Περὶ πρώτης οὖν εἴπωμεν τῆς πρῶτον ῥηθείσης, ἐν ᾗ διακόπτεσθαι τὴν κίνησιν ὑπὸ τῆς ἠρεμίας συμβέβηκεν. εὑρίσκονται δὲ ἐν αὐτῇ διαφοραὶ σφυγμῶν ἐννέα, τρόπῳ τῷδε συνιστάμεναι. τῆς προτέρας κινήσεως ὠκείας  οὔσης, ἡ δευτέρα τὰς τρεῖς τρεπέσθω τροπὰς, ἢ ὠκεῖα, ἢ βραδεῖα, ἢ σύμμετρος γινομένη. τρεῖς μὲν αὗται διαφοραὶ σφυγμῶν. αὖθις δ’ ἄλλαι τρεῖς, τῆς προτέρας ΄βραδείας μενούσης, ὑπαλλαττομένης δὲ τῆς δευτέρας τριχῶς, καὶ αὖθις δ’ ἄλλαι τρεῖς, τῆς προτέρας μενούσης συμμέτρου, τῆς δὲ δευτέρας τριχῶς τρεπομένης.