Κἀπειδὴ τελέως ἀπηλλάγη τοῦ πάθους, ζήτησις ἐγένετο τοῖς ἰατροῖς, ἥτίς ποτ' εἴη ἡ διάθεσις τῶν νεύρων, ἐν ᾗ τὴν μὲν κίνησιν αὐτῶν σῴζεσθαι συμβαίνει, τὴν δ' αἴσθησιν ἀπόλλυσθαι. κἀγὼ τὸ λελεγμένον ἤδη τισὶ τῶν ἔμπροσθεν ἰατρῶν εἶπον, ὡς ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ δὲ κίνησις ἐν τῷ ποιεῖν τι γίνοιτο· καὶ διὰ τοῦτο ῥώμης μὲν | δεῖ τῷ κινήσοντι, τῷ δ' αἰσθησομένῳ καὶ ἡ βραχυτάτη δύναμις ἀρκεῖ. δόξαντος δ' αὐτοῖς ὀρθῶς εἰρῆσθαι τοῦ λόγου, τί οὖν, εἶπον, οὐ καὶ τοὐναντίον ἐθεάσασθέ ποτε τῆς αἰσθήσεως σῳζομένης ἐκλελοιπυῖαν τὴν κίνησιν? οἱ μὲν οὖν ἄλλοι σχεδὸν ἅπαντες οὐδέποθ' ἑωρακέναι τοῦτ' ἔφασαν, εἷς δέ τις ὡμολόγει καὶ τοὔνομά γε τοῦ παθόντος ἔλεγε καὶ μάρτυρας ἐπηγγέλλετο παρέξεσθαι, δόξαντος δὲ τούτου μάχεσθαι τοῖς εἰρημένοις ἐπὶ τῶν κινουμένων μορίων, οὐ μὴν αἰσθανομένων· ὅσον μὲν γὰρ ἐπ' ἐκείνῳ τῷ λόγῳ, παντάπασιν ἀδύνατόν ἐστιν ἀπολωλυίας αἰσθήσεως ἔτι κινεῖσθαι κατὰ προαίρεσιν. Αὖθις ἐδέοντό μου τὴν αἰτίαν ἀκοῦσαι τῶν φαινομένων ἀμφοτέρων. ἔστι δὲ σαφὴς τοῖς ἐπισταμένοις ἀνατομὴν νεύρων οὖσα τοιάδε· ἅπασα μὲν ἡ καθ' ὁρμὴν κίνησις ὑπὸ μυῶν γίνεται· νεῦρον γὰρ οὐδέν ἐστιν αὐτὸ καθ' ἑαυτὸ χωρὶς μυὸς οὐδὲ μίαν ἐργαζόμενον ἐν τοῖς τοῦ ζῴου μορίοις οὐδαμόθι τοιαύτην ἐνέργειαν, ἀλλὰ διὰ μέσων τῶν μυῶν πάσας τὰς προαιρετικὰς ὀνομαζομένας κινήσεις ἐπιτελεῖ. καθήκουσιν δ' εἰς τὰ κινηθησόμενα μόρια | ποτὲ μὲν ἄντικρυς οἱ μύες αὐτοί, ποτὲ δὲ διὰ μέσων τενόντων, οὓς ἀπονευρώσεις ἔνιοι προσαγορεύουσιν. ἐκ τούτου τοῦ γένους εἰσὶ καὶ οἱ τοὺς δακτύλους κινοῦντες τένοντες, ὁμοίως τοῖς τόνοις ὀνομαζομένοις ὑφ' Ἱπποκράτους περιφερεῖς. ἐὰν μὲν οὖν τὰ τῶν μυῶν νεῦρα πάθῃ, τὴν κίνησιν ἀπολλύουσιν οἱ δάκτυλοι· τῶν δ' εἰς τὸ δέρμα παραγινομένων παθόντων ἡ κατὰ τὴν ἁφὴν αἴσθησις διαφθείρεται. κατὰ δὲ τὰς ὅλων τῶν κώλων παραλύσεις ὡς ἂν τῆς κοινῆς ἀρχῆς πεπονθυίας ἀμφότεραι συναπόλλυνται κίνησίς τε καὶ αἴσθησις. καὶ τόν γε πρωτοπαθοῦντα τόπον ἐκ τοῦ πλήθους τῶν βεβλαμμένων νεύρων μόνον ἔστιν ἐξευρεῖν, ἐάν γέ τις ἀκριβῶς ἴδῃ τὰς κοινὰς αὐτῶν ἀρχάς, ἃς ἐν Τῇ τῶν νεύρων ἀνατομῇ διῆλθον οὐδενὸς τῶν πρὸ ἐμοῦ τὴν ἀνατομὴν ταύτην ἀκριβώσαντος, ἀλλὰ τῶν μὲν μεῖζον, τῶν δ' ἔλαττον σφαλέντων. Ὁ γοῦν γεγυμνασμένος ἐν αὐταῖς μόνος ἀκριβῶς λογίζεσθαι δύναται, κατὰ τίνα σπόνδυλον ὁ νωτιαῖος ἔπαθεν ἤτοι γε ὅλος ἢ τὸ ἕτερον αὐτοῦ μέρος· ἔστιν ὅτε γὰρ ἐν τῷ δεξιῷ μόνον αὐτοῦ μορίῳ τὸ πάθος ἐστὶ | μηδὲν θατέρου παθόντος ἢ πάλιν τοὐναντίον, ἀπαθὲς μὲν ἔμεινε τοῦτο, μόνον δ' ἔπαθε τὸ εὐώνυμον· καὶ κατὰ τοῦτο ποτὲ μὲν ἅπαντα τὰ ἐν τοῖς εὐωνύμοις παραλύεται τῶν δεξιῶν ἀπαθῶν φυλαττομένων, ἐνίοτε δ' ἔμπαλιν ἔπαθέ τε καὶ παρελύθη τὰ δεξιὰ μέρη μόνα. μηδὲν μέντοι παθόντος αὐτοῦ τοῦ νωτιαίου, μόνης δὲ μιᾶς ἐκφύσεως νεύρου τῶν μορίων ἐκείνων παρακολουθεῖ παράλυσις, εἰς ἃ τὸ νεῦρον διασπείρεται· καὶ μὴν καὶ δύο καὶ τρεῖς ἐνίοτε μόναι τῶν ἐκφύσεων ἔπαθον ἀπαθοῦς τοῦ νωτιαίου φυλαχθέντος. οὕτως γοῦν ἐπεπόνθει καὶ ὁ τἆλλα τῆς χειρὸς ἅπαντα παραλυθεὶς ὡς μήτ' αἰσθάνεσθαι μήτε κινεῖσθαι, κατὰ δὲ τοὺς δακτύλους μόνους ἔχων διασῳζομένην τὴν αἴσθησιν. ἄλλῳ δ' οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ αἱ κινήσεις ἐσῴζοντο τῶν μυῶν ἐκείνων, εἰς οὓς ἡ μετὰ τὸν ἕβδομον σπόνδυλον ἔκφυσις διενέμετο. καί τις ἄλλος ἐκ καταπτώσεως σφοδρᾶς ἐκείνους μόνους τοὺς μῦς παρελύθη τοὺς ἐκ τούτου τοῦ νεύρου λαμβάνοντας μόρια· τῷ δ' αὐτῷ τούτῳ καὶ τοῦ δέρματος ἐκεῖνα μόνα τὴν αἴσθησιν ἀπώλεσεν, ὅσα | παρὰ τοῦ λελεγμένου νεύρου τὰς ἀπονεμήσεις ἐλάμβανεν.