τούτων τῶν ῥήσεων ἐν μὲν τῇ προτέρᾳ τὰ νεῦρα ναρκώδεις ἐπιφέρειν τοὺς πόνους φησίν, ἐν δὲ τῇ δευτέρᾳ τοὺς μῦς ναρκῶδες σφύζειν οὐ τοῖς πάθεσιν ἀναφέρων τὸ ναρκῶδες, ἀλλὰ τοῖς μορίοις. | ἔστι δ', ὡς εἶπον, οὐ μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλὰ διαθέσεως ἅπασι μὲν ἐγγινομένης τοῖς σώμασιν, οὐκ ἐν ἅπασι δ' αἰσθητῶς φαινομένης, ἀλλ' ἐκείνοις μόνοις, ὅσα πέφυκεν αἰσθάνεσθαι τῶν ἐν αὐτοῖς παθῶν καὶ κινεῖσθαι κατὰ προαίρεσιν. Ἀλλὰ καὶ πρὸς τὸ φαινόμενον ἐναργῶς ἐπὶ τῶν μυῶν ὁ λόγος αὐτοῦ μάχεται μετὰ τοῦ καὶ ἀδιορίστως εἰρῆσθαι· τάχα δὲ καὶ ἀγνοεῖ, ὡς οὐδαμόθι τοῦ σώματος αὐτὴ καθ' ἑαυτήν ἐστι σάρξ, ἀλλὰ τῶν μυῶν τὸ μὲν νευρῶδες ἔν τε ταῖς πλείσταις τῶν κεφαλῶν ἢ τελευτῶν ἐστιν, ἔνθα καὶ οἱ τένοντες, ὅσον δὲ ἐν τῷ μεταξύ, πᾶν ἡ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζομένη σάρξ ἐστιν οὐδενὸς εἰδότος ὅτι μὴ τῶν ἀκριβῶς ἀνατεμνόντων, ὡς οὐκ ἔστι μόνη σάρξ, ἀλλὰ μετά τινων ἰνῶν λεπτοτάτων, εἰς ἃς τὸ νευρῶδες ἐλύθη γένος. ὀνομάζω δὲ γένος νευρῶδες εἰς μίαν ἄγων προσηγορίαν τούς τε συνδέσμους καὶ τοὺς τόνους· τούτων γὰρ διαπειρομένων τῇ σαρκὶ τὴν τῶν μυῶν οὐσίαν ἐδείξαμεν συνισταμένην. ἕνεκα δὲ τοῦ διαμένειν αὐτὴν ἐδέησεν ἀρτηριῶν τε καὶ φλεβῶν. | 3. Καὶ τοίνυν καὶ τὸ σφύζειν ἀνωδύνως ὑπάρχει μόναις ταῖς ἀρτηρίαις ὑγιαίνοντος τοῦ ζῴου. φλεγμονῆς δὲ μεγάλης γενομένης ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος αἰσθανόμεθα σὺν ὀδύνῃ τοῦ σφυγμοῦ τῶν ἀρτηριῶν ἔμπροσθεν, ὅθ' ὑγίαινε τὸ σῶμα, μὴ ὅτι μετ' ὀδύνης, ἀλλὰ μηδὲ χωρὶς ταύτης αἰσθανόμενοι. ἔστι γὰρ δὴ τὸ συμβαῖνον τοιόνδε· τὰ φλεγμαίνοντα μόρια κατὰ δύο τούτους καιροὺς ὀδυνᾶται μεγάλως, ὅταν τε πρὸς τὰς κινήσεις ἄγηται καὶ ὅταν θλίβηται πρός τινων. ἐπειδὰν οὖν ὅλος ὁ μῦς φλεγμαίνῃ, κατὰ διττὸν τρόπον ὀδύνης αἰσθανόμεθα διαστελλομένων τῶν ἀρτηριῶν, ὅτι τε κινοῦνται καὶ ὅτι θλίβουσί τε ἅμα τὴν περικειμένην σάρκα καὶ θλίβονται πρὸς αὐτῆς. Οὗτος μὲν οὖν ὁ τρόπος ἐστὶ τοῦ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ καὶ τοῦτον μόνον ἐκάλουν οἱ παλαιότατοι σφυγμόν, ὕστερον δὲ καὶ πᾶσαν αἰσθητὴν κίνησιν ἀρτηριῶν ὡσαύτως ὠνόμασαν. οὐ μὴν ἀχώριστόν γε μυῶν πασχόντων ἢ ὅλως ἴδιόν ἐστι τὸ ναρκῶδες σφύζειν, ὅτι μηδὲ τὸ σφύζειν ὅλως τοῦ σφυγμοῦ δηλοῦντος, ὡς εἴρηται, τὸ μετ' ὀδύνης· | ἔν τε γὰρ τοῖς σκίροις καὶ τοῖς ἰδίως οἰδήμασιν προσαγορευομένοις ἔν τε ταῖς χωρὶς ὄγκου δυσκρασίαις ἀνώδυνός ἐστιν ἡ τῶν ἀρτηριῶν κίνησις ἔν τε τοῖς φλεγμονώδεσι πάθεσιν οὐκ ἀεὶ μετ' ὀδύνης, ἀλλ' ὅταν μείζω γένηται. καὶ μὴν καὶ χωρὶς μυὸς αὐτὴ καθ' ἑαυτὴν ἡ ἀρτηρία φλεγμονῶδες πάθος παθοῦσα μετ' ὀδύνης σφύζει. λέγω δὲ δηλονότι φλεγμονῶδες πάθος, ἵνα συνεπινοῆται τῇ φλεγμονῇ τά τ' ἐρυσιπέλατα καὶ ἀποστήματα. τῶν οὖν τοιούτων παθῶν μειζόνων γενομένων σύμπτωμ' ἐστὶ τὸ σφύζειν. Εἰ δέ γε ναρκώδης ποτ' ἐπ' αὐτῶν ὁ σφυγμὸς φαίνοιτο γινόμενος αὐτῷ δηλονότι τῷ κάμνοντι – τούτῳ γὰρ δὴ καὶ τὸ τῆς νάρκης πάθος ἐστὶν αἰσθητόν –, ἰστέον εἶναι τηνικαῦτα διάθεσιν ἐν τοῖς κατὰ τὸν μῦν νεύροις ἐπὶ παράλυσιν αὐτῶν ἀφικνουμένων· ἡ μὲν γὰρ ναρκώδης διάθεσις ἐν τῷ μεταξὺ παραλύσεώς τ' ἐστὶ καὶ τῆς ὑγιεινῆς καταστάσεως.