ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΣΦΥΓΜΩΝ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ. Ὅσα τοῖς εἰσαγομένοις, φίλτατε Τεῦθρα, χρήσιμον ἐπίστασθαι περὶ σφυγμῶν, ἐνταῦθα λεχθήσεται. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν τέχνην ἑτέρωθι γεγραμμένην ἔχεις. πᾶσαι μὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον σφύζουσιν ἀλλήλαις τε καὶ τῇ καρδίᾳ, ὥστ’ ἐκ μιᾶς αὐτῶν δύνασθαι περὶ πασῶν συλλογίζεσθαι, οὐ μὴν αἰσθέσθαι γε τῆς κινήσεως ὁμοίως ἁπασῶν δυνατὸν, ἀλλὰ τῶν μὲν ἐν τοῖς ἀσάρκοις μέρεσι προφανέστερον, τῶν δ’ ἐν τοῖς σαρκώδεσιν ἀμυδρότερον. ὅσαι δ’ ὑπὸ παχείας σαρκὸς καλύπτονται, ἢ ὀστῶν ἔνδον εἰσὶν, ἢ ἐπίπροσθεν αὐτῶν ἐστιν ἄλλα σώματα, τούτων οὐκ ἂν αἴσθοιο τῆς κινήσεως, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον. ἐκτακέντος δὲ τοῦ σώματος σφοδρῶς, ἥ τε κατὰ τὴν ῥάχιν ἀρτηρία πολλάκις τοῖς ἁπτομένοις τοῦ ἐπιγαστρίου τὴν κίνησιν διασημαίνει καί τινες τῶν ἐν τοῖς κώλοις ᾔσθησαν, ἀφανῶς πρότερον οὐσῶν. διαπαντὸς δ’ αἵ τε κατὰ τοὺς κροτάφους καὶ τῶν ποδῶν αἱ ἐπὶ τοῖς ταρσοῖς καὶ τῶν χειρῶν αἱ κατὰ τοὺς καρποὺς ἐντὸς αἰσθητὴν ἔχουσι τὴν κίνησιν. τούτων δ’ ἔλαττον μὲν, οὐ μὴν ἀφανῶς οὐδ’ αὐταὶ σφύζουσιν αἵ τε τῶν ὤτων ὄπισθεν ἐν τῇ κεφαλῇ καὶ τῶν βραχιόνων ἐντός. καὶ ἤδη τινὲς ἄλλαι, αἳ μὴ πάνυ τῇ πολλῇ σαρκὶ καλύπτονται, ἀλλ’ οὔτε ἑτοιμότερον οὔτε εὐσχημονέστερον οὔτε τῇ χρείᾳ συμφερώτερον ἄλλης ἂν ἅπτοι, τὰς ἐν τοῖς καρποῖς παρείς· αὗται γὰρ ἐπιφανεῖς μάλιστα ὑπάρχουσι τῷ τ’ ἀσάρκῳ τοῦ χωρίου καὶ οὐδὲν δι’ αὐτὰς, γυμνοῦν τοῦ σώματος ἀναγκαῖον, ὥσπερ δι’ ἄλλας πολλὰς, καὶ ὅτι κατ’ εὐθὺ τεταγμέναι εἰσίν· οὐ μικρὸν δὲ τοῦτο εἰς ἀκρίβειαν διαγνώσεως. Ἁπτομένῳ δέ σοι φανεῖται διαστελλομένη κατὰ πᾶσαν διάστασιν ἡ ἀρτηρία. τρεῖς δ’ εἰσὶ διαστάσεις παντὸς τοῦ σώματος, εἰς μῆκος, βάθος καὶ πλάτος. ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον συμμέτρως πάνυ διαστελλομένην εὑρήσεις τὴν ἀρτηρίαν· ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν ἔστιν ὅπη τὸ μὲν ἐλλείπει, τὸ δ’ ὑπερβάλλει, καθ’ ἡντιναοῦν διάστασιν. ἐν τούτῳ χρὴ μεμνημένον σε, οἷος ἦν ὁ κατὰ φύσιν σφυγμὸς, καὶ εἰ μὲν τῷ πλάτει μείζων ὁ παρὰ φύσιν εὑρίσκοιτο, πλατὴν καλεῖν, εἰ δὲ τῷ μήκει, μακρὸν, εἰ δὲ τῶ βάθει, ὑψηλὸν, καὶ τοὺς ἐναντίους αὐτοῖς τοὺς ἐλάττους τοῦ κατὰ φύσιν ὀνομάζειν ἀνάλογον, στενὸν καὶ βραχὺν καὶ ταπεινόν. τῶν δὲ ἐν πάσαις ταῖς διαστάσεσιν ὁμοίως εἰς τὸ παρὰ φύσιν τρεπομένων ὁ μὲν πάντη μειωθεὶς μικρὸς, ὁ δὲ πάντη αὐξηθεὶς μέγας ὀνομάζεται. αὗται μὲν αἱ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν σφυγμῷ διαφοραί.