Ὅτι δ’ οὐκ ἔστιν αὐτάρκη τὰ κατὰ τὸν ἐνεστῶτα χρόνον συμπτώματα διδάξαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ πολλάκις ἐκ τῶν προγεγονότων ὁ διορισμὸς γίγνεται, τῶν προεωραμένων ὑμῖν ἀναμιμνῃσκόμενοι γνώσεσθε· πύον γοῦν οὐρησάντων‌∣‌ πολλῶν πολλάκις, ἡ τῶν προγεγονότων συμπτωμάτων μνήμη τὸν πεπονθότα τόπον ἐνεδείξατο, τήν τ’ ἐν αὐτῷ διάθεσιν ἐδήλωσεν. Ὁ μὲν γάρ τις ἠλγήκει πρότερον τὰ κατὰ τὸ χωρίον τῶν νεφρῶν πολλάκις, ἄτακτοί τε φρῖκαι ποτὲ καὶ ῥίγη σμικρὰ σὺν πυρετοῖς ἐγεγόνει· τῷ δὲ κατὰ τὴν τῆς κύστεως θέσιν, ἅμα ταῖς τε φρίκαις καὶ τοῖς πυρετοῖς ἀλγήματα προεγεγόνει· τισὶ δὲ κατὰ διάφραγμα καὶ θώρακα, καθάπερ ἑτέροις κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ἐφ’ ὧν ἁπάντων ἐτεκμηράμεθα, κατὰ τὸν ἀλγήσαντα τόπον ἀποστήματος προγενομένου, διὰ νεφρῶν ἐκκαθαρθῆναι τὸ πύον. συνενδείκνυται δὲ τοῖς εἰρημένοις καὶ τὸ ποσὸν τοῦ πύου καὶ τὸ μεμίχθαι τοῖς οὔροις αὐτὸ πᾶν, ὥσπερ ἀνατεταραγμένον ἢ μήπω τοῦτο γεγονέναι, καθάπερ ἐπὶ τῶν ἐντέρων εἴρηται πρόσθεν. Ὡς γὰρ ἐν ἐκείνοις, ἐὰν μὲν ἐκ τῶν ὑψηλοτέρων ἐντέρων ᾖ τὰ φερόμενα, μέμικται τοῖς τῆς τροφῆς περιττώμασιν ὁμοίως τοῖς ἀναπεφυραμένοις, ἐὰν δ’ ἐκ τῶν κατωτέρω, καθ’ ἕν τι μέρος αὐτῶν συνεκκρίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἤτοι τεθόλωται τὸ οὖρον ἅπαν ὑπὸ τῶν συνεκκρινομένων αὐτῷ‌∣‌ πυωδῶν ἢ κατά τινα μόρια διεσπασμένον ἀνωμάλως ἐμφέρεται, πολλάκις δὲ καὶ μόνον αὐτὸ τὸ πύον ἐκκρίνεται χωρὶς οὔρου. τοῦτο μὲν οὖν ἐναργῶς ἐνδείκνυται κατὰ τὴν κύστιν αὐτὴν γεγονέναι τὴν ἐκπύησιν· τὸ δ’ ἀναμεμιγμένον ἀκριβῶς, ἄνωθέν ποθεν ἥκειν· τὸ δὲ μέσην τούτων κατάστασιν ἔχον, ἀπὸ τῶν νεφρῶν. Ὁμοίως δὲ κἂν μετὰ τὸ συρραγῆναι τὸ ἀπόστημα φαίνηταί τι γνώρισμα τῆς ἑλκώσεως ἅμα τῇ τοῦ πεπονθότος τόπου διαγνώσει, καὶ τοῦτο ποτὲ μὲν ἀναμεμιγμένον ἀκριβῶς φαίνεται, ποτὲ δὲ μετρίως ἢ μηδεμίαν ἐσχηκὸς μίξιν ἢ ἐποχούμενόν πως ἢ μόνον διεξερχόμενον· τοῦ μὲν ἕλκους γνώρισμά ἐστιν ἴδιον ἡ ἐφελκὶς ὀνομαζομένη, τοῦ πεπονθότος δὲ μέρους ἡ κατὰ τὴν οὐσίαν ἰδιότης· πεταλώδη μὲν γάρ ἐστι τὰ τῆς κύστεως ἀπορρυπτόμενα μόρια, σαρκοειδῆ δὲ τὰ τῶν νεφρῶν. οὕτως δὲ κἂν τῶν ἀνωτέρω τι πεπόνθῃ, τὰ συνεκκρινόμενα τοῖς οὔροις ἐπισκέπτεσθαι χρή, παραβάλλοντας αὐτὰ τῇ τῶν ὑπονοουμένων οὐσίᾳ. δι’ οὔρων μὲν οὖν ἐκκαθαίρεται τά τε κυρτὰ μέρη τοῦ ἥπατος ὅσα τε ἀνωτέρω τοῦδε τέτακται μόρια‌∣‌ σύμπαντα· δι’ ἕδρας δὲ τά τε σιμὰ τοῦ ἥπατος ἔντερά τε καὶ γαστὴρ καὶ σπλήν. Ἔξωθεν δὲ τούτων ἐστὶν ὅσα σπανίως γίγνεται, οἷον διὰ γαστρὸς ἐκκαθαρθέντων τῶν κατὰ θώρακα καὶ πνεύμονα, καὶ δι’ οὔρων ἐνίοτε τῶν κάτω τοῦ διαφράγματος, ὧν ἀγνοοῦντες ἔνιοι τὰς αἰτίας, εἶτ’ οὐχ ἑωρακότες ἐπ’ ἀρρώστων αὐτὰ γιγνόμενα, τοῖς ἑωρακόσιν ἀπιστοῦσιν· ἀλλ’ ἡμεῖς γε καὶ πνεύμονος ἀπόστημα δι’ οὔρων ἐκκαθαρθὲν ἐθεασάμεθα, καὶ θώρακος διά τε τῶν ἐντέρων καὶ τῆς ἕδρας. ἡ μὲν οὖν ἐκ τοῦ πνεύμονος εἰς τοὺς νεφροὺς φορὰ τὴν ἀρχὴν οὐδ’ ἀπορίαν ἔχει κατά γε τὴν ἀλήθειαν. ὥσπερ γὰρ ἀπὸ τῆς κοίλης φλεβὸς ἀποφύσεις εἰς τοὺς νεφροὺς ἐμβάλλουσιν, οὕτω καὶ τῆς μεγάλης ἀρτηρίας.