Φαίνεται δὴ διὰ παντὸς ἡ καρδία μετὰ πασῶν τῶν ἀρτηριῶν τὴν σφυγμικὴν καλουμένην κίνησιν, ἔστ’ ἂν περιῇ τὸ ζῶον, κινουμένη, ἀποθανόντος δ’ οὔτε τῶν ἀρτηριῶν οὐδεμίαν οὔτ’ αὐτὴν τὴν καρδίαν ἔστιν ἰδεῖν ἔτι σφύζουσαν. ᾧ δῆλον ὡς ἦν τις αἰτία τέως ὑφ’ ἧς ἐκινοῦντο· τίς δ’ αὕτη χαλεπὸν εὑρεῖν. ὁ μὲν γὰρ τὴν ἔμφυτον θερμασίαν, ὁ δὲ τὸν τόνον, ὁ δὲ τὴν ἰδιότητα τῆς κράσεως, ὁ δὲ τὴν ὅλην κατασκευὴν τῶν σωμάτων, ὁ δὲ τὸ πνεῦμα μόνον, ὁ δέ τινα τούτων, ὁ δὲ καὶ πάνθ’ ἅμα φησί. ἤδη δέ τινες ἀσώματον εἰσηγήσαντο δύναμιν, οἰκείοις ὀργάνοις τῆς κινήσεως τοῖς εἰρημένοις χρωμένην ἤτοι πᾶσιν ἤ τισιν ἤ τινι. ταύτην οὖν τὴν αἰτίαν τὴν δημιουργοῦσαν τοὺς σφυγμοὺς, ἥ τις ἂν ᾖ, κᾂν τὴν οὐσίαν αὐτῆς ἀγνοῶμεν, ἀπὸ τοῦ δύνασθαι σφυγμοὺς ἐργάζεσθαι δύναμιν αὐτὴν ἐκαλέσαμεν, ὥσπερ, οἶμαι, καὶ πᾶσαν ἑτέραν δύναμιν ἀπὸ τοῦ δύνασθαι ποιεῖν ὅπερ ἂν δύνηται καλεῖν εἰθίσμεθα. τίνος γὰρ ἡ δύναμίς ἐστι καὶ τὴν νόησιν αὐτῆς ἐν τῷ πρὸς τὶ κεκτήμεθα, καὶ διὰ τοῦτο οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοοῦμεν. ὅταν δὲ ῥώμην, ἢ ἀρετὴν δυνάμεως λέγομεν, ἢ αὖ πάλιν ἀῤῥωστίαν τε καὶ κακίαν, ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τούτων τῶν ὀνομάτων. ἡ γὰρ δραστική τε καὶ ποιητικὴ καὶ δημιουργικὴ τῆς ἐνεργείας αἰτία ποτὲ μὲν βέλτιον ὡς πρὸς ταύτην, ποτὲ δὲ χεῖρον διάκειται. καὶ διὰ τοῦτο νῦν ἄμεινον, αὖθις δ’ εἰ τύχοι χεῖρον ἡ ἐνέργεια συντελεῖται. τὸ μὲν οὖν βέλτιον ὡς πρὸς τοὖργον ἔχειν τὴν δύναμιν ἀρετή τε καὶ ῥώμη, τὸ δὲ χεῖρον ἀῤῥωστία τε καὶ κακία. περὶ μὲν δὴ τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀρκεῖ καὶ ταῦτα διαγινώσκειν εἴς γε τὰ παρόντα.