ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Α. Εὐξαίμην μὲν ἂν καὶ μαθεῖν καὶ διδάξαι δύνασθαι τὰ πράγματα, χωρὶς τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ἵνα μὴ πρὸς τῷ μακρὰν εἶναι τὴν τέχνην διὰ τὴν οἰκείαν θεωρίαν, ἐξ ἐπιμέτρου γένοιθ’ ἡμῖν ἡ περὶ τὴν λέξιν ἀσχολία. ἐπεὶ δὲ ἀνάγκη διὰ τῶν ὀνομάτων δηλοῦν ἃ βουλόμεθα, τοῖς μὲν σοφισταῖς ἀφθονία κᾀνθάδε σοφισμάτων, καὶ διατριβῆς ἀχρήστου, τοῖς δὲ ἄλλοις ὅσοι πραγμάτων ἐπιστήμην, οὐκ ὀνομάτων ἐμπειρίαν ἐζηλώκαμεν ἄκουσι μὲν, ἐξ ἀνάγκης δὲ ὅμως, προσγίνεται διὰ τὰς τῶν σοφιστῶν ἐπηρείας ἡ περὶ τὴν λέξιν ἀσχολία. κάλλιστον μὲν γὰρ ἦν ὁπωσοῦν περὶ τῶν ὀνομάτων συνθέμενον ἐπὶ τὴν θεωρίαν σπεύδειν, ὡς ἐπὶ τοῦ προγραφέντος ἡμῖν περὶ σφυγμῶν τοῖς εἰσαγομένοις ἐποιήσαμεν, τῶν δὲ ἐν ὀνόμασι μόνων δεινῶν, ἐπ’ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀμαθεστάτων ἐνοχλούντων ἀεὶ, καὶ μηδὲ ἀναπνεῦσαι χωρὶς ἐπηρείας ἐπιτρεπόντων, ἀναγκαία σχεδὸν ἤδη καὶ ἡ περὶ τὴν λέξιν ἀσχολία. τοὺς μὲν οὖν παλαιοὺς ἁπλῶς ἔστιν εὑρεῖν χρωμένους τοῖς ὀνόμασιν, ἑνὸς μόνου φροντίζοντας ἀεὶ τοῦ δηλῶσαι τὸ νοούμενον. οἱ δὲ νεώτεροι μόνον καθ’ ἑκάστην συλλαβὴν σοφίζονταί τε καὶ φιλονεικοῦσι, καὶ οὐδὲ παύονται περὶ τῶν ὀνομάτων ἐρίζοντες, οἷον εὐθέως, ἵν’ ἐξ ἑνὸς μορίου τῆς προκειμένης πραγματείας τὸ πᾶν ἐπιγνῶμεν, ὁ μέν τίς φησι τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν σφοδρὸν εἶναι. παρελθὼν δὲ ἕτερος οὐ τοῦτον, ἀλλ’ ὃς ἂν καὶ μέγας ᾖ καὶ πλήρης καὶ ταχὺς, ἐκεῖνον εἶναί φησι τὸν σφοδρόν. ἄλλος δέ τις τὸν ἰσχυρὸν ἅμα καὶ ταχύν· καί τις μάλα σεμνῶς ἐπιτιμήσας τούτοις τὸν μέγαν ἅμα καὶ ταχὺν σφοδρὸν εἶναί φησιν. οὐκ ἀνασχόμενος δὲ τούτου πέμπτος τις ἄλλος ἔτι σεμνότερον ἐπιπλήξας, τὸν πλήρη τε ἅμα καὶ παχὺν σφοδρὸν εἶναί φησι. καὶ ναὶ μὰ Δία γε ἕκτος τις ἄλλος ἐπ’ αὐτοῖς τὸν μέγαν ἅμα καὶ πλήρη, τοῦτον εἶναί φησι τὸν σφοδρόν. εἰ δὲ καὶ ἕβδομός τις καὶ ὄγδοος παρεῖεν ἐν τούτοις, ὁ μὲν μηδὲν διαφέρειν λέγων τοῦ πλήρους αὐτὸν, ὁ δὲ τῷ σκληρῷ τὸν αὐτὸν εἶναι, πηλίκην οἴει μάχην ἔσεσθαι; ἢ δηλονότι τηλικαύτην, οἵαν πολλάκις ὁρῶμεν ἔν τε τῷ τῆς εἰρήνης τεμένει καὶ ἐπ’ αὐτῶν τῶν ἀῤῥώστων; ὥστε τινὰς μηδὲ τὼ χεῖρε κατέχειν ἔτι· τοσοῦτον ἀποδέουσιν αἰσχροῦ ῥήματος ἀποσχέσθαι. καὶ τὰ μὲν τούτων τῶν νῦν ἡμῖν ὀχλούντων