Ἡ δὲ κατὰ τὸν ζωτικὸν τόνον ἀνωμαλία τὴν αὐτὴν ἐπιδέχεται τομὴν τῇ κατὰ τὴν κίνησιν. ἢ γὰρ περὶ τὸ αὐτὸ μόριον, ἢ ἐν διαφέρουσι συνίσταται. περὶ μὲν τὸ αὐτὸ, τριχῶς, ἢ διαλειπούσης τῆς κινήσεως, ἢ συνεχοῦς μενούσης, ἢ δικρότου γινομένης, περὶ δὲ τὰ διαφέροντα διχῶς, ἢ συνεχοῦς μενούσης, ἢ διακοπτομένης. ἴσαι δὲ καθ’ ἕκαστον τούτων τῶν γενῶν αἱ κατὰ μέρος διαφοραὶ ταῖς ἐπὶ τῆς κινήσεως εἰρημέναις. καὶ μὲν δὴ καὶ μίγνυσθαι τὰς περὶ ἓν μόριον συνισταμένας ἀνωμαλίας ταῖς ἐν διαφέρουσι γιγνομέναις ὡσαύτως, ἀναγκαῖον.