Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων μυῶν ὅπερ ἡ παράλυσις ἀκουσίως, τοῦθ’ ἡ προαίρεσις ἡμῶν ἑκουσίως ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τούτων ἐνεργοῦντες παυόμεθα, βουληθέντες ἐκκρῖναι κόπρον ἢ οὖρον. ὥσπερ δ’ ἔνιοι προαιρετικὸν ἔργον ὅλον ᾠήθησαν εἶναι τὸ περὶ τὴν τῶν οὔρων τε καὶ τῆς τροφῆς περιττωμάτων ἀπόκρισιν, οὐκ ὀρθῶς γιγνώσκοντες, οὕτως ἔνιοι πάλιν ἐξ ὑπεναντίου τοῖσδε σύμπαν αὐτὸ φυσικὸν ἔργον εἶναι νομίζοντες‌∣‌ οὐκ ἀληθεύουσιν. ὅλον μὲν γὰρ φυσικόν ἐστιν ἔργον ἡ ἐκ τῆς γαστρὸς εἰς τὴν νῆστιν ἔκθλιψις τῆς τροφῆς, ὅλον δ’ αὖ προαιρετικὸν ἔκτασις καὶ κάμψις ἑκατέρων τε τῶν κώλων ἑκάστου τε τῶν δακτύλων. Γίγνεται γὰρ ἡ μὲν ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν φορά, καθάπερ γε καὶ ἡ δι’ ἐκείνης εἰς τὸ λεπτὸν ἔντερον, ὑπὸ φυσικῆς δυνάμεως μόνης· ἡ δ’ ἀποπάτησίς τε καὶ οὔρησις ἀμφοτέρων τῶν ὀργάνων ἅμα ταῖς οἰκείαις δυνάμεσιν ἐνεργούντων ἐπιτελεῖται· κατὰ μὲν τὸ ἀπευθυσμένον καὶ τὴν κύστιν ὑπὸ τῶν φυσικῶν, κατὰ δὲ τοὺς μῦς ὑπὸ τῶν ψυχικῶν τε καὶ προαιρετικῶν ὀνομαζομένων. Οἱ μὲν γὰρ σφίγγοντες τὰς ἐκροὰς μύες οὐκέτ’ ἐνεργοῦσιν, οἱ δὲ καθ’ ὑπογάστριον ἐνεργοῦσιν, καὶ μάλιστ’ αὐτῶν οἱ μέσοι· συνεπιλαμβάνουσι δ’ ἔστιν ὅτε τοῖς μυσὶ τούτοις ἔνιοι τῶν δυσκόλως ἀποπατούντων, καὶ τὴν διὰ τῶν χειρῶν θλίψιν, καθάπερ γε κἀπὶ τῆς δυσχεροῦς οὐρήσεως καὶ τελέας ἐπισχέσεως εἰώθασι ποιεῖν. ὅταν μὲν οὖν τὰ νεῦρα πάθῃ, δι’ ὧν ἡ ψυχικὴ δύναμις ἐπὶ τοὺς εἰρημένους ἀφικνεῖται μῦς ἢ καὶ τὸν νωτιαῖον αὐτὸν βλαβῆναι συμβῇ, παραλυθέντων τῆς ἐνεργείας τῶν μυῶν, ἀκούσιος ἔκκρισις οὔρου‌∣‌ τε καὶ κόπρου γίγνεται· ὅταν δ’ αὐτὸ τῆς κύστεως τὸ σῶμα τοιοῦτο πάθῃ πάθος, ὡς ἀδυνατεῖν ἐκθλίβειν τὸ περιεχόμενον ἐν αὐτῇ, κατέχεται τούτοις τὸ οὖρον, καὶ καλεῖται τὸ σύμπτωμα αὐτῆς ἰσχουρία. συμβαίνει δὲ καὶ διὰ δυσαισθησίαν αὐτῆς γίγνεσθαί ποτ’ ἐπίσχεσιν οὔρων, ἄνευ τοῦ πεπονθέναι τὴν ἐκκριτικὴν δύναμιν, ἐὰν τὰ μὲν τῆς κύστεως ἴδια νεῦρα πάθῃ, τὰ δὲ τοῦ σφίγγοντος αὐτῆς τὸν αὐχένα μυὸς ἐνεργῇ, διασῴζοντα τὴν ἑαυτῶν δύναμιν· ὡς ἐάν γε παραλυθῇ, σημεῖον ἴδιον τῆς παραλύσεως τούτου τοῦ μυός ἐστιν ἡ τῶν οὔρων ἀκούσιος ἔκκρισις. Ὅταν δὲ τοῦτο γένηται τὸ πάθος, ὅ τε πόρος αὐτῆς φραχθῇ, χαλεπόν ἐστι διαγνῶναι τὰς διαθέσεις ἀμφοτέρας. οὐ μόνον δὲ εἰς τὴν τούτων, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων τῶν κατὰ τὴν κύστιν ἀκριβῆ διάγνωσιν ἀναγκαιότατόν ἐστι προεπίστασθαι τὰ προκατάρχοντα τῶν ἔξωθεν αἰτίων, ἃ καλοῦσιν ἰδίως οἱ ἰατροὶ προκαταρκτικά· πολὺ δὲ μᾶλλον αὐτῶν τὰ προηγούμενα κατ’ αὐτὸ τὸ σῶμα τοῦ ζῴου παθήματα. Λορδωθείσης γοῦν ποτε τῆς ῥάχεως ἐπὶ καταπτώσει, συνέβη τῶν οὔρων ἐπίσχεσις,‌∣‌ εἰωθυῖα οὕτω γίγνεσθαι, καθάπερ εἴρηται καὶ ὑφ’ Ἱπποκράτους· ἐπεσχέθη δ’ οὐκ εὐθέως, ἀλλὰ περὶ τὴν τρίτην ἡμέραν, ὑπὸ τῆς τῶν ἔσω μεταστάντων σπονδύλων θλίψεως, φλεγμηνάσης τῆς κύστεως· ἤλγει γοῦν κατὰ τὸ χωρίον αὐτῆς, καὶ χωρὶς μὲν τοῦ ψαύειν, ἀλλὰ πολὺ μᾶλλον ἐπερειδόντων τὰς χεῖρας· ἐθεραπεύσαμεν δ’ αὐτὸν ὡς πρὸς φλεγμονὴν ἱστάμενοι. μεταστάντων δ’ ὀπίσω τῶν σπονδύλων ἐφ’ ἑτέρου, τὸ οὖρον ἀκουσίως ἐξεκρίνετο χωρὶς ὀδύνης τῆς κύστεως· ἐφ’ οὗ τὸ νεῦρον τοῦ κλείοντος τὴν κύστιν μυὸς ἐτεκμηράμεθα πεπονθέναι, καὶ διὰ τοῦτο τὴν θεραπείαν τῷ νωτιαίῳ προσήγομεν.