2. Ἤδη καὶ πρόσθεν εἶπόν τι περὶ τῶν κατὰ τὴν γαστέρα παθῶν, εἰς μέγιστα μόρια δύο διελὼν αὐτὴν τῷ λόγῳ, τό τε πρῶτον ἄνωθεν, ὃ συνεχές ἐστι τῷ στομάχῳ, πολλοῖς νεύροις αἰσθητικοῖς διαπεπλεγμένον, ἕτερον δὲ τούτῳ συνεχὲς ἄχρι τῆς κατὰ τὸ ἔντερον ἐκφύσεως. Ἔστι δ’ ὥσπερ ἑκατέρου χρεία τοῖς ζῴοις ἴδιος, ἀνάλογόν τε τῇ χρείᾳ τὰ συμπτώματα διαφέροντα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κοινὰ πάθη τῶν ὁμοιομερῶν ἐστι καὶ τῶν ὀργανικῶν, ὑπάρχει δήπου καὶ τούτοις κοινὰ πρὸς ἄλληλά τε καὶ σύμπαν τὸ ἔντερον. ἡ δὲ τῶν συμπτωμάτων ὁμοιότης οὐ μόνον τούτοις πρὸς ἄλληλά ἐστι, ἀλλὰ καὶ τοῖς ψαύουσιν αὐτῶν, ὥσπερ τοῖς νεφροῖς πρὸς τὸ κῶλον. ἔνια μὲν οὖν εὔγνωστον ἔχει τὸν πεπονθότα τόπον, ὥσπερ αἱ δυσεντερίαι καὶ οἱ τεινεσμοί. Χρὴ δ’ ὑμᾶς ἐν τῷ παρόντι λόγῳ τὰς κυρίως ὀνομαζομένας δυσεντερίας ἀκούειν, ὡς σημαινούσης τῆς προσηγορίας ἐντέρων ἕλκωσιν. Οὔτε γὰρ ἀθρόως γίγνεται τὸ πάθος‌∣‌ τοῦτο καθάπερ θάτερον, ἐν ᾧ τὸ ἧπαρ ἔφαμεν πάσχειν, ἴδιά τε γνωρίσματα αὐτῷ σύνεστιν. ἐν ἀρχῇ μὲν οὖν ἔκκρισις χολῆς δακνώδους ἱκανῶς ἐπ’ αὐτοῦ γίγνεται, μετὰ δὲ ταύτην ἀκολουθεῖ ξύσματα τῶν ἐντέρων· εἶτα τοῖς ξύσμασι συνεκκρίνεταί τι σμικρὸν αἵματος, ἡνίκ’ ἤδη δυσεντερία τὸ πάθος ἐστί. Ὁπότε μὲν οὖν μόνα ταῦτα τὰ ξύσματα διαχωρεῖται, προσέχειν χρή, μή τι πιμελῶδες αὐτοῖς συνεκκρίνεται· τῶν παχέων γὰρ ἂν οὕτως ἐντέρων ἡ ἕλκωσις εἴη· τοῦ δ’ αἵματος ἤδη συνεκκρινομένου, σκοπεῖσθαι χρή, πότερον ἀναμέμικται τοῦτο τοῖς ἄλλοις ὅλον ὅλοις ἢ καθ’ ἕν τι μέρος αὐτῶν ἐποχεῖται. τὸ μὲν γὰρ ἀναμεμιγμένον ἐν τοῖς ὑψηλοτέροις ἐντέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι, τὸ δ’ ἐποχούμενον ἐν τοῖς ταπεινοτέροις· ὁρᾶται δὲ τοῦτο κἀπὶ τῶν ξυσματωδῶν ἐκκρί σεων γιγνόμενον, ἀλλ’ ἧττον σαφῶς ἢ ἐπὶ τοῦ αἵματος. Ὡσαύτως δὲ κἂν ἐφελκὶς ἐκκρίνηται, δηλώσει ποίων ἐστὶν ἐντέρων, ἐξ αὐτῆς τε τῆς οἰκείας οὐσίας καὶ τοῦ μεμίχθαι τοῖς ἐκκρινομένοις ἢ καθ’ ἕν τι μέρος αὐτῶν ἐποχεῖσθαι. Διαφέρει δ’ οὐ σμικρὸν εἰς τὴν θεραπείαν‌∣‌ ἐγνῶσθαι τὴν ἕλκωσιν, ἐν τίνι μέρει τῶν ἐντέρων ἐστίν. αἱ μὲν γὰρ ἐν τοῖς ὑψηλοτέροις ὑπὸ τῶν καταπινομένων φαρμάκων ὠφελοῦνται, αἱ δ’ ἐν τοῖς ταπεινοτέροις ὑπὸ τῶν ἐνιεμένων ὠφελοῦνται.