγμοὶ, μείζονα δὲ οἱ ἑτερόῤῥυθμοι, μεγίστην δὲ οἱ ἔκρυθμοι. μέμνησθε γὰρ ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἰρημένων, ἐκρύθμους μὲν ὀνομάζεσθαι σφυγμοὺς τοὺς μηδεμιᾶς ἡλικίας ἔχοντας ῥυθμὸν, παραρύθμους τοὺς πλησίον, ἑτεροῤῥύθμους δὲ τοὺς ἑτέρας τινὸς, οὐ πλησίον. ἐκ τούτων μὲν οὖν τέως ἔστι διαγνῶναι τὸ μέγεθος τῆς βλάβης, οὐ μὴν τίς γ’ ἐστιν ἡ διάθεσις ἐφ’ ἧς ἡ τροπὴ γέγονε τῶν σφυγμῶν, ἐκ ταύτης οὖν τῆς θεωρίας ἔνεστι γνωρίσαι, μετὰ καὶ τοῦ χαλεπὴν εἶναι τὴν ἐξαρίθμησιν τῶν κατὰ τὸν ῥυθμὸν χρόνων. ἣν δ’ ἐγὼ νῦν ὁδὸν ὑφήγημαι, καὶ ῥᾳδία γνωσθῆναι καὶ διδάσκει τὴν φύσιν τῆς διαθέσεως τίς ἐστιν, οὐ μόνον τὸ μέγεθος τῆς βλάβης, ἀλλὰ καὶ εὕρεσις γίνεται τῶν βοηθημάτων, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται. Τούτων οὖν ἡμῖν προδιωρισμένων, εἴπωμεν ἤδη τὰ κατὰ τὴν εἰσαγωγὴν γεγραμμένα περὶ τῆς κατὰ φύσιν ἐν τοῖς σφυγμοῖς διαφορᾶς. ἔστι δὲ τάδε. ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ τὸν σφυγμὸν ἔχουσι, καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς. οἱ δὲ φύσει θερμότεροι μείζονα καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ. οἱ δὲ ἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον ἱκανῶς. οἱ δὲ φύσει θερμότεροι μείζονα καὶ ὠκύτερον καὶ ἀραιότερον πολλῷ, βραδύτερον δὲ καὶ σφοδρότερον ὀλίγῳ. φύσει μὲν οὖν οὕτως διαφέρουσι. τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὧδέ πως. ὁ μὲν τοῦ νεογνοῦ παιδίου πυκνότατος, ὁ δὲ τοῦ γέροντος ἀραιότατος, οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν ὄντες. ὡσαύτως δὲ ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτατος δὲ ὁ τοῦ γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος καὶ σφοδρότητα διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ, βραχεῖ μείζων, ὁ τῶν παιδίων· καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν ὁ τῶν παιδίων. οὕτως μὲν οὖν ἐν ταῖς ἡλικίαις οἱ σφυγμοὶ τρέπονται. κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα μεγίστους δὴ καὶ σφοδροτάτους ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους. ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ μὲν ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι· καὶ τέλος ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ, μεγέθους, τάχους, σφοδρότητος καὶ πυκνότητος· ὥστε τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδυτῆτα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ ὕστατα τοῦ ἦρος τοῖς πρώτοις τοῦ φθινοπώρου, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ πρῶτα τοῦ χειμῶνος τοῖς ὑστάτοις τοῦ χειμῶνος· ὥστε ὅσα μέσου θέρους καὶ μέσου χειμῶνος ἴσον ἀφ’ ἑκατέρων ἀφέστηκεν, ὁμοίως τρέπειν· μέσου δὲ θέρους πὴ μὲν ὡσαύτως ἐστὶ, πὴ δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνος. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον, ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους ὡς χειμῶνος, ἀλλ’ ἧττον θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλ’ ἧττον χειμῶνος. αὗται μὲν οὖν αἱ μετὰ ὥρας τῶν σφυγμῶν τροπαί. κατὰ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις· ἐν μὲν ταῖς ἄγαν ψυχραῖς οἱ μέσου χειμῶνος, ἐν δὲ ταῖς ἄγαν θερμαῖς οἱ μέσου τοῦ θέρους, ἐν δὲ ταῖς εὐκράτοις οἱ μέσου τοῦ ἦρος, ἀνάλογον δὲ κἀν ταῖς μεταξύ· καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι τοῖς μέσοις τοῦ ἦρος ἐοίκασιν.