Ἔστι δὲ τέτταρα ταῦτα. τὸ μὲν πρῶτον ἁπάντων, ὅπερ ἔφαμεν ἐρίζοντας μᾶλλον ἢ ἀληθεύοντας λέγειν τοὺς ἐμπειρικοὺς, ὡς πληγῆς μόνης αἰσθάνονται, διαστολὴν δ’ ἀρτηρίας οὐ γνωρίζουσι. καὶ διὰ τοῦτο τινὲς ἐξ αὐτῶν τὸν σφυγμὸν ὁρίζονται μνήμην παθῶν ἁφῆς ἐκ κινήσεως ἀρτηριῶν· οὐ γὰρ ἐκ διαστολῆς ἀρτηριῶν, ἀλλ’ ἐκ κινήσεως ἔφασαν δι’ οὐδὲν ἄλλο ἢ ὅτι τὰ τῆς διαστολῆς οὐχ ὁμολογοῦσιν αἰσθάνεσθαι. ἀλλὰ λόγῳ μὲν, φασὶν, ἴσως ἄν τις πιστώσαιτο αὐτὴν, οὐ μὴν τῇ γ’ ἁφῇ κατάδηλον γίγνεσθαι. τοὐναντίον δ’ ἅπαν ἐχρῆν αὐτοὺς λέγειν, εἴπερ ὅλως φιλονεικεῖν ἐσπουδάκασιν, ὡς ἡ μὲν ἁφὴ διαστελλομένης αἰσθάνεται τῆς ἀρτηρίας, εἰ δὲ καὶ κατ’ ἀλήθειαν διαστέλλεται, τοῦτ’ οὐκέτι γινώσκειν ἀκριβῶς. τὸ δ’ ὅτι μὴ φαίνεται φάσκειν καταψευδομένων ἐστὶ τῆς αἰσθήσεως. εἰ γάρ τις αὐτοὺς ἔροιτο, ποῖός τις ὁ σπασμώδης σφυγμὸς φαίνεται, τί ἂν ἄλλο ἔχοιεν εἰπεῖν ἢ ὅτι τεταμένης ἐφ’ ἑκάτερα τῆς ἀρτηρίας οἷον χορδῆς προσβολή τις ὑπ’ αὐτῆς γίνεται τῇ ἁφῇ, μηδὲ φυλαττούσης ἀκριβῶς τὴν ἀρχαίαν ἕδραν, ἀλλ’ ἠρέμα πως ἄνω καὶ κάτω φερομένης. εἰ δὲ δὴ καὶ περὶ τοῦ κλονώδους ἐροίμεθα, καὶ τοῦτον ὁμολογήσουσιν, εἴπερ ὅλως παρεφύλαξαν τὰ πάθη τῆς ἁφῆς, ἀπολιπούσης τῆς ἀρτηρίας τὴν ἰδίαν χώραν φαίνεσθαι γινόμενον. ἐναργῶς γὰρ ἄνω τε καὶ κάτω φερομένης αὐτῆς αἰσθανόμεθα κατὰ τοὺς τοιούτους σφυγμούς. καὶ μὲν δὴ καὶ τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν, τὴν παρὰ τὰ μὲν ὑψηλότερα φαίνεσθαι κείμενα τῆς ἀρτηρίας μόρια, τὰ δὲ ταπεινότερα, εἰ μὴ ὁμολογοῖεν γνωρίζειν, ἀμαθεῖς ἐξελεγχθήσονται τῆς ἐμπειρίας ἣν ἀεὶ πρεσβεύουσιν. οὐ γὰρ δὴ τῶν ἐκ λόγου δεικνυμένων ἐστὶ τὸ τοιοῦτον, ἀλλὰ φαίνεται μὲν σαφῶς τῇ ἁφῇ, τὴν δὲ αἰτίαν αὐτοῦ ζητοῦντες οἱ δογματικοὶ κληθέντες ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, διενεχθέντες ἂν καὶ περὶ τοῦ φαίνεσθαι, εἰ μὴ πάνυ ἐναργὲς ἦν. ἀλλὰ καὶ κατὰ μέγεθος