Διορίζονται δὲ τῶν ἀφ’ ἥπατος ἐκκρίσεων αἱ τοιαῦται δυσεντερίαι τῷ τε λεπτὸν αἵματος ἰχῶρα κατ’ ἀρχὰς ἐκκρίνεσθαι ταῖς ἀφ’ ἥπατος, εἶτα τοῦ πάθους αὐξανομένου παχὺν χυμὸν οἴνου τρυγὶ παραπλήσιον· ἔτι τε τῷ μηδὲν ἐπ’ αὐτῶν συνεκκρίνεσθαι ξυσματῶδες, ἀλλὰ καὶ διάλειμμα δυοῖν ἡμερῶν ἢ καὶ τριῶν ἐνίοτε γίγνεσθαι ταῖς ἡπατικαῖς ἐκκρίσεσιν, εἶτ’ αὖθις ἐπανέρχεσθαι τὸ κακόν, ἐκκρινόντων αὐτῶν πολὺ χείρω τῶν ἔμπροσθεν. Οὐ μὴν ἐπί γε τῶν κατ’ ἔντερον ἑλκώσεων οὕτω φαίνεται γιγνόμενον· οὔτε γὰρ ἀθρόον οὔτ’ ἐκ διαστημάτων χρόνου μακρῶν ἐκκρίνουσιν.