Εἴ τις οὖν βούλεται γνωρίζειν, ἐν πόστῳ σπονδύλῳ τὸ πάθος ἐστὶν ἤτοι μόνης τῆς ἐκφύσεως νεύρου τινὸς ἢ καὶ τοῦ νωτιαίου μυελοῦ, κατὰ τὴν τῶν νεύρων ἀνατομὴν γυμνασάσθω μέθοδον ἔχων ἐν ἅπασι κοινὴν τοὺς παραλυθέντας μῦς ἐπισκοπεῖν ἅμα τῷ τὴν αἴσθησιν ἀπολωλεκότι δέρματι. τοῦ μὲν γὰρ νωτιαίου παθόντος ὅλου κατά τινα σπόνδυλον ἅπαντα τὰ κάτω μέρη παραλύεται. κατὰ δὲ τὸ ἕτερον μέρος, εἰ βλαβείη, θατέρου μένοντος ἀπαθοῦς ἐν τοῖς κατ' εὐθὺ μέρεσιν ἡ παράλυσις ἔσται μόνον. εἰ δὲ ῥίζα νεύρου πάθοι, τὰ μὲν ἄλλα τὰ κάτω τοῦ πεπονθότος οὐδὲν πείσεται, μόνα δ' ἐκεῖνα παραλυθήσεται τῶν μορίων, εἰς ἃ ἕκαστον τῶν νεύρων διασπείρεται. ταῦτ' οὖν ἐὰν μάθῃς ἀκριβῶς, οὐκέτ' ἐνοχλήσεις τοῖς παραλελυμένοις κώλοις ἀφεὶς τὴν ῥάχιν, ἀλλ' ἐπ' ἐκείνην ἀφικόμενος ἐκθεραπεύσεις τὸ πεπονθός. οὕτως δὲ κἂν μὴ κατὰ τὴν ῥάχιν, ἀλλὰ κατά τι τῶν μετ' αὐτὴν χωρίων τὸ νεῦρον πάθῃ, γνωρίσεις ἐκ τῶν μυῶν τε καὶ τοῦ | δέρματος. τὸ μὲν οὖν δέρμα ῥᾳδίως γνωρίσεις ὑποπῖπτόν γε τοῖς ὀφθαλμοῖς, οἱ δὲ μύες ἐκ τῶν ἀπολωλυιῶν ἐνεργειῶν διαγινώσκονται. χρὴ τοίνυν σε καὶ περὶ τὴν τῶν μυῶν ἀνατομὴν γεγυμνάσθαι καὶ γινώσκειν, ἧστινος ἕκαστος ἐνεργείας ἐστὶν ὄργανον. οὕτως γὰρ ὑπάρξει σοι μόνῳ διακρίνειν δύνασθαι, τίνων μὲν ἀπόλλυται μορίων ἡ ἐνέργεια μηδὲν νόσημα τῆς σωματικῆς οὐσίας αὐτῶν πασχούσης, τίνων δὲ νόσημα προηγεῖται γινόμενον ἢ γεγονός. Οἶσθα δὲ τά τε γένη τῶν νοσημάτων καὶ τὰς διαφορὰς αὐτῶν ἁπάσας ἐν ἑτέρῳ βιβλίῳ γεγραμμένας, ὃ Περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐπιγέγραπται, καθάπερ ἐν ἑτέρῳ Περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς· ἀλλὰ καὶ περὶ τῆς τῶν αἰτίων ἑκατέρων ἰδίᾳ γέγραπται, καθ' ἓν μέντοι Περὶ τῆς τῶν νοσημάτων, ἐν τρισὶ δὲ Περὶ τῆς τῶν συμπτωμάτων. ἐν οἷς ἅπασι γεγυμνάσθαι προσήκει τὸν μέλλοντα ῥᾳδίως εὑρήσειν τε καὶ διακρινεῖν αἰτίαν καὶ πάθος καὶ τόπον πεπονθότα. κατὰ συνδρομὰς μὲν γὰρ οὐχ οἷόν τε πάντα διδάξαι, καίτοι