ἀνώμαλός ποτε γίνεται σφυγμὸς ἐν τῇ μιᾷ διαστολῇ, τῶν μὲν ἐπὶ πλέον, τῶν δ’ ἐπ’ ἔλαττον αὐτοῦ μορίων διϊσταμένων, οὐκ ἂν γενόμενος, εἰ μὴ τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν ἀληθὲς ἦν. μακρολογῶν δ’ ἴσως σοφώτερον αὐτοῖς ἢ ἐναργέστερον διαλεγόμενος συνίημι. ἀρκεῖ γὰρ εἰπεῖν ὡς μακρὸς ἢ βραχὺς, καὶ ὑψηλὸς ἢ ταπεινὸς, καὶ πλατὺς ἢ στενὸς, καὶ μέγας ἢ μικρὸς, καὶ ἁδρὸς ἢ ἰσχνὸς, καὶ δηλονότι ὅτι οἱ μέσοι αὐτῶν οὐκ ἂν ἐγένοντο σφυγμοὶ μὴ κατὰ πᾶν μέρος φαινομένης διαστέλλεσθαι τῆς ἀρτηρίας, καθ’ ὃ δοξάζουσι μόνην κίνησιν γίνεσθαι, ἀλλὰ μόνον ἂν ἢ ὑψηλὸς, ἢ ταπεινὸς, ἢ ὁ μέσος αὐτῶν ἐγίγνετο, τῶν δ’ ἄλλων οὐδείς. οἷος οὖν ὁ σπασμώδης σφυγμός ἐστι σπανίως γιγνόμενος, τοιούτους ἀξιοῦσιν ἀεὶ φαίνεσθαι πάντας οἱ μὴ συγχωροῦντες αἰσθητὴν εἶναι τὴν διαστολήν. ὄντως γὰρ ἐπὶ τοῦ σπασμώδους ἢ οὐδόλως αἴσθησις γίγνεται τῆς διαστολῆς, ἢ ἐπὶ βραχὺ καὶ ἀμυδρῶς, οἷον χορδῆς τῆς ἀρτηρίας ἄνω τε καὶ αὖθις κάτω φερομένης. τὸ δ’ ὑπὸ τοῦ Ἀρχιγένους λεγόμενον, ὅτι καὶ τῶν ἰσχνῶν ἀνθρώπων αἱ ἐν τοῖς ἀσάρκοις μέρεσιν ἀρτηρίαι φαίνονται τῇ ὄψει διαστελλόμεναι καὶ συστελλόμεναι, πρὸς μὲν αἰδήμονας ἀνθρώπους ὀρθῶς λέγεται, πρὸς δὲ τοὺς, ὅταν αὐτοῖς δόξῃ, μηδὲ τῶν φαινομένων πεφροντικότας οὐκ ὀρθῶς. ἢ γὰρ οὐδὲ τοῦτο φαίνεσθαι φήσουσι, τῶν αὐτῶν γάρ ἐστιν ἐκείνων καὶ τοῦτ’ ἀρνεῖσθαι, ἢ εἰ καὶ ὁμολογήσαιεν, ὄψει μὲν φαίνεσθαι διαστελλομένην ἐροῦσι τὴν ἀρτηρίαν, ἁφῇ δ’ οὐκ ἔτι, περὶ ταύτης δ’ εἶναι τὴν ζήτησιν. ὅθεν ἡμεῖς οὐκ ἐπὶ τὴν ὄψιν τὸν λόγον ἄγομεν, ἀλλ’ ἐξ αὐτῶν τῶν κατὰ τὴν ἁφὴν φαινομένων ὑπομιμνήσκοντες αὐτοὺς πειρώμεθα δυσωπεῖν. