ὁ δὲ σὺν ἀλγήμασι σφυγμὸς ἐν φλεγμονώδεσι πάθεσιν ἀξιολόγοις ἕπεται αὐτῶν μὲν ἀεὶ τῶν ἀρτηριῶν, ἤδη δὲ καὶ τῶν περιεχόντων αὐτὰς σωμάτων, ὅταν ὑπὸ στενοχωρίας θλίβωσιν αὐτὰ καὶ | οἷον πλήττωσι διαστελλόμεναι τοῦ πάσχοντος μέρους αἰσθάνεσθαι πεφυκότος. οὔτ' οὖν ἐν περιπνευμονίᾳ γενήσεται πόνος σφυγματώδης οὔτ' ἐν πλευρίτιδι διὰ τὴν τῶν μορίων φύσιν· ὁ μὲν γὰρ πνεύμων ἀναίσθητος, ἡ πλευρῖτις δὲ νόσημ' ἐστὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὅς, ἐν οἷς μὲν ὁμιλεῖ τοῖς ὀστοῖς, ἐξ ἀνάγκης θλίβεται, τὸ μεταξὺ δὲ πᾶν ἄθλιπτόν τ' ἐστὶν αὐτοῦ καὶ μόνῳ τῷ λόγῳ τῆς φλεγμονῆς ὀδυνώμενον. ἐν τούτῳ τῷ χωρίῳ καὶ ἀρτηρίαι εἰσὶν αἱ κατὰ τὰ μεσοπλεύρια καλούμενα τεταγμέναι κατά τε τὰ παχέα καὶ χαλαρὰ μέρη τῶν πλευρῶν ἐν βάθει τε κείμεναι μᾶλλον, ὡς μὴ ψαύειν τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος. οὔτ' οὖν μετ' ὀδύνης οὔθ' ὅλως αἰσθητὴ τῷ κάμνοντι τῶν ἀρτηριῶν τούτων ἐν ταῖς πλευρίτισιν ἡ κίνησις ἔσται. φλεγμαινόντων μέντοι ποτὲ τῶν ἐν τοῖς μεσοπλευρίοις μυῶν ὀδυνηρὰν ἀνάγκη γενέσθαι τὴν διαστολὴν τῶν ἀρτηριῶν καὶ διὰ τοῦτο κατάφωρον αὐτῷ τῷ κάμνοντι. καὶ κατὰ τὸ μέγεθος τὸ τῆς φλεγμονῆς αἰσθήσεται τοῦ κατ' αὐτὴν σφυγμοῦ· καὶ διὰ τοῦτό γε ἐπὶ τοῖς σφοδροτάτοις σφυγμοῖς ἐκπυΐσκεται τὰ | φλεγμαίνοντα μόρια μεγάλαις φλεγμοναῖς ἑπομένης τῆς ἐκπυήσεως. Ἐξ οὖν τῶν εἰρημένων δῆλον ἤδη, ὡς ὁ σφυγμώδης τε καὶ σφυγματώδης ὀνομαζόμενος ὑπὸ τῶν ἰατρῶν πόνος ἐν πάθεσί τε γίνεται φλεγμονώδεσι καὶ σώμασιν αἰσθητικοῖς, κατὰ μὲν αὐτοπάθειαν ἢ ἰδιοπάθειαν ἢ πρωτοπάθειαν ἐν ἀρτηρίαις – ὀνομαζέτω γὰρ ἕκαστος, ὡς ἂν ἐθέλῃ –, κατὰ δὲ τὴν ἐκ τῆς θλίψεως τῶν ψαυόντων κοινωνίαν ἐν τοῖς ἄλλοις ἅπασιν αἰσθητικοῖς. 4. Οὔκουν οὐδ' ἐν ἥπατι γένοιτ' ἄν ποτε τοιοῦτος σφυγμὸς οὐδ' ἐν νεφροῖς, ὅτι μηδ' ἐν ἐκείνοις εἰς ὅλα διασπείρεται τὰ σπλάγχνα τὰ νεῦρα, καθ' ὅτι μηδ' ἐν πνεύμονι. καὶ διὰ τοῦτο βάρους αἴσθησις ἐπ' αὐτῶν γίνεται περιπεσόντων νοσήματι τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων· ἐφ' ἑκάστου γάρ τοι τῶν εἰρημένων σπλάγχνων ὁ περικείμενος ὑμήν, εἰς ὃν διασπείρεται τὸ νεῦρον, αἰσθητικὸς ὑπάρχει. διατεινόμενος οὖν ὑπὸ τοῦ κατὰ τὸ σπλάγχνον ὄγκου τῷ τῆς ὀδύνης εἴδει τὴν προσηγορίαν ἐπεσπάσατο. καὶ διὰ τοῦθ'Ἱπποκράτης μὲν πρῶτος ἔγραψεν· | «καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα.»