Δέδεικται γὰρ ἐν τοῖς Τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν οὐ μόνον τὸ πόμα πανταχόσε τοῦ σώματος, ἀλλὰ καὶ ἡ τροφὴ κατὰ τὴν τῆς ὁλκῆς μετάληψιν φέρεσθαι.‌∣‌ κατὰ μὲν οὖν τὸ τάχος τῆς διεξόδου παραπλήσιόν ἐστι τὸ πάθος τοῦτο τῇ λειεντερίᾳ, καὶ μέν τοι καὶ καθ’ ὅσον ἡ κατὰ τοὺς νεφροὺς διάθεσις ἡ αὐτὴ τῇ κατὰ τὴν κοιλίαν ἐστί· καθ’ ὅσον δὲ τὸ πρὸ τῶν νεφρῶν ἔργον ἅπαν τῆς φορᾶς ἐνεργειῶν ἐστι φυσικῶν διαδοχή, τῆς ἑλκτικῆς δυνάμεως ἐνεργούσης, κατὰ τοσοῦτον διαφέρουσιν ἀλλήλων· καίτοι κἀν ταύταις ἕν τι παραπλήσιόν ἐστιν, ἡ ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς ὁλκὴ τῇ πρώτῃ καταπόσει τῶν εἰς τὴν γαστέρα φερομένων ἐκ τοῦ στόματος, ἀλλ’ αἱ πρὸ ταύτης ἐνέργειαι ταῖς εἰς οὖρα διαρροίαις εἰσὶν ἴδιαι. ὅτι δ’ οὐκ ὀρθῶς ἔνιοι τῆς γαστρὸς εἶναι νομίζουσι τὸ τοῦ διαβήτου πάθος ὁμοίως ταῖς κυνώδεσι ὀρέξεσιν, ἔνεστι μαθεῖν ἐκ τῶν ἐπὶ δίψει σφοδρῷ πιμπλαμένων μὲν τὴν γαστέρα, διαμένον δ’ ἐχόντων ἐπὶ πλεῖστον ἐν αὐτῇ τὸ ποθέν. Τέτταρα γὰρ ταῦτα συμπτώματα διαδέχεται τὴν ἐν τῷ σφοδρῷ δίψει πόσιν· ἓν μὲν καὶ πρῶτον ἔμετος· δεύτερον δ’ ἡ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις ταχεῖα, κατὰ τὰς διαρροίας τε καὶ λειεντερίας· ἄλλο δὲ τρίτον ἡ ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μονή· καὶ τέταρτον αὐτῶν αὐτὸ δὴ‌∣‌ τοῦτο περὶ οὗ νῦν ὁ λόγος ἐστίν, εἴτε διαβήτην αὐτό τις, εἴτε δίψακον, εἴτε διάρροιαν εἰς οὖρα βούλοιτο καλεῖν. οὐ γὰρ ὅπως ὄνομα πρέπον αὐτῷ θώμεθα, ζητοῦμεν, ἀλλ’ ἵν’ εἰς τὴν θεραπείαν εὕρωμεν ἀφορμὰς ἔκ τε τοῦ πεπονθότος τόπου καὶ τῆς ἐν αὐτῷ διαθέσεως. Ἕτερον δ’ ἀκριβῶς ὅμοιον τῷ διαβήτῃ τούτῳ γίγνεται πάθος, ἐπὶ σιτίων πλήθει, μήτ’ ἀπεπτουμένων, μήθ’ ὑποχωρούντων, μήτε πληθώραν ἐργαζομένων μήτ’ εὐτροφίαν, ἀλλὰ δῆλον ὅτι διαφορουμένων ταχέως· οὔτε δ’ οὕτω σπάνιόν ἐστιν, ὡς ὁ δίψακος, οὔθ’ οὕτως ἀνίατον, ἐπειδὴ πρὸ τοῦ μέγιστον γενέσθαι γνωριζόμενον οὐ χαλεπῶς θεραπεύεται. ὅταν μὲν γὰρ ἄχρι τοῦ διπλασίου τῶν εἰθισμένων ἐσθίοντός τινος ἀτροφῇ τὸ σῶμα χωρὶς διαρροίας, παρορᾶται τὸ πάθος οὐ μόνον τοῖς ἰδιώταις, ἀλλὰ καὶ τοῖς ἰατροῖς· ὅταν δ’ ἐπὶ τριπλασίοις τοῦτο συμβαίνῃ, βοηθεῖται πρὶν ἐπὶ τὸ τετραπλάσιον ἢ πενταπλάσιον ἀφικέσθαι· τοῦτο δ’ αὖ πάλιν τὸ πάθος εὔλογον ἀπὸ ταχείας διαφορήσεως ἄρχεσθαι, σωζόντων ἁπάντων τῶν μορίων τὴν ἑλκτικὴν δύναμιν ἅμα τῇ συνεζευγμένῃ μὲν αὐτῇ, καλουμένῃ δ’ ἰδίως ὀρεκτικῇ.‌∣‌ Τοῦ μέντοι σφοδροῦ δίψους ἄνευ τοῦ διαβήτου ἡ γαστήρ ἐστιν αἰτία, πάσχουσα δυσκρασίαν θερμὴν ἢ ξηράν ἢ ἀμφοτέρας ἅμα, καὶ μάλιστ’ αὐτῆς τὸ στόμα· δεύτερον δ’ ἐπὶ τῇ γαστρὶ τὸ ἧπαρ, καὶ μάλιστ’ αὐτοῦ τὰ σιμά, συνεκπυρουμένων αὐτοῖς δηλονότι τῶν κατὰ μεσεντέριόν τε καὶ νῆστιν, αὐτήν τε τὴν γαστέρα, καὶ κατὰ τὸν στόμαχον δὲ καὶ πνεύμονα. τοῦ τοιούτου συμπτώματος ἡ οἷον ῥίζα γίγνεταί ποτε δι’ ἐρυσιπελατώδη διάθεσιν ἐκπυρωθέντων, οἷς εἰς τοὐπίπαν ἕπεται μαρασμὸς ἄλλοτ’ ἄλλος, ὡς ἐν τῷ περὶ αὐτοῦ λόγῳ δεδήλωται. Ταῦτα μὲν οὖν τῇ κοινωνίᾳ τῶν συμπτωμάτων ἅμα τοῖς κατὰ νεφροὺς εἴρηται πάθεσιν.