Ὁμαλότης δὲ καὶ ἀνωμαλία γίνεται κατὰ πάσας τὰς εἰρημένας διαφοράς. ἡ γὰρ ἐφεξῆς ἰσότης τούτων ὁμαλότης ἐστί· οἷον ὅταν τὸ μέγεθος τῶν ἐφεξῆς ἴσον ᾖ, λέγοιτ’ ἂν ὁμαλὸς εἶναι κατὰ τὸ μέγεθος ὁ σφυγμός· καὶ εἰ τὸ τάχος ἴσον, ὁμαλὸς κατὰ τὸ τάχος. ὡσαύτως δὲ καὶ εἰ κατὰ σφοδρότητα καὶ πυκνότητα καὶ ἀμυδρότητα. ἡ δὲ ἀνωμαλία  διαφθορὰ τῆς ἰσότητός ἐστι, καθ’ ἣν ἂν τύχῃ διαφορὰν τῶν σφυγμῶν συνισταμένη. ἔσται γὰρ ὁ μέν τις κατὰ τὸ μέγεθος ἀνώμαλος, ὁ δέ τις κατὰ τὸ τάχος, ὁ δὲ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ πυκνότητα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Ἔστι δὲ ὅτε καὶ διά τινος τάξεως ἀριθμοῦ πληγῶν ὡρισμένου τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμπίπτει· καὶ τοῦτο γίνεται πολυειδῶς. καὶ γὰρ τρισὶν ἴσοις ὁ τέταρτος ἄνισος ἕπεται, καὶ τοῦτο ἐφεξῆς ἀεὶ, ἢ τέτρασιν ὁ πέμπτος. καὶ κατὰ πᾶν ἄλλο πλῆθος ὡσαύτως. καὶ γὰρ πέντε πολλάκις ἴσοις ὁ ἕκτος ἄνισος ἕπεται, καὶ πάλιν ἓξ ἴσοις ὁ ἕβδομος οὐκ ἴσος. ἡ μὲν οὖν ἰσότης ἐν τοῖς τοιούτοις οὐκέτι σώζεται· καὶ διὰ τοῦτο ἀνώμαλος ὁ σφυγμὸς γίνεται, τάξις μέντοι τις σώζεται, καὶ διὰ τοῦτο τεταγμένος ἐστί. δι’ ἴσου γὰρ ἀεὶ πλήθους τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμπίπτων τὴν ἰσότητα διαφθείρει· ἥ γ’ οὖν κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἂν δ’ ὅλως μηδεμία σώζηται περίοδος, ἄτακτος ὁ τοιοῦτος καλεῖται.