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ τοσοῦτον ἐκείνων ἕνεκεν, ὅσον τοῦ διωρθωμένην ποιεῖσθαι τοῖς εἰς τὴν θεωρίαν ταύτην εἰσαγομένοις τὴν διάγνωσιν τῶν αἰσθητῶν παθῶν ὑπεμνήσαμεν, τῶν τε φανερὰν ἐχόντων τὴν διαστολὴν τῆς ἀρτηρίας σφυγμῶν καὶ τῶν ἀφανῆ, καθάπερ οἱ σπασμώδεις. ἔτι δὲ καὶ ὅπως τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν μὴ συγκεχυμένην ποιῶνται τὴν ἐπίσκεψιν, ἀλλ’ ἀεὶ μεμνημένοι τῶν τριῶν διαστάσεων ἔχωσι παραβάλλειν τὸν νῦν γινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρξαντι πότερον κατὰ τὰς τρεῖς διαστάσεις ὁ αὐτός ἐστι, ἢ κατά τινας αὐτῶν, ἤ τινα. τοὺς γὰρ ἑπτὰ καὶ εἴκοσι σφυγμοὺς, οὓς κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένους ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐπὶ διαγράμματος ἐξεθέμεθα, κατὰ τοῦτον ἄν τις μάλιστα γνωρίζοι τὸν τρόπον, εἰ μεμνημένος εἴη τῶν διαστάσεων ἑκάστης ἰδίᾳ τὸ ποσόν. ὅτι δ’ αὐτῶν τούτων τῶν εἰρημένων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἑξῆς μελλόντων λέγεσθαι προηγεῖσθαι χρὴ ἐκεῖνο τὸ βιβλίον, καὶ κατ’ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου προειρήκαμεν, ὥσθ’ ὅστις πρὶν ἐκεῖνα ἐκμαθεῖν ἐπὶ τάδε ἥκει τοῦ παντὸς ἁμαρτάνει. τοῦτο μὲν δὴ καὶ ἡμῖν παρὰ πάντα τὸν λόγον ὑπαρχέτω· νυνὶ δὲ τὸ προκείμενον περαινέσθω, τὸ σαφῶς ὑποπίπτειν τῇ ἁφῇ τὴν διαστολὴν τῆς ἀρτηρίας, οὐ πληγὴν μόνην, ὡς οἱ πρὸς ἅπαντας φιλονεικοῦντες ἐμπειρικοὶ φασίν. ὥστε πεισθέντες ἐμοὶ, τἀναντία τοῖς ἔμπροσθεν λέγοντες, εἰ μή που σοφισταί τινες, καὶ πιθανοὶ εἶναι δοκεῖν γλίχονται, τὴν μὲν διαστολὴν τῆς ἀρτηρίας φαίνεσθαι πρός γε  τὴν ἁφὴν, οὐ μὴν εἴ γε καὶ πρὸς τὴν φύσιν οὕτως ἔχει γινώσκειν. ἢ γὰρ ἂν οἰκειότερα ταῦτ’ εἴη τῇ αἱρέσει τῶν ἀνδρῶν, ἢ τί παθόντες ἐν μὲν τοῖς ἄλλοις ἅπασι λόγοις τὸ φαίνεσθαι τιθέντες ἀποροῦσι τὸ πρὸς τὴν φύσιν, ἐνταυθοῖ δὲ οὐκέτι ποιήσουσιν αὐτό; καὶ μὴν εἰ τοῦτο δράσουσιν, οὐκ ἐγχωρήσει λέγειν, ἴσως μὲν διαστέλλεται ἡ ἀρτηρία, οὐ μὴν καὶ φαίνεται, ἀλλ’ ἔμπαλιν, ἴσως μὲν οὐ διαστέλλεται, φαίνεται μέντοι. τοῦτο γὰρ ἀκόλουθόν ἐστι τοῖς τὸ φαινόμενον μόνον, καὶ μὴ, αὐτὸ τὸ πρὸς, τὸ δοξαζόμενον αὐτῶν τιθεῖσιν, εἴ γε τὸ φαινόμενον πάντῃ σθένει οὗ περ ἂν ἔλθῃ, κατὰ τὸν Τίμωνα. τί ποτ’ οὖν νῦν πλασθὲν οὐ σθένει; καὶ μὴν ἐχρῆν γε, εἴπερ πάντῃ σθένει. κοινὴν οὖν ἀρχὴν λαβόντες τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν, ὅταν γὰρ μὴ σπασμωδῶς κινῆται, μετὰ τοῦτ’ ἂν ἴσως διαφεροί μεθα πρὸς ἀλλήλους, εἰ ἡμεῖς μὲν ἐκείνῳ πιστεύοιμεν, ἐκείνῳ δ’ ἀπιστοῖεν. ἴσως δὲ κᾀνταῦθα πάλιν αὐτοὺς ὑπομνήσαντες τῶν σφετέρων λόγων, εἰς ὁμολογίαν κοινὴν παρακαλέσομεν. τί γὰρ δὴ καὶ βούλονται; μὴ ἄλλο τι ἢ φαίνεσθαι μὲν ἕκαστον τῶν φαινομένων, ἀπιστεῖσθαι δὲ μάλιστα μὲν εἰ οἷον φαίνεται καὶ ἔστιν, ἔπειτα δ’, εἰ καὶ τὴν ἀρχὴν ὅλως ἔστι. λαβέτωσαν οὖν καὶ παρ’ ἡμῶν ὁμολογούμενον τοῦτο· πάντα γὰρ αὐτοῖς βούλομαι χαρίζεσθαι· καὶ μήτ’ εἰ ἔστιν ὅλως ἥλιος, ἡ σελήνη, ἡ γῆ, μήτ’ εἰ θάλαττα, μήτ’ εἰ ἐγρηγόραμεν, ἀλλ’ εἰ μηδὲ φρονοῦμεν, ἢ ζῶμεν, μηδ’ ὅλως μηδὲν ἁπάντων ὡς ἔχει φύσει γινώσκειν ἡμᾶς. οὐκ οἶδα εἰ ταύτης ἔτι μείζονος ἀπορίας ἐπιθυμοῦσιν, ἐχέτωσαν αὐτὴν παρ’ ἡμῶν ἑκόντων, μὴ καμνέτωσαν τῷ λόγῳ δεικνύναι, δαψιλῶς εὐωχείσθωσαν τῆς περὶ φύσιν ἀνοίας, μόνον ἡμῖν ἀποκρινάσθωσαν βραχύ τι, πότερον καὶ πρὸς τὴν χρῆσιν τῶν πραγμάτων τὴν κατὰ τὸν βίον ἀπορεῖν ἀξιοῦσι, καὶ μήθ’ ὅταν ἀνατέλλων ὁ ἥλιος ἐναργῶς φαίνηται, πράττειν ἡμᾶς ἃ πράττομεν ὡς ἐν ἡμέραις, ἀλλ’ ἡσυχάζειν ἐπὶ τοῦ σκίμποδος κατακειμένους, ἀποροῦντας εἴτε νύξ ἐστιν ἔτι εἴθ’ ἡμέρα, μήθ’ ὅταν ἐν πλοίῳ καὶ πελάγει τυγχάνωμεν ὄντες, οὕτω καὶ πράττειν, ἀλλ’ ἀπιστοῦντας ἐκπηδᾷν τολμᾷν εἰς τὴν θάλατταν, ὡς ἴσως μὲν οὖσαν θάλατταν, ἴσως δ’ οὔ, μηδ’ ὅταν ἤδη καταγώμεθα καὶ ἡ ναῦς ἐν τῷ λιμένι πλησίον τῆς γῆς καταφέρηται καὶ πάντας περὶ τὴν γῆν ἐξιόντας ὁρῶμεν, πιστεύειν ταῖς αἰσθήσεσι καὶ μέχρι τῆς χρείας, ἀλλ’ ἔνδον καθέζεσθαι σκεπτομένους καὶ ἀποροῦντας καὶ λέγοντας, ἴσως γε φαίνεται μὲν