Οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὰ γεννητικὰ μόρια τὰς ἐνεργείας ὧν χάριν ὑπὸ τῆς φύσεως ἐγένετο γιγνώσκειν εὐθέως ἐξ ἀρχῆς, ἐπεὶ κατὰ τί συλλαβοῦσα μὲν ἡ μήτρα τὸ σπέρμα μέμυκεν ἀκριβῶς ἄχρι τοῦ τελειωθῆναι τὸ ἔμβρυον, ἀνοίγνυσι δὲ ἐπὶ πλεῖστον, αὐτοῦ τελειωθέντος, ἀνοίξασά τε δι’ αὐτὸ τοῦτο τὸ ἔμβρυον ἐκκρίνει; καταφρονεῖται δὲ καὶ ταῦτα τῷ συνεχεῖ τῆς θέας, καὶ παρορᾶται τοῖς πολλοῖς, ὡς τὸ μηδὲν εἰθικόσι θαυμάζειν, οὐ τὰ θαυμαστὰ κατ’ ἀλήθειαν, ἀλλὰ τὰ σπανίως αὐτοῖς ὁρώμενα. τί γὰρ ἂν εἴη τῇ φύσει θαυμασιώτερον τοῦ μησὶν μὲν ὅλοις ἐννέα μεμυκέναι τὸ τῆς μήτρας στόμιον οὕτως ἀκριβῶς, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειωθέντος δὲ τοῦ κυϊσκομένου διάστασιν ἴσχειν τηλικαύτην, ὡς ὅλον τὸ ζῷον ἐξέρχεσθαι δι’ αὐτοῦ; Οὔκουν ἀπιστεῖ τις αὐτοδίδακτον εἶναι καὶ τὴν τῶν αἰδοίων δύναμιν, ὥστε τὸ σηραγγῶδες ἐκεῖνο‌∣‌ σῶμα, τὸ νευρῶδες τὴν ἰδέαν, ὅταν ἐπὶ συνουσίαν ὁρμήσῃ τὸ ζῷον, εὐθέως διΐστασθαι, φυσικὴν ἔχον τὴν διαστέλλουσαν αὐτὸ δύναμιν, ὥσπερ ἡ καρδία τε καὶ ἀρτηρία, πλὴν ὅτι διὰ παντὸς ἐκεῖνα μὲν κινεῖται, διότι καὶ τῆς ἐνεργείας αὐτῶν ἀεὶ χρῄζομεν, οὐ διὰ παντὸς δὲ τὸ σηραγγῶδες νεῦρον, ἀλλ’ ὅταν ἡ χρεία καλῇ· διαστελλομένου δὲ αὐτοῦ, τὸ ἐκ τῶν ἀρτηριῶν ἕπεται πνεῦμα, καθάπερ ὁ πνεύμων τῷ θώρακι, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ. δύναιτο δ’ ἄν τις ἴσως καὶ ταῖς ἀρτηρίαις ἀνατιθέναι τὴν δύναμιν τοῦ πληροῦντος πνεύματος τὸ σηραγγῶδες νεῦρον, ὅταν ὁρμήσῃ τὸ ζῷον ἐπὶ συνουσίαν· ἄμεινον δὲ πολὺ τοῦ νεύρου φάναι τὴν ἐνέργειαν εἶναι ταύτην, οὐ τῶν ἀρτηριῶν, εἴ γε τὰς ἐνεργείας ἐκ τῆς τῶν μορίων οἰκείας οὐσίας, οὐκ ἐκ τῆς θέσεως εὔλογόν ἐστι γίγνεσθαι, καὶ τήν τε καρδίαν, εἰ καὶ κατ’ ἄλλο τι μέρος ἔκειτο, τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ἧπάρ τε καὶ σπλῆνα, καὶ τὰ ἄλλα πάντα. καὶ τὰς ἀρτηρίας οὖν ἐν ἅπαντι μορίῳ τοῦ σώματος εὔλογόν ἐστι τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ὥσπερ καὶ φαίνονται. Καθ’ ἕνα γέ τοι καιρὸν αἱ καθ’ ὅλον τὸ ζῷον ἀρτηρίαι διαστέλλονται παραπλησίως ἀλλήλαις· ὥστ’ οὐκ εἰκός ἐστι,‌∣‌ τὰς εἰς τὸ αἰδοῖον ἐμφυομένας ἄλλην τινὰ δύναμιν ἐπικτᾶσθαι παρὰ τὴν ἐν ὅλῳ τῷ σώματι προϋπάρχουσαν αὐταῖς, ἀλλ’ εὐρύτερα ἔχειν τὰ στόματα τῶν ἄλλων ἀρτηριῶν εὔλογον, εἰς τάχος τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας παρεσκευασμένας, ἀεὶ γὰρ ἡ φύσις φαίνεται τὸ χρήσιμον ἑκάστῃ τῶν ἐνεργειῶν πανταχόθεν ἐκπληροῦσα, δύναμιν δὲ ἐνεργείας ἐξαίρετον οὐδεμίαν ἴσχειν ἑτέραν, ὅταν εἰς τὸ αἰδοῖον ἀφίκωνται· θερμανθείσης μέντοι τῆς ὀσφύος, εὔλογόν ἐστι θερμοτέρας τε γίγνεσθαι τὰς ἀρτηρίας ἀναστομοῦσθαί τε μᾶλλον, ὥστε καὶ κατὰ τοῦτο προχεῖν πνεύματος οὐκ ὀλίγην οὐσίαν εἰς τὸ σηραγγῶδες νεῦρον, ὑφ’ οὗ κατ’ ὀλίγον πληρούμενον ἐντείνεται τὸ αἰδοῖον, ὡς ἂν ὅλης τῆς οὐσίας αὐτοῦ κατὰ τὸ σηραγγῶδες ὑπαρχούσης νεῦρον. Τούτων ἡμῖν ἐγνωσμένων, ἐπὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν ἔλθωμεν. ὅτι μὲν γὰρ ἤτοι κατὰ τὰ στόματα τῶν ἀρτηριῶν εὐρυνόμενα γίγνεται τὸ πάθος ἢ κατὰ τὸ συριγγῶδες νεῦρον ἀτμῶδες πνεῦμα γεννῆσαν, ἐκ τῶν προεγνωσμένων φαίνεται· πότερον δ’ αὐτῶν μᾶλλον ἄν τις αἰτιάσαιτο, ζητητέον. ἐμοὶ δὴ δοκεῖ κατ’ ἀμφότερα μὲν γίγνεσθαι, πλεονάκις δὲ τοῖς τῶν ἀρτηριῶν‌∣‌ στόμασιν εὐρυνομένοις ἕπεσθαι· ῥᾷον γὰρ εὐρυνθῆναι ταῦτα τοῦ πνεῦμα φυσῶδες ἐν τῷ σηραγγώδει νεύρῳ γεννηθῆναι. Καί μοι δοκῶ τὴν μὲν κατὰ τὸ νεῦρον διάθεσιν ἅπαξ ἑωρακέναι, τὴν δὲ τῶν ἀρτηριῶν πολλάκις· ἐτεκμηράμην δὲ τοῦτο τοῖς προηγησαμένοις συμπτώμασι καὶ τῷ τρόπῳ τῆς θεραπείας. ᾧ μὲν γὰρ οἱ παλμοὶ τοῦ αἰδοίου συνεχεῖς προηγοῦντο, πνεῦμα φυσῶδες ἦν αἴτιον, καὶ πρὸς τοῦτο τὴν θεραπείαν ἅπασαν ἁρμοσάμενος ἰασάμην τὸν ἄνθρωπον· οἷς δὲ τὰ στόματα τῶν ἀρτηριῶν ηὐρύνθη, τοιοῦτον μὲν οὐδὲν προηγεῖτο σύμπτωμα, συμβεβήκει δὲ τῷ μέν τινι πολλῷ χρόνῳ παρὰ τὸ ἔθος ἀφροδισίων ἀπέχεσθαι, τῷ δὲ κακοχύμων ἐδεσμάτων καὶ δριμέων ἐδωδῇ κεχρῆσθαι, τῷ δέ τινι ζώνῃ καθ’ ὁδοιπορίαν δυοῖν μηνῶν, ἀήθει ζώνης ὄντι. τὴν οὖν ἀναστόμωσιν τῶν ἀρτηριῶν ἐτεκμηράμεθα τοῖς μὲν διὰ τὴν ἐκ τῆς κακοχυμίας δριμύτητα γεγονέναι, τοῖς δὲ διὰ πνεύματος φυσώδους γένεσιν ἀτάκτως τε καὶ βιαίως κινουμένου.