Τούτου γὰρ ἐγνωσμένου καὶ σαφῶς ὁρωμένων ἐκείνων τῶν ζῴων ψυχρῶν, ἀποδεδειγμένου δὲ καὶ τοῦ τὴν μεγίστην χρείαν τῆς ἀναπνοῆς εἶναι σωτηρίαν τῆς ἐμφύτου θερμασίας, δι’ ἐμψύξεώς τε καὶ ῥιπίσεως γιγνομένην, οὐδὲν ἔτι δύσκολόν ἐστιν ἐπιλογίσασθαι, τὴν ὑπολειπομένην αὐτοῖς ὀλίγην θερμασίαν φυλάττεσθαι διὰ τοῦ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας ἔργου, καλουμένου δ’ ὑπό τινων ἰατρῶν διαπνοῆς, ὥσπερ τοῦ διὰ θώρακός τε καὶ πνεύμονος ἀναπνοῆς. Ἐγχωρεῖ τοίνυν ἐπὶ τῆς ὑστερικῆς ἀπνοίας, ἐπειδὴ κατέψυκται τὸ πᾶν σῶμα, φαίνεται γὰρ ἐναργῶς τοῦτο, τὴν μὲν διὰ τοῦ στόματος ἀναπνοὴν μηδόλως γίγνεσθαι, τὴν δὲ διὰ τῶν ἀρτηριῶν γίγνεσθαι· δυνατὸν δὲ καὶ γιγνομένην αὐτὴν ἐλαχίστην λανθάνειν τὴν αἴσθησιν. ἐφεξῆς γοῦν ἡμᾶς διαδέξεται ζήτημα πρὸς τὸ μηδὲν ἔτι τῶν‌∣‌ κατὰ τοῦτο τὸ πάθος ἀπορεῖν, ὑπὸ τίνος αἰτίας ψύχεται τὸ σῶμα. τάχα δ’ ἂν εὑρεθείη καὶ τοῦτο τὰς προηγουμένας αἰτίας ἐπισκεψαμένων ἡμῶν οὔσας τοιαύτας. ὡμολόγηται τὸ πάθος τοῦτο γίγνεσθαι ταῖς χηρευούσαις ἐπὶ πολύ, καὶ μάλισθ’ ὅταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρόμεναί τε καλῶς καὶ κυϊσκόμεναι, καὶ ταῖς πρὸς τοὺς ἄνδρας συνουσίαις χρώμεναι, στερηθῶσιν ἁπάντων αὐτῶν. Τί ἂν οὖν τις ἐκ τούτων ἔχοι συλλογίσασθαι πιθανώτερον τοῦ διὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων ἢ τοῦ σπέρματος ἐπιγίγνεσθαι ταῖς γυναιξὶ ταύτας τὰς ὑστερικὰς ὀνομαζομένας διαθέσεις, εἴτ’ ἄπνοιαί τινες, εἴτε πνίγες, εἴτε καὶ συνολκαί τινες τύχοιεν οὖσαι; καὶ μᾶλλον ἴσως διὰ τὴν τοῦ σπέρματος, ἐπειδὴ τοῦτο μεγάλην τε δύναμιν ἔχει καὶ ταῖς γυναιξὶν ὑγρότερόν τε καὶ ψυχρότερόν ἐστιν, ἀποκρίνεσθαί τε δεῖται ταῖς φύσει πολυσπέρμοις, ὥσπερ καὶ τοῖς ἄρρεσι. Καὶ γὰρ καὶ τούτων ἔγνωμεν οὐκ ὀλίγην διαφοράν, ἐνίων μὲν εὐθέως ἀπὸ νεότητος ἐπὶ ταῖς συνουσίαις ἀσθενῶν γιγνομένων, τινῶν δ’, εἰ μὴ συνεχῶς χρῷντο, βαρυνομένων τε τὴν κεφαλήν,‌∣‌ ἀσωδῶν τε καὶ πυρετωδῶν γιγνομένων, καὶ χεῖρον ὀρεγομένων καὶ ἧττον πεττόντων· ὧν τὸ σῶμα δένδροις ὁ Πλάτων εἴκαζε πολυκαρποτέροις τοῦ συμμέτρου. Τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτ’ ἐγκρατεῖς ἀφροδισίων χρήσεως ὑπ’ ἀσκήσεως γενομένους, ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας· ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας, ὁμοίως τοῖς μελαγχολικοῖς, ὀρεχθῆναί τε καὶ πέψαι χείρους. ἕνα δέ τινα διὰ πένθος τῆς γυναικὸς ἀποσχόμενον ἀφροδισίων, οἷς ἔμπροσθεν ἐχρῆτο συνεχῶς, ἀνόρεκτόν τε ἅμα καὶ εἰ προσενέγκοιτο βραχύ τι, μηδὲ τοῦτο πέττειν δυνάμενον· εἰ δὲ καὶ βραχὺ πλείω ποτὲ λάβοι βιασάμενος ἑαυτόν, εὐθέως ἐμοῦντα δηλονότι, καὶ δυσθυμούμενον οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ χωρὶς αἰτίας φανερᾶς ὁμοίως τοῖς μελαγχολικοῖς· ᾧ πάντ’ ἐπαύσατο τάχιστα τὸ ἐξ ἀρχῆς ἔθος ἀναλαβόντι.