Ἀκριβῶς δὲ αὐτὸ κατανοῆσαι πειρώμενοι, χωρὶς τοῦ προαλείψασθαι τὸν ἄνθρωπον, ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα κελεύετε· θεάσεσθε γὰρ οὐ τὸν αὐτὸν ἐπὶ πάντων κατὰ τὸ κοῖλον τῆς στλεγγίδος‌∣‌ ἀθροιζόμενον, ἀλλ’ ἐπὶ τινῶν μὲν ὑδατωδέστερον, ἐπὶ τινῶν δὲ χολωδέστερον· ὥστε μετὰ τῶν προγεγονότων ὑμῖν ἡ διάγνωσις ἔσται σαφεστέρα τοῦ πεπονθότος τόπου προσλαβοῦσι καὶ τοῦτο τὸ γνώρισμα.