Ἐπ’ ἄλλου δ’ ὁμοίως πεπονθότος ἐπίσχεσις οὔρων ἐγένετο, δυσαισθησίας μὲν ἐπὶ τῇ τῶν νεύρων πείσει καταλαβούσης τὴν κύστιν, ἐν δὲ τοῖς ὕπνοις οὐκ αἰσθανομένου τοῦ ἀνθρώπου πεπληρωμένης τῆς κύστεως, εἶθ’ ὑπερδιαταθείσης αὐτῆς, μηκέτ’ ἀποκρίνοντος. Συμβαίνει γάρ ποτε καὶ τοῦτο τῆς ἰσχουρίας αἴτιον γενέσθαι καθάπερ γε καὶ ἄλλοις ὑγιαίνουσιν ἤτοι διὰ περίστασίν τινα πραγμάτων ἢ ἐν ἐκκλησίαις ἢ βουλαῖς ἢ ἐν δικαστηρίοις ἢ καὶ δειπνοῦσι παρά τινι, κατασχοῦσιν ἐπὶ πλέον τὸ οὖρον, ὑπερδιαταθείσης τῆς κύστεως,‌∣‌ ἰσχουρίαν ἀκολουθῆσαι, παθούσης τῆς περισταλτικῆς αὐτῆς δυνάμεως ὑπὸ τῆς ἀμέτρου τάσεως. Ἑτέρου δὲ ἐπὶ καταπτώσει τῆς ῥάχεως ἀπαθοῦς διαμενούσης ἐν μὲν τῷ παραχρῆμα συνέβη συχνὴν οὔρησιν αἵματος γενέσθαι, μετὰ δὲ ταῦτα τελείαν ἰσχουρίαν· ἐφ’ οὗ τεθρομβῶσθαί τι τοῦ αἵματος ἐτεκμηράμεθα, καὶ διὰ τοῦτο καθετῆρι χρησαμένων ἡμῶν, ὀλίγον μὲν οὔρησεν, ἐξαιρεθέντος δὲ τοῦ καθετῆρος, ἐφάνη κατὰ τὸ στόμιον αὐτοῦ γνώρισμα τῆς θρομβώσεως. Ἐπ’ ἄλλων δὲ χρονίων ἀλγημάτων, ἅμα σημείοις ἀποστημάτων γενομένων, ἐπὶ τῷ λῆξαι ταῦτα συνεξουρήθη τι πυῶδες λεπτόν, ἐπηκολούθησεν δ’ ἐπίσχεσις οὔρων, ὡς τεκμήρασθαι παχὺ πύον ἐμφράξαι τὸν πόρον. Ἐπὶ δὲ τῶν παιδίων λιθιώντων κατὰ κύστιν ἐθεασάμεθα πολλάκις ἰσχουρίαν γενομένην, ἐφ’ ᾗ σχηματίσαντες ἀνάρροπον τὸ σῶμα μετὰ κατασείσεως, ἀποκυλισθῆναι τὸν λίθον τοῦ πόρου ἐποιήσαμεν. ἑωρακότας δὲ καὶ τοῦθ’ ὑμᾶς, ὃ μέλλω λέγειν, ἀξιῶ μεμνῆσθαι διὰ παντός· ἐπὶ ταῖς καλουμέναις θρομβώσεσιν, οὐ μόνον ταῖς κατὰ κύστιν, ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον εἰ κατ’ ἔντερά τε καὶ‌∣‌ γαστέρα καὶ θώρακα γένοιντο, συμβαίνει λειποψυχεῖν τε καὶ ὠχριᾶν, καὶ μικροὺς καὶ ἀμυδροὺς καὶ πυκνοὺς ἴσχειν τοὺς σφυγμούς, ἀλύειν τε καὶ διαλύεσθαι. ταὐτὸ δὲ τοῦτο κἀπὶ τοῖς κατὰ τοὺς μῦς μεγάλοις τραύμασιν ἐπιγίγνεται πολλάκις· ὡς θαυμάσαι τὴν αἰτίαν τινὰ τοῦ συμβαίνοντος, εἰ τὸ πάντων οἰκειότατον ἡμῖν αἷμα τηλικούτων κακῶν ἐστι γεννητικὸν ἐκχυθὲν τῶν οἰκείων ἀγγείων· ἀκολουθοῦσι γὰρ αὐτῷ καὶ σηπεδόνες τῶν μορίων καὶ νεκρώσεις. εἶδον δὲ καὶ κατὰ κύστιν ἐνθρομβωθεῖσαν ἀκολουθήσαντα τὰ αὐτὰ συμπτώματα· προηγεῖτο γὰρ αἵματος οὔρησις αὐτῷ δαψιλοῦς, καὶ ἐκ τούτου συνετεκμηράμην τὴν θρόμβωσιν, ἔδωκά τε φάρμακον πιεῖν λίθου θρυπτικὸν δι’ ὀξυμέλιτος, αὐτό τε τὸ ποτὸν ὀξύμελι προσεφέρομεν· ἀλλὰ καὶ ταῦτά μου ποιοῦντος, οἱ μὲν ἄλλοι διεφθάρησαν, εἷς δέ τις ἐσώθη, διαλυθέντων αὐτῷ τῶν θρόμβων, εἶτα κατ’ ὀλίγον οὐρηθέντων.