Ἀλλ’ ἐκείνοις μὲν συγχωρητέον ἔσται οὕτως ὑπολαμβάνειν, οὐδὲν ἡγουμένοις νόσημα γίγνεσθαι κατὰ δυσκρασίαν· ὅσοι δὲ τῶν ἰατρῶν ἑπόμενοι τοῖς ἐναργῶς φαινομένοις, ἐπὶ τῷ ψυχθῆναί τι μόριον ὑπολαμβάνουσι γίγνεσθαί τινα συμπτώματα, θαυμάσαι τούτων ἔστι τοὺς ὑδέρους οὐδ’ ἐφ’ ἑνὶ τόπῳ πεπονθότι συνίστασθαι νομιζόντων· εἰ γὰρ ὅτι μηδεὶς ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ἥπατι, διὰ τοῦτ’ ἀπαθὲς ὑπάρχειν ἡγοῦνται τὸ σπλάγχνον, οὐδ’ ἄλλο οὐδὲν ἔσται‌∣‌ πεπονθὸς ἐπὶ τῶν ἀθρόον ἀκαίρως ψυχρὸν ὕδωρ μοχθηρὸν πιόντων, εἶθ’ ὑδέρῳ καταληφθέντων ἐπ’ αὐτῷ. βλάπτει μὲν οὖν τὸ οὕτως ποθὲν ψυχρὸν ἄλλοτ’ ἄλλο μόριον τῶν ἔνδον ἢ μᾶλλον τῶν ἄλλων ἢ πρῶτον, ὡς ἂν καὶ τύχῃ τι κατ’ ἐκεῖνον τὸν χρόνον ἀσθενέστερον ὑπάρχον· ἀπ’ αὐτοῦ δ’ εἰς ἧπαρ ἀνάγκη διαδοθῆναι τὴν ψῦξιν, εἰ μέλλοι τις ὑδερικὴ διάθεσις ἀκολουθῆσαι. οὕτως οὖν καὶ διὰ τὸν σπλῆνα γίγνεταί ποθ’ ὕδερος ἢ μετ’ ὄγκου ψυχθέντα, καθάπερ ἐν τοῖς σκίροις ἢ καὶ χωρὶς ὄγκου, καθάπερ ἐπὶ ταῖς ἀθρόαις τε καὶ ἀκαίροις μοχθηροῦ ψυχροῦ πόσεσιν.