Κἂν διαχωρήσῃ δέ ποθ’ ἡ γαστὴρ ἐπὶ τῶν κωλικῶν, πνευματωδέστερά πως ἐκκρίνεται, καὶ πολλάκις γ’ ἐποχεῖται τῷ ὕδατι, τῇ συστάσει παραπλήσια βολβίτοις. ἀλλὰ καὶ παρηγοροῦνται τοῖς χαλαστικοῖς ἐνέμασιν οἱ κωλικοὶ παροξυσμοὶ μᾶλλον τῶν νεφριτικῶν· ἔστι δ’ ὅτε καὶ χυμοῦ τινος ψυχροῦ συνεκχυθέντος αὐτοῖς, παραχρῆμα παύονται, τοῦ παρηγορικοῦ βοηθήματος οὐ παρηγορικοῦ μόνου, ἀλλὰ καὶ θεραπευτικοῦ καὶ διαγνωστικοῦ γενομένου. καθάπερ δὲ χυμὸς ψυχρὸς ἐπὶ τούτων ἐκκριθείς, οὕτως ὁ λίθος ἐπὶ τῶν‌∣‌ νεφριτικῶν οὐρηθεὶς ἀπήλλαξέ θ’ ἅμα τῆς ὀδύνης ἐνεδείξατό τε τὸν πεπονθότα τόπον, ὥστε τοῦ λοιποῦ τῆς δυσπαθείας αὐτῶν προνοεῖσθαι.