ἡμῖν γῆ, οὐκ ἔστι δὲ γῆ. καὶ κατ’ αὐτοὺς ἐκείνους ἅπαντα τὰ τοιαῦτα μέχρι μὲν τῆς χρείας πιστὰ, πρὸς δὲ τὴν φύσιν ἀπορεῖται. καὶ ἡμεῖς δ’ αὐτοὶ τοῦτο δήπου βουλόμεθα, χρῆσθαι δ’ αὐτοῖς ὡς πιστοῖς. τὸ δ’ ἐπέκεινα τῆς χρήσεως περιττὸν εἶναί φαμεν. εἰ οὖν ὃ βουλόμεθα συγχωροῦσιν ἡμῖν, οὐκ οἶδα περὶ τίνος ἔτι διαφερόμεθα. περὶ τοῦ πρὸς τὴν φύσιν, φασί. παῦσαι ἄνθρωπε. οὐδὲ φθεγξόμεθά ποτε τοῦτο, εἰ καὶ κελεύεις. ἀλλά σε καὶ εἰς συνθήκας ἕτοιμός εἰμι προσκαλέσασθαι. καὶ τοῦ λοιποῦ προΐτω καθάπερ τοῖς ἄλλοις ἀνθρώποις, οὕτω καὶ ἡμῖν, εἰ βούλεσθε, τά τε τῶν πράξεων καὶ τὰ τῶν λόγων, ἐπειδὴ καὶ ἡμᾶς αὐτοὺς ὁρῶ περὶ πολλοῦ ποιουμένους, μηδὲν τῶν κατὰ τὸν βίον ὡμολογημένων τοῖς ἀνθρώποις ἅπασιν ἀνατρέπειν. ὡς οὖν ἐκείνοις περαίνεται τὰ κατὰ τὰς πράξεις, οὕτω καὶ ἡμῖν περαινέσθω, μὴ πολυπραγμονοῦσι περὶ τὸ φαινόμενον ἐναργῶς μηδὲν, ἀλλ’ ἐκ προχείρου πιστεύουσί τε καὶ ἑπομένοις, ὡς εἴ γέ τινος ἀπαγγέλλοντος ὑετοῦ γενομένου τὸν ποταμὸν αὐξηθέντα τὴν γέφυραν ἀνατρέψαι, παρών τις ὑμῶν κωλύει οὕτως ἁπλῶς, ὑετοῦ γενομένου, λέγειν, ἀλλὰ τοῦ φαινομένου γεγονέναι, μηδὲ ποταμὸν, ἀλλὰ τὸν φαινόμενον καὶ δοκοῦντα, μηδ’ αὐξηθέντα, ἀλλὰ ηὐξῆσθαι δόξαντα, μηδὲ τὴν γέφυραν καταβαλεῖν, ἀλλὰ φαίνεσθαι καταβεβληκότα, πῶς οὐκ ἂν δόξειε μαίνεσθαι; τί ποτ’ οὖν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἑτέρως διαλεγόμενοι μόνοις ἡμῖν πράγματα παρέχετε, καίτοι ταῖς αἰσθήσεσι χρωμένοις ἐπί τε τῶν κατὰ τὴν ἰατρικὴν κᾀν τῷ λοιπῷ βίῳ; εἶτα τὸν μὲν ἀσκὸν, εἰ οὕτως ἔτυχε, καὶ τὴν κύστιν καὶ τὸν θύλακον καὶ τὰς τῶν χαλκέων φύσας τί διαστέλλεσθαι λέγοντες καὶ συστέλλεσθαι τὸ φαίνεσθαι παρελείψατε, τῇ δ’ ἀρτηρίᾳ μόνῃ, τῇ τί ποθ’ ὑμᾶς κακὸν ἐργασαμένῃ, πράγματα παρέξετε, καὶ τὴν ἀπιστίαν τῶν φαινομένων κατ’ αὐτῆς κινήσετε, καὶ οὐχ ἁπλῶς ἐρεῖτε, διέσταλται καὶ διαστέλλεται, καὶ συνέσταλται καὶ συστέλλεται, ἀλλὰ φαίνεται διαστελλομένη, εἰ δὲ καὶ ὄντως διαστέλλεται, οὐκ οἶδα; παύσασθε πρὸς τοῦ Διὸς ἤδη ποτὲ μηδὲν προσήκουσι λήροις ἐπιφορτίζοντες τὴν τέχνην, ὡς οὖσαν καθ’ ἑαυτὴν μακράν. εἰ σχολὴν ἄγετε, καὶ τὸν βίον οὐκ ἀνατρέπειν, ἀλλ’ ὠφελεῖν προῄρησθε, καὶ τὴν τέχνην οὐ κωλύειν, ἀλλ’ αὔξειν ἐσπουδάσατε, τὴν φιλοτιμίαν ταύτην εἰς τὰ χρηστότερα τρέψατε. πολλὰ τῆς ἰατρικῆς εὑρήσετε ζητήσεως οὐ σμικρᾶς δεόμενα, περὶ ταῦτα δεινοὶ γίγνεσθε, τὴν σύνεσιν ἐν τούτοις ἐπιδείκνυσθε, τὴν δὲ τῶν ἐναργῶς· φαινομένων ἀπιστίαν ἤδη ποτὲ μισήσατε, πλέον οὐδὲν ἕξειν ἀπ’ αὐτῆς μέλλοντες, ἀναγκασθήσεσθε γὰρ ἑκόντες τε καὶ ἄκοντες ὡς πιστοῖς χρῆσθαι τοῖς ἐναργέσιν, ἢ οὐδὲ φθέγξασθαι ὑμῖν οὐδὲ τὸ βραχύτατον ἔσται. ὅταν οὖν ζητήσαντάς γε καὶ μὴ ζητήσαντας ἡ αὐτὴ χρῆσις ἐκδέχηται, περιττὸν τὸ ζητεῖν. εἰσὶ δ’ ἕτεραι πολλαὶ τοῖς ἀνθρώποις αἱ μὲν τῶν αἰσθήσεων ἀσκήσεις, αἱ δὲ καὶ τοῦ λογισμοῦ, περὶ ταύτας σπεύσατε, τὴν σχολὴν περὶ ταῦτα διάθεσθε, τοῖς δ’ ἐναργέσι χωρὶς ζητήσεως ὡς τοιούτοις οὖσι οἷα φαίνεται πιστεύετε. συγχωρήσαντες οὖν μοι λέγειν τὴν ἀρτηρίαν εἰς μῆκος καὶ πλάτος καὶ βάθος διαστέλλεσθαι,  τὸ ἐπὶ τῷδε διασκέψασθε, πότερον αἰσθήσεσθαι δυνατόν ἐστι τῆς συστολῆς, ἢ οὔ. ἀλλ’ ὑμεῖς, ἵνα μηδὲ τοῦτο, μηδ’ ἄλλο ζητήσητε, τὴν περὶ τῆς ὑπάρξεως τῶν ἐναργῶν ἀπορίαν ἐκινήσατε, συχνὸν μέν τινα λόγων ἐσμὸν ἔχουσαν, οὐ μὴν καταβαλεῖν γε δυναμένην οὐδ’ ἀνατρέψαι τὴν χρείαν τῶν ἐναργῶν. ἡμεῖς οὖν ἔμπαλιν ὑμῖν πράξομεν· ἅπασι μὲν τοῖς φαινομένοις ἐναργῶς χωρὶς ζητήσεως χρησόμεθά τε καὶ πιστεύσομεν ὡς τοιούτοις οὖσιν οἷα καὶ φαίνεται, τὰ δ’ ἀμυδρότερα διασκεψόμεθα, τὰ μὲν τῷ λόγῳ, τὰ δὲ ταῖς αἰσθήσεσι, τὰ δ’ ἀμφοτέροις ἐπιχειροῦντες ἑλεῖν. ἥτις μὲν οὖν ἡ ὁδὸς τῆς εὑρέσεως αὐτῶν, ἐπὶ πλέον ἑτέρωθι λέγομεν, ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὰ προκείμενα λεχθήσεται μόνον.