γ' ἀξιούντων οὕτω τῶν ἐμπειρικῶν, ἀλλὰ τά τε προηγησάμενα | καὶ τὰ παρόντα συμπτώματα γνοὺς ἀκριβῶς τις ἐπί τε τὴν διὰ τῆς θεραπευτικῆς μεθόδου πεῖραν ἀφικόμενος εὑρήσει τὸ πεπονθὸς ἅμα τῇ διαθέσει. καὶ πλεῖστον τοῦτ' ἔστιν ἐπὶ τῶν ἐν τῷ βάθει τοῦ σώματος τεταγμένων μορίων, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τὴν αἴσθησιν ἢ κίνησιν ἀπολλύντων ἐδείξαμεν. Ἴσως οὖν οὐδὲν χεῖρόν ἐστι παραγράψαι τινὰ τῶν γεγονότων, ὁποῖα καὶ ταῦτ' ἐστίν. παιδίον ὡς ἐτῶν ἓξ ἀκουσίως ἀποπατεῖν ἤρξατο παραλυθέντος ἐξαίφνης αὐτῷ τοῦ κατὰ τὴν ἕδραν μυός. ἐγένετο δὲ καὶ γέροντί ποτε τοιοῦτον σύμπτωμα. καί τινι πάλιν ἑτέρῳ παιδίῳ περὶ τεσσαρεσκαιδεκάτην ἡλικίαν ἀκούσιος ἔκκρισις ἐγένετο διαχωρημάτων ἅμα τοῖς κατὰ τὴν κύστιν ἀλγήμασι καὶ ἄλλῳ μετὰ τῆς τῶν οὔρων ἐπισχέσεως. ἄλλῳ δὲ πάλιν ἀκουσίως ἐξεκρίνετο τὰ οὖρα καὶ ἄλλῳ καὶ ταῦτα καὶ τὰ διαχωρήματα. χρὴ τοίνυν ἐπὶ τῶν τοιούτων ἁπάντων πυνθάνεσθαι τὰ προγεγονότα. τοὐπίπαν γὰρ ἤτοι ψῦξίς τις ἢ πληγὴ κατὰ τὴν ῥάχιν αὐτῶν ἡγεῖται, ἡ μὲν ψῦξις ἕνα μόνον τὸν πεπονθότα βλάπτουσα μῦν, ἡ πληγὴ δὲ | πλείους ὡς τὰ πολλά. πάνυ γάρ ἐστι σπάνιον ἐπὶ πληγῇ ῥάχεως ἕνα μῦν παθεῖν ὡς ἂν τῶν ἐκφυομένων τοῦ νωτιαίου νεύρων εἰς πλείονας μῦς κατασχιζομένων. ἀλλὰ καὶ διὰ πληγὴν αὐτοῦ τοῦ πεπονθότος μυὸς ἀμεληθείσης ἐνίοτε καὶ σκιρωθείσης τῆς ἐπιγενομένης φλεγμονῆς ἠκολούθησε παράλυσις αὐτοῦ· ἔστι δὲ καὶ τοῦτο σπάνιον. ἀλλ' ἥ γε ψῦξις ἔβλαψε πολλάκις ἕνα μῦν καὶ μάλιστα τὸν ἐπιπολῆς κατὰ τὴν ἕδραν ἤτοι καθίσαντος ἐπὶ ψυχροῦ λίθου τινὸς ἢ ἐν ὕδατι ψυχρῷ διατρίψαντος ἐπὶ πλέον. ὁ γοῦν παῖς ὁ βλαβεὶς τὴν κύστιν τε καὶ κατὰ τὴν ἕδραν ἐν ποταμῷ θηρεύων ἰχθῦς ἔπαθεν οὕτως. ἐνίοις δὲ νηξαμένοις ἐν ὕδατι ψυχρῷ τὸ τοιοῦτο συνέβη. τοὺς μὲν οὖν οὕτω παθόντας ἰάσασθαι προσήκει θερμαίνοντα βοηθήματα τοῖς πεπονθόσι τόποις προσφέροντας, οἷς δὲ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἔπαθέ τι, τῇ ῥάχει προσακτέον ἐστὶ τὰ βοηθήματα.