ὀνομάζειν δ' εἴωθα φωνητικὰ νεῦρα τὰ πρὸς ἡμῶν εὑρεθέντα τῶν διδασκάλων μόνα τὰ παρὰ ταῖς ἀρτηρίαις εἰδότων. ἀκολουθεῖ μὲν οὖν κἀκείνοις ὁμοίως κακωθεῖσιν ἀπώλεια φωνῆς, ὅτι καὶ τὰ τοῦ λάρυγγος ἴδια νεῦρα τὰ παλινδρομοῦντα πρὸς ἐμοῦ κληθέντα μόρια τῆς οὐσίας αὐτῶν ἐστιν. εἰς πολλὰ δὲ καὶ ἄλλα μόρια νενεμημένων αὐτῶν, οὐκ ἔχει προσηγορίαν οἰκειοτέραν τῆς τῶν φωνητικῶν, ἅπερ ἴδια τῶν τὴν φωνὴν ῥυθμιζόντων ὀργάνων ἐστίν. Ὅ γε μὴν τρόπος τῆς βλάβης τοῖς μυσὶ τοῦ λάρυγγος ὁ αὐτός ἐστιν, εἴτε τὰ παλινδρομοῦντα νεῦρα κακωθείη, εἴτε τὰ παρὰ ταῖς ἀρτηρίαις· ἑκατέρως γὰρ ἀποροῦσι δυνάμεως ψυχικῆς, ἧς χωρὶς οὐχ οἷόν τε κατὰ προαίρεσιν αὐτοῖς κινεῖσθαι. καὶ μὴν καὶ ἡ τῶν κινούντων τὴν [ἐπι]γλωττίδα μυῶν τομὴ τελέως μὲν ἄφωνον ἐργάζεται τὸ ζῷον, ἀλλ' οὐ κατὰ τὸν αὐτὸν πάντῃ τρόπον, οὐ μὴν οὐδὲ πάντῃ διαφερόντως ἢ εἰ τὰ νεῦρα βλαβείη· τὸ κοινὸν γὰρ τῆς βλάβης ἀμφοῖν ἐστιν ἐν τῷ στερίσκεσθαι τὴν | γλωττίδα τῆς πρὸς τὴν κινοῦσαν ἀρχὴν συνεχείας, γίνεται δὲ τοῦτο, ἐάν τε τοὺς μῦς, ἐάν τε τὰ νεῦρα τέμῃς ἢ βρόχῳ διαλάβῃς ἢ θλάσῃς ἢ ὁπωσοῦν ἄλλως κακώσῃς. ἐγὼ γοῦν οἶδα καὶ ψυχθέντων ἐπὶ πλέον τῶν παλινδρομούντων νεύρων ἐν χειρουργίᾳ τινὶ κατὰ τὸν τράχηλον ἐν χειμῶνι γενομένῃ κακωθεῖσαν τὴν φωνὴν ὡς ὀλίγου δεῖν ἀπολέσθαι. καὶ συνέντες γε τοῦτ' αὐτὸ θερμαίνουσι φαρμάκοις αὐτὴν ἀνεκαλεσάμεθα, τὴν κατὰ φύσιν κρᾶσιν ἀνακτησάμενοι τοῖς νεύροις. Ὥσπερ δ' ἐπὶ ταῖς τοῦ θώρακος συντρήσεσιν ἀπόλλυται ἡ φωνὴ στερήσει τῆς ὕλης, οὕτω κἂν τὴν τραχεῖαν ἀρτηρίαν ὅλην διατέμῃς· οὐ γὰρ ἔτι παραγίνεται τὸ πνεῦμα πρὸς τὸ τῆς φωνῆς ἴδιον ὄργανον. ἑτέρῳ δὲ τρόπῳ ταὐτὸν ἐργάζεται βρόχος ὅλῳ τῷ τραχήλῳ περιτεθείς· ἀλλ' οὗτος μὲν οὐκ ἄφωνον μόνον ἀποτελεῖ τὸ ζῷον, ἀλλὰ καὶ πνίγει στερίσκων τῆς ἀναπνοῆς. ἡ δ' ἀρτηρία διαιρεθεῖσα φωνὴν μὲν βλάπτει, τῆς δ' ἀναπνοῆς οὐκ ἀφαιρεῖται τὸ ζῷον. αἱ δὲ κυνάγχαι καλούμεναι φλεγμοναὶ τῶν ἔνδον τοῦ λάρυγγος οὖσαι σωμάτων ἀνάλογον ἀγχόνῃ στερίσκουσι τῆς ἀναπνοῆς ἐμφράττουσαι τὸν | πόρον αὐτῆς. διὸ δὴ καὶ μάλιστα τοῦ τῆς φωνῆς ὀργάνου πάθος ἴδιόν εἰσιν, ἐφεξῆς δὲ τῶν ἔξωθεν αὐτοῦ μυῶν ἡ βλάβη· τῶν δ' ἄλλων ἁπάντων, ὧν διῆλθον, οὐκ ἴδιον, ἀλλὰ κατὰ συμπάθειαν μᾶλλον. Ἐκκόπτων γοῦν τις ἐκ τραχήλου χοιράδας ἐν τῷ βάθει κειμένας, εἶτα δὲ εἰς τὸ μὴ τεμεῖν τι ἀγγεῖον οὐ τῇ σμίλῃ τέμνων τοὺς ὑμένας, ἀλλὰ τοῖς ὄνυξι διασπῶν ἔλαθεν ὑπ' ἀγνοίας συνδιασπάσας τὰ παλινδρομοῦντα νεῦρα. καὶ οὕτω τῶν μὲν χοιράδων ὑγιὲς ἀπέφηνε τὸ παιδάριον, ἄφωνον δὲ εἰργάσατο. καί τις ἄλλος ἕτερον παῖδα χειρουργῶν ὁμοίως ἡμίφωνον ἐποίησεν ἐπὶ θατέρῳ μόνῳ νεύρῳ βλαβέντι. καὶ μέντοι καὶ θαυμαστὸν ἐδόκει πᾶσιν, ὅτι μήτε τῆς τραχείας ἀρτηρίας μήτε τοῦ λάρυγγος παθόντων τι τὴν φωνὴν βλαβῆναι συνέβη· δειχθέντων δ' αὐτοῖς ὑπ' ἐμοῦ τῶν φωνητικῶν νεύρων, ἐπαύσαντο θαυμάζοντες.