Ἐπὶ τούτων οὖν ἡγοῦμαι τὴν χοληδόχον κύστιν ὅμοιόν τι πάθημα παθεῖν τῷ τῇ τὸ οὖρον ἀθροιζούσῃ γιγνομένῳ ἐνίοτε· καὶ γὰρ καὶ κατ’ αὐτὴν ἀθροίζεταί ποτε τοσοῦτον, ὡς ὑπερδιαταθεῖσαν αὐτὴν ἀδυνατεῖν ἐκκρῖναι τὸ περιεχόμενον. ἀλλ’ ἐπὶ μὲν τῆς οὐροδόχου κύστεως, οὐ χεῖρον γὰρ αὐτὴν οὕτως ὀνομάσαι, διττῶς γίγνεται τοῦτο· ποτὲ μὲν δι’ ἀρρωστίαν τῆς ἀποκριτικῆς δυνάμεως,‌∣‌ ἐνίοτε δ’ ἤτοι διὰ βαθὺν ὕπνον ἤ τινα ἀσχολίαν ἐπισχεθέντος ἐπὶ πλέον τοῦ οὔρου, κἀκ τούτου τῆς κύστεως ὑπερδιαταθείσης, καὶ ταύτην αὐτὴν αἰτίαν ἐχούσης τοῦ τὴν δύναμιν αὐτῆς ἀρρωστῆσαι· κατὰ δὲ τὴν χοληδόχον κύστιν, ὡς ἂν οὐδὲν εἰς τὴν ἀπόκρισιν βοηθουμένην ὑπὸ δυνάμεως ψυχικῆς, ἀρχὴ μία τῆς ἀτονίας ἐστίν, ὥσπερ κἀπὶ τῶν ἄλλων ὀργάνων τῶν φυσικῶν, ἐκ δυσκρασίας τοῦ μορίου γιγνομένη.