ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτί, γαστρὸς πασχού| σης ἴδια ταυτί, κώλου πάσχοντος ἴδια ταυτὶ καθ' ἕκαστόν τε τῶν ἄλλων ὁμοίως. ὁ δ' ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ' ἐστὶ συμπτώματα, σκίρου δὲ ταῦτα καὶ ψύξεως μὲν ταῦτα, πλήθους δὲ ταῦτα καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων, ἡ δὲ βὴξ τῶνδε, καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμορραγία, διάρροια, σπασμός, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπ' ἀλλήλων ἁπάντων αὐτῶν εὐφώρατον ἔσται τὸ κακῶς λεγόμενον. ὅτι δ' οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ' ἑκάστου σκοπούμενος. 2. Οἷον εὐθέως, ἐπειδὴ πλεονάζει κατὰ τοῦτο τὸ μέρος ὁ Ἀρχιγένης ἐκ τῆς τῶν ἀλγημάτων διαφορᾶς ἡγούμενος δηλοῦσθαι τὰ πεπονθότα μόρια, σκεπτέον ὑπὲρ αὐτῶν ἀκριβῶς. τὸν γοῦν ναρκώδη πόνον ἐπὶ νεύροις γίνεσθαί φησιν ἁμαρτάνων προφανῶς. ἡ γάρ τοι νάρκη διὰ ψυχρὰν γίνεται διάθεσιν οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ σαρξὶν ὑμέσι τε καὶ χιτῶσι καὶ | δέρματι. εἰ δ' ὅτι ταῦτα πάντα διὰ νεύρων ἔχει τὴν αἴσθησιν, εἰς νεῦρα τὴν διάθεσιν ἀναφέρει, τί οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας διαφορὰς τῶν ἀλγημάτων ἰδίας τῶν νεύρων εἶναί φησιν? ὁ γάρ τοι πόνος αἴσθησίς ἐστιν ἀνιαρά, καθάπερ ἡ ἡδονὴ προσηνὴς αἴσθησις. Οὔκουν ὁ ναρκώδης μόνος ἐν νεύροις ἔχει τὴν γένεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστος, οὓς αὐτὸς ἔγραψεν ὁ Ἀρχιγένης. ἐὰν δ' ἀκριβέστερον ἐπισκοπῇς, οὐδὲ διαφορά τις ἐν πόνοις ὁ ναρκώδης ἐστίν, ὥσπερ οὐδ' ἐν ἕλκεσι τὸ φλεγμαῖνον, ἀλλὰ δυοῖν σύνοδος πραγμάτων· ὡς ἐπὶ τούτων ἕλκους τε καὶ φλεγμονῆς ἐστιν, οὕτως ἐπ' ἐκείνων πόνου τε καὶ νάρκης.