2. Ἤδη καὶ πρόσθεν εἶπόν τι περὶ τῶν κατὰ τὴν γαστέρα παθῶν, εἰς μέγιστα μόρια δύο διελὼν αὐτὴν τῷ λόγῳ, τό τε πρῶτον ἄνωθεν, ὃ συνεχές ἐστι τῷ στομάχῳ, πολλοῖς νεύροις αἰσθητικοῖς διαπεπλεγμένον, ἕτερον δὲ τούτῳ συνεχὲς ἄχρι τῆς κατὰ τὸ ἔντερον ἐκφύσεως.