Καὶ χωρὶς δὲ τοῦ πεπονθέναι τὰς μήτρας ὁ καλούμενος ῥοῦς γυναικεῖος ἔστιν ὅτε συμβαίνει ταῖς γυναιξίν, ὅλου τοῦ σώματος ἐκκαθαιρομένου τε καὶ κενουμένου δι’ αὐτῆς, ὥσπερ ἐνίοτε καὶ διὰ νεφρῶν ἐκκενοῦται· καὶ γίγνεται τοῦτο μάλιστα ταῖς ἁπαλοσάρκοις τε καὶ φλεγματώδεσιν, ἃς καὶ χωρὶς τοῦ ψαῦσαι τῆς μήτρας ἰασάμεθα διὰ τῶν τοῦ παντὸς σώματος βοηθημάτων. ἔστι δὲ τὸ κενούμενον ἐνίοτε μὲν ἐρυθρὸς ἰχώρ, ἔστιν ὅτε δ’ ὑδατώδης ἢ ὕπωχρος· εἰ δ’ αἷμα καθαρὸν ὡς ἐν φλεβοτομίᾳ φαίνοιτο, προσέχειν ἀκριβῶς, μή τις ἀνάβρωσις γέγονεν ἐν τῇ μήτρᾳ· συμβαίνει δ’ ὡς τὸ πολὺ κατὰ τὸν αὐχένα μᾶλλον ἢ ἀλλαχόθι τὰς ἀναβρώσεις αὐταῖς γίγνεσθαι. διαγιγνώσκονται δὲ τοῖς φερομένοις ἰχῶρσιν αἱ βυθιώτεραι, κατὰ δὲ τὸ στόμιον τοῦ αὐχένος οὐ τούτοις μόνον, ἀλλὰ καὶ διὰ τῆς ἁφῆς. ἐκκρίνεται δ’ αἷμα καὶ τῶν κυουσῶν ἐνίαις, ἀναστομουμένων τῶν κατὰ τὸν αὐχένα φλεβῶν. Εἰ δὲ κυούσης γυναικὸς ἐξαίφνης ἰσχνοὶ γενηθεῖεν οἱ τιτθοί, προσδόκα‌∣‌ ταύτην ἐκτρώσειν· δίδυμα δὲ κυούσης ὁ ἕτερος τιτθὸς ἰσχνὸς γενόμενος ἐκτρωθήσεσθαι σημαίνει τὸ ἕτερον τῶν ἐμβρύων· καὶ τοὐπίπαν τὸ μὲν ἄρρεν ὁ δεξιός, τὸ δὲ θῆλυ ὁ ἕτερος, ἐπειδὴ τὰ μὲν ἄρρενα τοὐπίπαν ἐν τοῖς δεξιοῖς μέρεσι τῶν μητρῶν κυΐσκεται, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς, καὶ σπάνιόν ἐστι τὸ ἐναντίον, ὡς κἀπὶ τῶν ἄλλων φαίνεται ζῴων, οἷς ἡ φύσις ἐστὶ διδυμοτόκος· αἶγές τε γὰρ πολλαὶ καὶ πρόβατα τοιαῦτα καὶ τῶν ἄλλων τετραπόδων ζῴων οὐκ ὀλίγα. Εἰ δὲ κυΐσκοιτο μὲν ἑτοίμως ἡ γυνή, δίμηνον δὲ καὶ τρίμηνον ἢ τετράμηνον ἐκβάλλῃ τὸ κύημα, περὶ τὰς κοτυληδόνας αὐτῇ τῶν μητρῶν ὑγρότης φλεγματώδης ἀθροίζεται, δι’ ἣν ἡ τῶν γενομένων ἐν τῷ χωρίῳ φλεβῶν τε καὶ ἀρτηριῶν σύμφυσις τοῖς στόμασι τῶν καθηκόντων εἰς τὴν μήτραν ἀγγείων ἄτονός ἐστιν, ὡς μὴ φέρειν τὸ τοῦ κυουμένου βάρος, ἀλλ’ ἀπορρήγνυσθαι ῥᾳδίως. 6. Ὥσπερ ὀλίγα τῶν διὰ τῆς ἕδρας ἐκκρινομένων σημεῖα τῶν πλησίων αὐτῆς ἐστι τόπων πεπονθότων, τὰ πλεῖστα δ’ αὐτῶν τῶν ἐντέρων καὶ τῆς γαστρὸς καὶ τοῦ‌∣‌ σπληνὸς καὶ τοῦ ἥπατος, οὐκ ὀλιγάκις δὲ καὶ τῶν ἐν ὅλῳ τῷ σώματί ἐστι χυμῶν γνωρίσματα, κατὰ τὸν αὐτὸν τρόπον ὀλίγα τῶν κατὰ τὸ αἰδοῖον ἐκκρινομένων ἴδιον αὐτοῦ πάθος ἐνδείκνυται, τὰ πολλὰ δὲ κύστεως καὶ νεφρῶν, ἥπατός τε καὶ σπληνός, καὶ πνεύμονος καὶ θώρακος, καὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως τῶν χυμῶν ἐστι σημεῖα· διορίζεται δὲ τοῖς ἄλλοις, ἃ συνεδρεύειν εἴπομεν ἑκάστῳ μορίῳ πάσχοντι. Τό γε μὴν αἰδοῖον αὐτὸ πεπονθέναι γνωρίσεις ἐκ τῶνδε. τῆς μὲν ἑλκώσεως αὐτοῦ γνώρισμα σαφὲς ἡ ὀδύνη κατ’ αὐτὸ γενομένη, μετὰ τοῦ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί τι τῶν συνεδρευόντων τῷ ἕλκει. καὶ διακρίνεταί γε ταῦτα τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτὰ κατὰ τὴν πρώτην ἔξοδον ἐπιφαίνεσθαι, τὰ δ’ ἐκ τῆς κύστεως ἀναμεμίχθαι τοῖς οὔροις· ἀλλὰ καὶ δάκνεται κατὰ τὰς οὐρήσεις συνεχῶς τὰ ἐν τοῖς αἰδοίοις ἕλκη, καὶ μᾶλλον ὅταν ἀπολυθείσης ἐφελκίδος ἢ ῥύπου, καθαρὰ γένηται· πολὺ δὲ μᾶλλον αἵ τε φλεγμοναὶ καὶ τἆλλα τὰ τοιαῦτα χωρὶς σημείου διαγιγνώσκεται. περὶ δὲ γονορροίας τε καὶ πριαπισμοῦ διελθεῖν ἐπὶ πλέον ἄμεινον.