ἧττον δεινὰ, καί περ ὄντα δεινότατα. τὰ δὲ τῶν συγγράφειν ἐπιχειρησάντων οὐκ ἀνασχετά. πρόχειρος μὲν γὰρ ὁ τῆς ἀχρηστίας τοῦ ζητήματος ἔλεγχος. οἱ δὲ οὐχ ὁρῶσιν αὐτὸν, ἀλλὰ πάντες ὡδί πως γράφουσιν· ὁ τοιόσδε σφυγμὸς σφοδρός ἐστι, καὶ ὁ τοιόσδε πλήρης ἐστὶ, καὶ ὁ τοιόσδε πυκνός ἐστι, δέον ἀφελεῖν μὲν τὸ ἐστὶ, προσθεῖναι δὲ μάλιστα μὲν, εἰ οἷόν τε, τὸ καλεῖται. τούτου δ’ ἀποροῦντας τὸ καλείσθω, καὶ οὕτως ἤδη διδάσκειν, οἷόν τι δηλοῦν πέφυκεν ὁ σφυγμὸς ὁ τοιοῦτος, ὃν ἐκάλεσαν, εἰ τύχοι, σφοδρόν. οὐ γὰρ δὴ τοῦ καλέσαι γε χάριν, οὐδὲ τοῦ θέσθαι τοὔνομα κυρίως, τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐτοὶ μετεχειρισάμεθα, ἢ ἑτέρους διδάσκειν ἐπιχειροῦμεν, ἀλλ’ ὅπως ἡμῖν γνωρίζοιτό τε τὰ παρόντα καὶ προγιγνώσκοιτο τὰ μέλλοντα συμβήσεσθαι τοῖς ἀῤῥωστοῦσι. ταῦτα δὲ ἐκ τῶν πραγμάτων, οὐκ ἐκ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων εὑρίσκεται. καθόλου γὰρ πρὸς μὲν τὴν τῶν πραγμάτων ἐπιστήμην οὐδὲν ἡμᾶς ὠφελεῖ τὰ ὀνόματα, πρὸς δὲ τὴν διδασκαλίαν μόνον, ἣν καὶ κατὰ τὴν συνθήκην περαίνεσθαι δυνατόν. εἴτε γὰρ μηδόλως τις ὀνόματα θέμενος τοῖς πράγμασιν, γνωρίζειν τε αὐτὰ ἱκανὸς εἴη καὶ ὅ τι δηλοῦν πέφυκεν ἀκριβῶς ἐπίσταιτο, τῶν ὀνομαζόντων οὐδὲν ἂν ἧττον φαίνοιτο τούτου γ’ ἕνεκα· εἴ τε διδάσκειν ἐπιχειρήσας ὀνόματα τίθεται τὰ δόξαντα αὐτῷ, καὶ οὕτως οὐδὲν ἂν ἔχοι μεῖον. ἐμοὶ μὲν οὖν οὐδ’ εἰ Δίωνα, ἢ Θέωνά τις καλεῖν σφοδρὸν σφυγμὸν ἐθέλοι, μὴ σφάλλοιτο δ’ ἐν τῷ διδάσκειν τίνες αἰτίαι γεννῶσιν αὐτὸν, καὶ τίνος διαθέσεώς ἐστι γνώρισμα, καὶ ἐς ὅ τι τελευτήσει, οὐδὲν οὐδὲ οὗτος δοκεῖ σφαλήσεσθαι. τῷ μὲν δὴ οὕτω μέλλοντι διδάσκειν ὁτιοῦν ἀρκεῖ νομοθετεῖν ὀνόματα, τῷ δ’ ἐπὶ τοὺς παλαιοὺς ἀναπέμποντι τὸ ἐκείνων ἔθος διδακτέον, οὐδὲν πάλιν οὐδ’ ἐνταῦθα πολυπραγμονοῦντα πότερον κυρίως, ἢ ἀκύρως ὠνόμασαν, ἢ ὑπαλλάττειν τολμῶντα, ἢ καταμεμφόμενον, οἷα δὴ δρῶσιν οἱ σοφισταί. περιττὰ γὰρ ταῦτα ἅπαντα καὶ ἔξω τῆς ἡμετέρας τέχνης. οὐ γὰρ ὀνομάτων αὕτη γε ὀρθότητος ἐπιστήμη ἐστὶν, ἀλλὰ πραγμάτων, οὐδὲ τοὺς μὴ καλῶς ὀνομάζοντας εἰς ἰατροὺς πέμπουσιν οἱ ἄνθρωποι, ἀλλὰ τοὺς ὑγείας δεομένους. οὐκοῦν οὐδὲ ὁ λόγος ὅδε πλέον τῶν εἰθισμένων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἰατροῖς ὀνομάτων ἐπαγγέλλεται διδάξειν, ἀλλ’ ἀγαπῴη ἂν, εἰ τούτου μετρίως τυγχάνοι.