Ὅτι δὲ καὶ μελαγχολικαὶ γίγνονται δυσθυμίαι, διαπέμποντος αὐτοῦ τοιοῦτον περίττωμα τῷ στόματι τῆς γαστρός, ἐν τῷ κατ’ ἐκεῖνο λόγῳ πρόσθεν εἴρηται· ὥστ’ οὐδὲν ἔτι δεῖ πλείω λέγειν ὑπὲρ αὐτοῦ, τῶν μὲν ὀργανικῶν ἐν αὐτῷ παθῶν οὐ δεομένων λογικῆς διαγνώσεως, τῶν δὲ κατὰ τὴν δυσκρασίαν ἔκ τε τῶν νῦν εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τῇ περὶ τῶν κατὰ τὸ ἧπαρ παθῶν διδασκαλίᾳ· τινὰ μὲν γὰρ αὐτῶν ὀνομαστὶ‌∣‌ λέλεκται, τινὰ δ’ ὁμοίως συνιστάμενα ἐκείνοις καὶ τὴν διάγνωσιν ὁμοίαν αὐτοῖς ἕξει.