Αἱ μέν τοι κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεις, ἃς τεινεσμοὺς ὀνομάζουσι, σφοδρὰς μὲν ἐντάσεις καὶ προθυμίας ἰσχυρὰς ἐπιφέρουσι, ἐκκρίνουσι δ’ ὀλίγα, κατ’ ἀρχὰς μὲν φλεγματώδη τε καὶ πιμελώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ ξυσματώδη· πάντα γε μὴν ταῦτα κατὰ πάντα τὸν χρόνον‌∣‌ ἄμικτα τοῖς ἄνωθεν ἀφικνουμένοις φαίνεται. Γεγράφασι δέ τινες ἐπὶ σφοδροτάταις ἐκκρίσεων προθυμίαις, ἀλγημάτων ἰσχυρῶν προηγησαμένων, ἐκκρῖναί τινας λίθους πωροειδεῖς ὁμοίους τοῖς ἐν τῇ κύστει συνισταμένοις, ὅπερ οὔτε εἶδον αὐτὸς οὔτ’ ἄλλου τινὸς ἑωρακότος ἤκουσα.