Ὁπότε μὲν οὖν μόνα ταῦτα τὰ ξύσματα διαχωρεῖται, προσέχειν χρή, μή τι πιμελῶδες αὐτοῖς συνεκκρίνεται· τῶν παχέων γὰρ ἂν οὕτως ἐντέρων ἡ ἕλκωσις εἴη· τοῦ δ’ αἵματος ἤδη συνεκκρινομένου, σκοπεῖσθαι χρή, πότερον ἀναμέμικται τοῦτο τοῖς ἄλλοις ὅλον ὅλοις ἢ καθ’ ἕν τι μέρος αὐτῶν ἐποχεῖται. τὸ μὲν γὰρ ἀναμεμιγμένον ἐν τοῖς ὑψηλοτέροις ἐντέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι, τὸ δ’ ἐποχούμενον ἐν τοῖς ταπεινοτέροις· ὁρᾶται δὲ τοῦτο κἀπὶ τῶν ξυσματωδῶν ἐκκρίσεων γιγνόμενον, ἀλλ’ ἧττον σαφῶς ἢ ἐπὶ τοῦ αἵματος. Ὡσαύτως δὲ κἂν ἐφελκὶς ἐκκρίνηται, δηλώσει ποίων ἐστὶν ἐντέρων, ἐξ αὐτῆς τε τῆς οἰκείας οὐσίας καὶ τοῦ μεμίχθαι τοῖς ἐκκρινομένοις ἢ καθ’ ἕν τι μέρος αὐτῶν ἐποχεῖσθαι.