Ὅταν μὲν γὰρ ἐκ τῆς κοιλίας ἤτοι γε ἀτμῶν μοχθηρῶν ἢ καὶ τῶν χυμῶν αὐτῶν ἀναφερομένων ἐπὶ τὸν | ἐγκέφαλον ἡ διάνοια βλάπτηται, πρώτως μὲν οὐκ ἄν τις φαίη πάσχειν τὸν ἐγκέφαλον, οὐ μὴν οὐδ' ἀπαθῆ γε παντάπασιν ὑπάρχειν, ἀλλ' ὅ τι περ ὑπ' αὐτῶν ἐκείνων ὁμολογεῖται, διὰ τοῦ συμπάσχειν ῥήματος ἀληθέστατόν ἐστιν. δηλοῦται γὰρ οὐ τὸ μηδόλως πάσχειν ἐκ τῆς συμπάσχειν φωνῆς, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχειν. ἄμεινον δὲ καὶ σαφέστερον ἐφ' ἑτέρῳ πάσχειν ἂν εἴποι τις τὸ συμπάσχον. ὅπερ οὖν ἔνιοι τῶν ἰατρῶν ἐννενοήκασι μὲν ἀμυδρῶς ὥσπερ ὀνειρώττοντες, οὐκ εἰρήκασι δὲ σαφῶς, ὅτι μηδὲ ἐγνώκασι, τοῦτ' ἐγώ μοι δοκῶ διδάξειν ἀναγκαιότατον ὂν εἰς τὴν προκειμένην πραγματείαν, ἀρξάμενος ἐντεῦθεν. Ἔνιαι τῶν ἐνεργειῶν ἐξ ὕλης ἐπιτηδείου γινόμεναι προπαρασκευαζομένην αὐτὴν ὑφ' ἑτέρων μορίων λαμβάνουσιν. εἰκότως οὖν ἔσθ' ὅτε πάθος ἴδιον οὐδὲν ἐχόντων τῶν οἰκείων τῆς ἐνεργείας ὀργάνων ἀπόλλυσθαι συμβέβηκεν αὐτὴν ἀπορίᾳ τῆς ὕλης, ἐξ ἧς ἐγένετο, καθάπερ ἐπὶ τῆς φωνῆς ἔχει. δέδεικται γὰρ ἐν τοῖς περὶ αὐτῆς λόγοις ἡ ἐκφύσησις ὕλη μὲν οὖσα τῆς φωνῆς, γινομένη δ' ὑπὸ τῶν μεσο| πλευρίων μυῶν συστελλομένου τοῦ θώρακος. ὅταν οὖν οὗτοι μηκέτ' ἐνεργῶσιν, ἄφωνον γίνεται τὸ ζῷον οὐδενὸς πάθους ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου. ταῦτα δ' ἐστὶ συνελόντι μὲν εἰπεῖν ὁ σύμπας λάρυγξ, κατὰ μέρος δ' ἑρμηνευόντων, οἵ τε τρεῖς αὐτοῦ χόνδροι καὶ οἱ κινοῦντες αὐτοὺς μύες ἅμα τοῖς ἀπ' ἐγκεφάλου νεύροις, ἔτι δὲ πρὸς τούτοις ἡ ἔνδον τοῦ λάρυγγος [ἐπι]γλωττίς, ἥπερ ἐστὶ τὸ κυριώτατον ὄργανον τῆς φωνῆς· αὕτη γὰρ ὑπὸ τῶν μυῶν ἀνοιγομένη τε καὶ συναγομένη μετρίως ἐργάζεται τὰς φωνάς, ἀλλ' οὐχ οἷόν τε γενέσθαι ταύτας ἄνευ τοῦ σφοδρῶς ἔξω φέρεσθαι τὸ πνεῦμα. τοῦτο δ' ὑπὸ τῶν μεσοπλευρίων ἐπιτελεῖται μυῶν. Καί τις ἀφ' ὑψηλοῦ πεσὼν ὡς ἐρεῖσαι κατὰ τῆς γῆς τὴν ἀρχὴν τοῦ μεταφρένου, περὶ μὲν τὴν τρίτην ἡμέραν πάνυ μικρὸν ἐφθέγγετο, τῇ δὲ τετάρτῃ τελέως ἦν ἄφωνος ἅμα τῷ παραλυθῆναι τὰ σκέλη μηδὲν τῶν χειρῶν βεβλαμμένων, οὐ μὴν οὔτ' ἄπνους οὔτε δύσπνους ἐγένετο· παραλυθέντος γὰρ ὅλου τοῦ μετὰ τὸν τράχηλον νωτιαίου συνέβη τῷ θώρακι πρός τε τοῦ διαφράγματος | ἔτι τε καὶ τῶν ὑψηλῶν μυῶν κινεῖσθαι τῶν ἕξ, ἐπειδὴ τὰ νεῦρα τούτοις ἐκ τοῦ κατὰ τὸν τράχηλόν ἐστι νωτιαίου. τὰ δὲ τῶν μεσοπλευρίων μυῶν νεῦρα πάντ' ἔπαθεν, ὑφ' ὧν ἡ ἐκφύσησις ἐδείχθη γινομένη. βουλομένων οὖν τῶν ἰατρῶν ἐνοχλεῖν εἰκῇ τοῖς μὲν σκέλεσι, διότι παρεῖτο, τῷ δὲ λάρυγγι διὰ τὸ τῆς φωνῆς πάθημα, κωλύσας ἐγὼ μόνου προυνοησάμην τοῦ πεπονθότος τόπου, καὶ γενομένου ἀφλεγμάντου τοῦ νωτιαίου μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπανῆλθεν ἥ τε φωνὴ καὶ ἡ τῶν σκελῶν κίνησις τῷ νεανίσκῳ. Τὸ μὲν δὴ τοιοῦτον εἶδος τῆς βλάβης τῆς φωνῆς κυριώτερον ἄν τις ὀνομάσειε συμπάθειαν, ἤπερ ὅταν ἐπὶ χυμοῖς τισι κατὰ τὴν γαστέρα περιεχομένοις ἄλγημα γίνηται τῆς κεφαλῆς· ἀναφέρεται γάρ τι πρὸς αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, οὐ μὴν ἐπὶ τὰ σκέλη γε φέρεταί τι τῶν βλαπτόντων ἐν ταῖς εἰρημέναις διαθέσεσιν, ἀλλὰ τοὐναντίον ἀποστερεῖται δυνάμεως, ἣν πρότερον αὐτοῖς ἐχορήγει ὁ νωτιαῖος. ὁ δὲ λάρυγξ οὐκ ἀποστερεῖται μὲν εἰς τὸ παντελὲς τοῦ πνεύματος ἐν ταῖς ἀφωνίαις· ἔτι γὰρ ἐκπνεῖ τὸ ζῷον δι' αὐτοῦ, στερεῖται δὲ τῆς ἐκφυσήσεως, ἥ τις ἦν | ἀθρόα φορὰ πνεύματος πολλοῦ διὰ λάρυγγος ἔξω τοῦ ζῴου. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέροις φιλονεικεῖν ἐπιτρεπτέον, ἡμῖν δ' ἀρκέσει περὶ τῶν πραγμάτων, ὧν ἐκεῖνοι παντάπασιν ἀγνοοῦσι, διελθεῖν. Ἄλλως μὲν ἐπὶ τοῖς ἐν γαστρὶ χυμοῖς κεφαλαλγοῦσι τῶν ἀναφερομένων δηλονότι χυμῶν θερμαινόντων τε ἅμα καὶ διατεινόντων τὰ κατὰ τὴν κεφαλήν. ἄλλως δὲ τὰ τῶν ὑποχεομένων πάσχουσι φαντάσματα μήτε θερμαινομένων τῶν ὀφθαλμῶν μήτε διατεινομένων, ἀλλὰ μόνον ἀτμοῦ διοδεύοντος αὐτούς· ἔτι τε πρὸς τούτοις ἑτέρως μὲν ὁ φραχθεὶς τὸν ἀπ' ἐγκεφάλου καθήκοντα πόρον οὐχ ὁρᾷ καὶ τούτῳ παραπλησίως μέν πως, ἑτέρως δὲ ὁ διὰ τὴν τοῦ νωτιαίου φλεγμονὴν παρεθεὶς τὰ σκέλη, καθ' ἕτερον δὲ τρόπον ὁ τὴν φωνὴν ἀπολέσας ἢ βλαβείς. εἰς μὲν γὰρ τὰ σκέλη δύναμίς τις ἀφικνεῖσθαι κεκώλυται χωρὶς οὐσίας, εἰς δὲ τοὺς ὀφθαλμοὺς μετ' οὐσίας, εἰς δὲ τὸν λάρυγγα τῆς ἀφικνουμένης ὕλης κεκώλυται τὸ πλῆθος. ἐπὶ δὲ τοῦ διὰ τὴν τῶν μεσοπλευρίων μυῶν σύντρησιν ἀφώνου γεγονότος ἀπόλωλε τελέως ἡ τῆς φωνῆς ὕλη. ὅστις δὲ ὁ τρόπος τοῖς σκέλεσι τῆς παραλύσεως γίνεται κατὰ τὰς εἰρημένας | τοῦ νωτιαίου διαθέσεις, ὁ αὐτὸς καὶ τῷ λάρυγγι τῶν νεύρων τῶν φωνητικῶν τμηθέντων ἢ βρόχῳ διαληφθέντων.