Ὥσπερ γὰρ ἐν ταῖς ὀδύναις ἀμφότερα τὰ μόρια τῶν αὐτῶν δεῖται βοηθημάτων, οὕτως ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφερόντων. διὸ καὶ νομίζειν χρὴ βλάβην οὐδεμίαν ἔχειν ἡμᾶς εἰς τὴν θεραπείαν ἐκ τοῦ δυσδιάκριτον εἶναι τὴν πρώτην εἰσβολὴν αὐτῶν· οὔτε γὰρ δέονται τηνικαῦτα διαφόρων βοηθημάτων, οὔτ’ ἔξωθεν οὔτ’ ἔσωθεν, ἀλλ’ ἀρκεῖ τὰ παρηγορικὰ μόνον.