Διορίζονται δὲ τῶν ἀφ’ ἥπατος ἐκκρίσεων αἱ τοιαῦται δυσεντερίαι τῷ τε λεπτὸν αἵματος ἰχῶρα κατ’ ἀρχὰς ἐκκρίνεσθαι ταῖς ἀφ’ ἥπατος, εἶτα τοῦ πάθους αὐξανομένου παχὺν χυμὸν οἴνου τρυγὶ παραπλήσιον· ἔτι τε τῷ μηδὲν ἐπ’ αὐτῶν συνεκκρίνεσθαι ξυσματῶδες, ἀλλὰ καὶ διάλειμμα δυοῖν ἡμερῶν ἢ καὶ τριῶν ἐνίοτε γίγνεσθαι ταῖς ἡπατικαῖς ἐκκρίσεσιν, εἶτ’ αὖθις ἐπανέρχεσθαι τὸ κακόν, ἐκκρινόντων αὐτῶν πολὺ χείρω τῶν ἔμπροσθεν. Οὐ μὴν ἐπί γε τῶν κατ’ ἔντερον ἑλκώσεων οὕτω φαίνεται γιγνόμενον· οὔτε γὰρ ἀθρόον οὔτ’ ἐκ διαστημάτων χρόνου μακρῶν ἐκκρίνουσιν. Αἱ μέν τοι κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεις, ἃς τεινεσμοὺς ὀνομάζουσι, σφοδρὰς μὲν ἐντάσεις καὶ προθυμίας ἰσχυρὰς ἐπιφέρουσι, ἐκκρίνουσι δ’ ὀλίγα, κατ’ ἀρχὰς μὲν φλεγματώδη τε καὶ πιμελώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ ξυσματώδη· πάντα γε μὴν ταῦτα κατὰ πάντα τὸν χρόνον‌∣‌ ἄμικτα τοῖς ἄνωθεν ἀφικνουμένοις φαίνεται. Γεγράφασι δέ τινες ἐπὶ σφοδροτάταις ἐκκρίσεων προθυμίαις, ἀλγημάτων ἰσχυρῶν προηγησαμένων, ἐκκρῖναί τινας λίθους πωροειδεῖς ὁμοίους τοῖς ἐν τῇ κύστει συνισταμένοις, ὅπερ οὔτε εἶδον αὐτὸς οὔτ’ ἄλλου τινὸς ἑωρακότος ἤκουσα. Κώλου δ’ ἄλγημα σφοδρὸν εἶδον πολλάκις, ὑπὸ τῶν ἰατρῶν οὐ κώλου νομιζόμενον, ἀλλὰ νεφρῶν εἶναι, καθάπερ γε καὶ τὸ τῶν νεφρῶν εἰς κῶλον ἀναφερόντων. ἔνιοι δ’ αὐτῶν ᾤοντο, μηδὲ γενέσθαι ποτὲ κωλικὴν διάθεσιν ἐν τοῖς ἀριστεροῖς μέρεσιν. ἔχει μὲν οὖν τι δυσδιόριστον ἐν ἀρχῇ τὰ πάθη, καθ’ ὃν χρόνον οὐδὲ μεγάλης διαφορᾶς βοηθημάτων χρῄζει· σκοπεῖσθαι μέν τοι χρὴ καὶ τότε τὰ πλεονάζοντα συμπτώματα. Ναυτίαι γὰρ ἅμα ἐμέτοις γίγνονται πολὺ μείζους τε καὶ συνεχέστεραι τοῖς τὸ κῶλον ἀλγοῦσιν, ἐμεῖταί τε φλεγματώδη καὶ διεφθαρμένα πλείω τούτοις, ἴσχεταί τε τὰ διαχωρήματα μᾶλλον ἅμα τῷ μηδὲ φῦσαν ἐκκρίνεσθαι μήτ’ ἐρυγὴν γίγνεσθαι· πολλάκις δὲ καὶ ὥσπερ συμπεριστρεφόμενόν ἐστιν αὐτοῖς τὸ ἄλγημα καὶ πλέονα τόπον ἐπιλαμβανόμενον· ἐνίοτε δὲ καὶ κατὰ διαφέροντα‌∣‌ μόρια σφοδρότερον γινόμενον, ἐρηρεισμένων καθ’ ἕνα τόπον ἀεὶ τῶν νεφριτικῶν ἀλγημάτων. ὅταν γε μὴν ὑψηλότερον ὑπάρχῃ τὸ ἄλγημα τῆς θέσεως τῶν νεφρῶν, ἐναργὴς ἡ διάγνωσίς ἐστιν ἐπὶ τῆς τοῦ κώλου πείσεως· εἰ δὲ κατὰ τὴν τῶν νεφρῶν εἴη θέσιν, ἐρηρεισμένον τε καθ’ ἕνα τόπον, οὐδὲν εἰς διάγνωσιν ἐκ τούτου λαμβάνειν ἔστιν. ἀλλὰ πρὸς οἷς ἄρτι διῆλθον ἐπισκεπτέον ἐστὶ καὶ τὰ οὖρα· πάνυ γὰρ ὑδατώδη καὶ καθαρὰ τό γε κατ’ ἀρχὰς οὐρεῖται τοῖς νεφριτικοῖς, ὥσπερ ἐν ταῖς ἑξῆς ἡμέραις ὑπόστασιν ἴσχοντα τραχεῖαν, εἶτ’ ἀκριβῶς ψαμμώδη. Κἂν διαχωρήσῃ δέ ποθ’ ἡ γαστὴρ ἐπὶ τῶν κωλικῶν, πνευματωδέστερά πως ἐκκρίνεται, καὶ πολλάκις γ’ ἐποχεῖται τῷ ὕδατι, τῇ συστάσει παραπλήσια βολβίτοις. ἀλλὰ καὶ παρηγοροῦνται τοῖς χαλαστικοῖς ἐνέμασιν οἱ κωλικοὶ παροξυσμοὶ μᾶλλον τῶν νεφριτικῶν· ἔστι δ’ ὅτε καὶ χυμοῦ τινος ψυχροῦ συνεκχυθέντος αὐτοῖς, παραχρῆμα παύονται, τοῦ παρηγορικοῦ βοηθήματος οὐ παρηγορικοῦ μόνου, ἀλλὰ καὶ θεραπευτικοῦ καὶ διαγνωστικοῦ γενομένου. καθάπερ δὲ χυμὸς ψυχρὸς ἐπὶ τούτων ἐκκριθείς, οὕτως ὁ λίθος ἐπὶ τῶν‌∣‌ νεφριτικῶν οὐρηθεὶς ἀπήλλαξέ θ’ ἅμα τῆς ὀδύνης ἐνεδείξατό τε τὸν πεπονθότα τόπον, ὥστε τοῦ λοιποῦ τῆς δυσπαθείας αὐτῶν προνοεῖσθαι.