Τίς οὖν αἰτία τοῦ κατὰ τὰς ἀφροδισίους ὁρμὰς ἐντείνεσθαι τὸ αἰδοῖον; ἢ τίς καὶ κοιμωμένοις, ὅταν ὕπτιοι κατακείμενοι θερμανθῶσι τὴν ὀσφῦν; εὑρεθείσης γὰρ αὐτῆς, ἐλπίς ἐστι καὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν εὑρήσειν ἡμᾶς. ὅτι μὲν γὰρ ἤτοι ἐκ τῶν ἀρτηριῶν ἢ ἐκ τοῦ σηραγγώδους νεύρου, τὴν ἀρχηγὸν αἰτίαν ἢ καὶ συναμφοτέρου μεταβολήν τινα σχόντος ἐκ τῆς ἔμπροσθεν καταστάσεως, ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν πλήρωσιν, ἄντικρυς δῆλον· ἐξ ὁποτέρου δ’ αὐτῶν μᾶλλον ἢ εἰ καὶ ἐξ ἀμφοτέρων, ἐφεξῆς σκοπῶμεν, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενοι. Τὰ μόρια τοῦ σώματος ἡ διαπλάσασά τε καὶ τελειώσασα φύσις εἰργάσατο χωρὶς διδασκαλίας ἐπὶ τὴν οἰκείαν ἐνέργειαν ἔρχεσθαι· καὶ βάσανόν γε τούτου μεγίστην ἐποιησάμην ποτὲ θρέψας ἔριφον,‌∣‌ ἄνευ τοῦ θεάσασθαί ποτε τὴν κυήσασαν. αἶγας γὰρ ἐγκύμονας ἀνατεμὼν ἕνεκα τῶν ἐζητημένων θεωρημάτων τοῖς ἀνατομικοῖς ἀνδράσι περὶ τῆς κατὰ τὸ κυούμενον οἰκονομίας, εὑρών ποτε γενναῖον τὸ ἔμβρυον, ἀπέλυσα μὲν τῆς μήτρας, ὥσπερ εἰώθαμεν· ἁρπάσας δὲ πρὶν θεάσασθαι τὴν κυήσασαν, εἰς οἶκον μέν τινα κομίσας κατέθηκα, πολλὰ μὲν ἔχοντα λεκάνια, τὸ μὲν οἴνου, τὸ δὲ ἐλαίου, τὸ δὲ μέλιτος, τὸ δὲ γάλακτος ἢ ἄλλου τινὸς ὑγροῦ πλῆρες, οὐκ ὀλίγα δ’ ἄλλα τῶν δημητρίων καρπῶν, ὥσπερ γε καὶ τῶν ἀκροδρύων· ἐθεασάμεθα δὲ τὸ ἔμβρυον ἐκεῖνο πρῶτον μὲν βαδίζον τοῖς ποσίν, ὥσπερ ἀκηκοὸς ἕνεκα βαδίσεως ἔχειν τὰ σκέλη· δεύτερον δ’ ἀποσειόμενον τὴν ἐκ τῆς μήτρας ὑγρότητα· καὶ τρίτον ἐπὶ τούτῳ κνησάμενον ἑνὶ τῶν ποδῶν τὴν πλευράν· εἶτ’ ὀσμώμενον εἴδομεν αὐτὸ τῶν κειμένων κατὰ τὸν οἶκον ἑκάστου· ὡς δὲ πάντων ὠσμᾶτο, τοῦ γάλακτος ἀπερρόφησεν, ἐν ᾧ καὶ ἀνεκεκράγαμεν ἅπαντες, ἐναργῶς ὁρῶντες ὅπερ Ἱπποκράτης ἔφη· «φύσιες ζῴων ἀδίδακτοι.» Καὶ τοίνυν καὶ ἀνεθρέψαμεν ἐκεῖνο τὸ ἐρίφιον, εἴδομέν τε προσφερόμενον ὕστερον οὐ τὸ‌∣‌ γάλα μόνον, ἀλλὰ καὶ ἄλλα τινὰ τῶν κειμένων. ὄντος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἐξῃρέθη τῆς μητρὸς ὁ ἔριφος, ἐγγὺς τῆς ἠρινῆς ἰσημερίας, μετὰ δύο που μῆνας εἰσεκομισάμην αὐτῷ μαλακοὺς ἀκρέμονας θάμνων τε καὶ φυτῶν, ὧν πάλιν καὶ αὐτῶν ὀσμησάμενος ἁπάντων ἐνίων μὲν εὐθέως ἀπέστη, τινῶν δὲ ἠξίωσε γεύσασθαι, καὶ γευσάμενος ἐπὶ τὴν ἐδωδὴν ἐτράπετο τῶν καὶ ταῖς μεγάλαις αἰξὶ συνηθῶν ἐδεσμάτων. ἀλλὰ τοῦτο μὲν ἴσως μικρόν, ἐκεῖνο δὲ μέγα· τὰ γὰρ φύλλα καὶ τοὺς μαλακοὺς ἀκρέμονας ἀποφαγὼν κατέπιεν, εἶτ’ ὀλίγον ὕστερον ἐπὶ τὸ μηρυκάζειν ἧκεν, ὃ πάλιν οἱ θεασάμενοι πάντες ἀνεβόησαν, ἐκπλαγέντες ἐπὶ ταῖς φυσικαῖς τῶν ζῴων δυνάμεσι· μέγα μὲν γὰρ ἦν καὶ τὸ πεινῆσαν διά τε τοῦ στόματος καὶ τῶν ὀδόντων προσφέρεσθαι τὴν ἐδωδήν, ἀλλ’ ὅτι τὸ καταποθὲν εἰς τὴν γαστέρα, πρῶτον μὲν ἀναφέρειν εἰς τὸ στόμα προσῆκεν, ἔπειτα λεαίνειν ἐν αὐτῷ μασώμενον ἐν χρόνῳ πολλῷ, καὶ μετὰ ταῦτα καταπίνειν μηκέτι εἰς τὴν αὐτὴν κοιλίαν, ἀλλ’ εἰς ἑτέραν, ἱκανῶς ἡμῖν ἐφαίνετο θαυμάσιον εἶναι. παρορῶσι δ’ οἱ πολλοὶ τὰ τοιαῦτα τῆς φύσεως ἔργα, μόνα τὰ ξένα θεάματα θαυμάζοντες.‌∣ Ἐπεί τοι πῶς οὐ θαυμαστὸν τὸ τοὺς μὲν ἀνατομικωτάτους τῶν ἰατρῶν ζητεῖν, ὑπὸ τίνος μὲν μυὸς ἐκτείνεται τόδε τὸ ἄρθρον, οἷον φέρε τὸ κατ’ ἰσχίον, ὑπὸ τίνος δὲ κάμπτεται, τίνες δ’ εἰσὶν οἱ ἐφ’ ἑκάτερα πρὸς τὸ πλάγιον ἀπάγοντες αὐτό, καὶ τίνες οἱ περιστρέφοντες ἑκατέρωσε. Τὸ δ’ ἐρίφιον ἣν ἂν ἐθελήσῃ κίνησιν ἑκάστης διαρθρώσεως εὐθέως ἐργάζεσθαι, καθάπερ γε καὶ τοὺς ἀνθρώπους αὐτούς, καίτοι γ’ ἀγνοοῦντας ὑπὸ τίνος μυὸς ἑκάστη γίνεται κίνησις; ἐπὶ γοῦν τῆς κατὰ τὴν γλῶτταν κινήσεως, ἵν’ ὡς ἐν παραδείγματι ταύτης μνημονεύσω, πῶς οὐκ ἄν τις θαυμάσειεν τοὺς μὲν ἀνατομικοὺς διαφωνοῦντας ἀλλήλοις εὑρὼν οὐ μόνον περὶ τὸν ἀριθμὸν τῶν μυῶν, ἀλλὰ καὶ περὶ τὰς ἐνεργείας αὐτῶν, τὴν δὲ φύσιν τὰ παιδία δεδιδαχυῖαν, ὅπως μὲν μιμήσηται τήνδε τὴν φωνὴν ἤ τινα τῶν ἄλλων, ὅπως δὲ τὴν γλῶτταν κινήσηται, καὶ διὰ τίνων μυῶν ἐργάσηται τὴν αὐτὴν φωνήν; οὕτω δὲ καὶ περὶ πάσης τῆς ἄλλων φωνῆς τε καὶ ἀναπνοῆς, καὶ συνελόντι φάναι τῶν προαιρετικῶν ἐνεργειῶν θαυμάσειεν ἄν τις τὸ τῶν ὀργάνων αὐτοδίδακτον. οὐ μικρᾶς οὖν οὐδὲ‌∣‌ περὶ τούτων τῶν ἐνεργειῶν διαφωνίας γεγονυίας τοῖς ἀνατομικοῖς ἀνδράσιν, ὅπως τε γίγνονται καὶ δι’ ὧν τινων ὀργάνων, ὅμως ἀναπνεῖ καὶ φωνεῖ πάντα τὰ ζῷα μετὰ τὴν πρώτην γένεσιν εὐθέως.