ἡ γάρ τοι νάρκη ψῦξίς τίς ἐστιν οὐκ ἀγεννὴς καὶ διὰ τοῦτο δυσαισθησίαν τε καὶ δυσκινησίαν ἐπιφέρει τοῖς οὕτω διατεθεῖσι σώμασιν, ὥσπερ γε τὴν τελείαν ἀναισθησίαν τε καὶ ἀκινησίαν ἡ τελεία κατάψυξις. ὅτι δὲ διαθέσεως ὄνομά ἐστιν ἡ νάρκη καὶ οὐκ αἰσθήσεως ἢ πόνου, δεδήλωται καὶ πρὸς Ἱπποκράτους εἰπόντος ὧδε· «νάρκη γὰρ μετρίη ὀδύνης ληκτική.» γίνεται μὲν γὰρ ἡ νάρκη καὶ διὰ ψῦξιν, ὡς ὁρᾶται φανερῶς ἐπί τε | τῶν ἐν χειμῶνι διὰ κρύους ὁδοιπορησάντων ἐπί τε τῶν ψυχόντων φαρμάκων, οἷς, ἐὰν τις ἐπὶ πλέον ἔξωθεν χρήσηται, ναρκῶδες ἀποτελεῖται τὸ μόριον, ὥσπερ γε καὶ παντελῶς ἀναίσθητον ἐν ταῖς ἰσχυροτάταις καταψύξεσιν οὐκ ἐκ φαρμάκων μόνον, ἀλλὰ κἀκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινομέναις. οἶδα γοῦν τινων ὅλους τοὺς πόδας οὕτως ψυγέντας, ὡς εἰς ἀναισθησίαν μὲν πρῶτον ἀφικέσθαι, νεκρωθέντας δὲ ἐν ταῖς ἑξῆς ἡμέραις ἀποσαπῆναι. καθάπερ οὖν ἡ παντελὴς ψῦξις ἀναισθησίαν τε καὶ ἀκινησίαν ἐπιφέρει τελείαν, οὕτως ἡ μετριωτέρα δυσαισθησίαν τε καὶ δυσκινησίαν· ὀνομάζεται δ', ὡς ἔφην, ἡ τοιαύτη ψῦξις νάρκη. καὶ τοίνυν τὸ ναρκῶδες ἄλγημα διάθεσις ἐργάζεται ψυχρά τε ἅμα καὶ ὀδυνηρὰ δηλούσης τῆς λέξεως οὐκ ὀδύνης διαφοράν, ὡς ἔφην, ἀλλ' ὀδύνην ἅμα καὶ ἤτοι διάθεσιν ψυχρὰν ἢ τὴν ὑπ' αὐτῆς γινομένην ἐν τῷ μορίῳ δυσαισθησίαν τε καὶ δυσκινησίαν. Ἴσμεν δ', ὅτι καὶ τοῖς θλιφθεῖσι μορίοις ἰσχυρῶς ἐγγίνεται νάρκη καὶ τοῖς ἁψαμένοις τοῦ ζῴου τῆς νάρκης ἔτι ζώσης. καὶ ὅσοις γε κατά τι τῶν κώλων ἐγένετο νάρκη, τῶν | τε ψαυόντων ἀμυδρὰν ἔχουσι τὴν αἴσθησιν ἀδυνατοῦσί τε κινεῖσθαι καί, εἰ βιάζοιτό τις, ὀδυνῶνται. χωρὶς δὲ τοῦ πρὸς τὰς κινήσεις ἔρχεσθαι τοῦ μὲν πάθους τῆς νάρκης αἰσθάνονται σαφῶς, οὐ μὴν ὀδυνῶνταί γε. κακῶς οὖν ὁ Ἀρχιγένης νεύρων ἴδιον εἶναί φησι τὸ ναρκῶδες ἄλγημα, διαθέσεως γάρ ἐστιν οὐ τόπου πεπονθότος ἡ νάρκη γνώρισμα. Καὶ τοίνυν μετ' ὀλίγον πάλιν αὐτὸς ὁἈρχιγένης ἰδίαν εἶναι μυῶν αὐτήν φησιν· ἔχει δ' ἑκατέρα τῶν λέξεων οὕτως, ἡ μὲν προτέρα· «τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα. καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους καὶ σκληρῶς διατείνοντας.» ἡ δ' ὀλίγον ὕστερον αὐτῆς εἰρημένη ῥῆσίς ἐστιν ἥδε· «μύες δὲ σαρκός τε καὶ νεύρου μίγμα τῶν ἰδιωμάτων, ἀμέλει δὲ καὶ ἀρτηρίας, ἐν τοῖς πόνοις ἀναφέρουσι σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ' εὐρυχωρίας διατεινόμενοι καὶ ναρκῶδες σφύζοντες.»